Mark 6
[an error occurred while processing this directive] Parallel GRK [BSB CSB ESV HCS KJV ISV NAS NET NIV NLT GRK]
[an error occurred while processing this directive]Greek Study Bible
1[an error occurred while processing this directive]1Καὶ ἐξῆλθεν ἐκεῖθεν καὶ ἔρχεται εἰς τὴν πατρίδα αὐτοῦ καὶ ἀκολουθοῦσιν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ
2[an error occurred while processing this directive]2καὶ γενομένου σαββάτου ἤρξατο διδάσκειν ἐν τῇ συναγωγῇ καὶ οἱ πολλοὶ ἀκούοντες ἐξεπλήσσοντο λέγοντες Πόθεν τούτῳ ταῦτα καὶ τίς σοφία δοθεῖσα τούτῳ καὶ αἱ δυνάμεις τοιαῦται διὰ τῶν χειρῶν αὐτοῦ γινόμεναι
3[an error occurred while processing this directive]3οὐχ οὗτός ἐστιν τέκτων υἱὸς τῆς Μαρίας καὶ ἀδελφὸς Ἰακώβου καὶ Ἰωσῆτος καὶ Ἰούδα καὶ Σίμωνος καὶ οὐκ εἰσὶν αἱ ἀδελφαὶ αὐτοῦ ὧδε πρὸς ἡμᾶς καὶ ἐσκανδαλίζοντο ἐν αὐτῷ
4[an error occurred while processing this directive]4Καὶ ἔλεγεν αὐτοῖς Ἰησοῦς ὅτι Οὐκ ἔστιν προφήτης ἄτιμος εἰ μὴ ἐν τῇ πατρίδι αὐτοῦ καὶ ἐν τοῖς συγγενεῦσιν αὐτοῦ καὶ ἐν τῇ οἰκίᾳ αὐτοῦ
5[an error occurred while processing this directive]5καὶ οὐκ ἐδύνατο ἐκεῖ ποιῆσαι οὐδεμίαν δύναμιν εἰ μὴ ὀλίγοις ἀρρώστοις ἐπιθεὶς τὰς χεῖρας ἐθεράπευσεν
6[an error occurred while processing this directive]6καὶ ἐθαύμαζεν* διὰ τὴν ἀπιστίαν αὐτῶν Καὶ περιῆγεν τὰς κώμας κύκλῳ διδάσκων
7[an error occurred while processing this directive]7Καὶ προσκαλεῖται τοὺς δώδεκα καὶ ἤρξατο αὐτοὺς ἀποστέλλειν δύο δύο καὶ ἐδίδου αὐτοῖς ἐξουσίαν τῶν πνευμάτων τῶν ἀκαθάρτων
8[an error occurred while processing this directive]8καὶ παρήγγειλεν αὐτοῖς ἵνα μηδὲν αἴρωσιν εἰς ὁδὸν εἰ μὴ ῥάβδον μόνον μὴ ἄρτον μὴ πήραν μὴ εἰς τὴν ζώνην χαλκόν
9[an error occurred while processing this directive]9ἀλλὰ ὑποδεδεμένους σανδάλια καὶ μὴ ἐνδύσησθε δύο χιτῶνας
10[an error occurred while processing this directive]10Καὶ ἔλεγεν αὐτοῖς Ὅπου ἐὰν εἰσέλθητε εἰς οἰκίαν ἐκεῖ μένετε ἕως ἂν ἐξέλθητε ἐκεῖθεν
11[an error occurred while processing this directive]11καὶ ὃς ἂν τόπος μὴ δέξηται ὑμᾶς μηδὲ ἀκούσωσιν ὑμῶν ἐκπορευόμενοι ἐκεῖθεν ἐκτινάξατε τὸν χοῦν τὸν ὑποκάτω τῶν ποδῶν ὑμῶν εἰς μαρτύριον αὐτοῖς ⧼Ἀμὴν λέγω ὑμῖν ἀνεκτότερον ἔσται Σοδόμοις Γομόρροις ἐν ἡμέρᾳ κρίσεως τῇ πόλει ἐκείνῃ⧽
12[an error occurred while processing this directive]12Καὶ ἐξελθόντες ἐκήρυξαν ἵνα μετανοῶσιν
13[an error occurred while processing this directive]13καὶ δαιμόνια πολλὰ ἐξέβαλλον καὶ ἤλειφον ἐλαίῳ πολλοὺς ἀρρώστους καὶ ἐθεράπευον
14[an error occurred while processing this directive]14Καὶ ἤκουσεν βασιλεὺς Ἡρῴδης φανερὸν γὰρ ἐγένετο τὸ ὄνομα αὐτοῦ καὶ ἔλεγον ὅτι Ἰωάννης Βαπτίζων ἐγήγερται ἐκ νεκρῶν καὶ διὰ τοῦτο ἐνεργοῦσιν αἱ δυνάμεις ἐν αὐτῷ
15[an error occurred while processing this directive]15ἄλλοι δὲ ἔλεγον ὅτι Ἠλίας ἐστίν ἄλλοι δὲ ἔλεγον ὅτι Προφήτης ὡς εἷς τῶν προφητῶν
16[an error occurred while processing this directive]16Ἀκούσας δὲ Ἡρῴδης ἔλεγεν Ὃν ἐγὼ ἀπεκεφάλισα Ἰωάννην οὗτος ἠγέρθη
17[an error occurred while processing this directive]17Αὐτὸς γὰρ Ἡρῴδης ἀποστείλας ἐκράτησεν τὸν Ἰωάννην καὶ ἔδησεν αὐτὸν ἐν φυλακῇ διὰ Ἡρῳδιάδα τὴν γυναῖκα Φιλίππου τοῦ ἀδελφοῦ αὐτοῦ ὅτι αὐτὴν ἐγάμησεν
18[an error occurred while processing this directive]18ἔλεγεν γὰρ Ἰωάννης τῷ Ἡρῴδῃ ὅτι Οὐκ ἔξεστίν σοι ἔχειν τὴν γυναῖκα τοῦ ἀδελφοῦ σου
19[an error occurred while processing this directive]19 δὲ Ἡρῳδιὰς ἐνεῖχεν αὐτῷ καὶ ἤθελεν αὐτὸν ἀποκτεῖναι καὶ οὐκ ἠδύνατο
20[an error occurred while processing this directive]20 γὰρ Ἡρῴδης ἐφοβεῖτο τὸν Ἰωάννην εἰδὼς αὐτὸν ἄνδρα δίκαιον καὶ ἅγιον καὶ συνετήρει αὐτόν καὶ ἀκούσας αὐτοῦ πολλὰ ἠπόρει καὶ ἡδέως αὐτοῦ ἤκουεν
21[an error occurred while processing this directive]21Καὶ γενομένης ἡμέρας εὐκαίρου ὅτε Ἡρῴδης τοῖς γενεσίοις αὐτοῦ δεῖπνον ἐποίησεν τοῖς μεγιστᾶσιν αὐτοῦ καὶ τοῖς χιλιάρχοις καὶ τοῖς πρώτοις τῆς Γαλιλαίας
22[an error occurred while processing this directive]22καὶ εἰσελθούσης τῆς θυγατρὸς αὐτῆς τῆς Ἡρῳδιάδος καὶ ὀρχησαμένης ἤρεσεν τῷ Ἡρῴδῃ καὶ τοῖς συνανακειμένοις «ὁ 〈δὲ〉 βασιλεὺς» εἶπεν τῷ κορασίῳ Αἴτησόν με ἐὰν θέλῃς καὶ δώσω σοι
23[an error occurred while processing this directive]23καὶ ὤμοσεν αὐτῇ [Πολλά] Ὅ¦τι ἐάν με αἰτήσῃς δώσω σοι ἕως ἡμίσους τῆς βασιλείας μου
24[an error occurred while processing this directive]24Καὶ ἐξελθοῦσα εἶπεν τῇ μητρὶ αὐτῆς Τί αἰτήσωμαι δὲ εἶπεν Τὴν κεφαλὴν Ἰωάννου τοῦ Βαπτίζοντος
25[an error occurred while processing this directive]25Καὶ εἰσελθοῦσα εὐθὺς μετὰ σπουδῆς πρὸς τὸν βασιλέα ᾐτήσατο λέγουσα Θέλω ἵνα ἐξαυτῆς δῷς μοι ἐπὶ πίνακι τὴν κεφαλὴν Ἰωάννου τοῦ Βαπτιστοῦ
26[an error occurred while processing this directive]26Καὶ περίλυπος γενόμενος βασιλεὺς διὰ τοὺς ὅρκους καὶ τοὺς ἀνακειμένους οὐκ ἠθέλησεν ἀθετῆσαι αὐτήν
27[an error occurred while processing this directive]27καὶ εὐθὺς ἀποστείλας βασιλεὺς σπεκουλάτορα ἐπέταξεν ἐνέγκαι τὴν κεφαλὴν αὐτοῦ καὶ ἀπελθὼν ἀπεκεφάλισεν αὐτὸν ἐν τῇ φυλακῇ
28[an error occurred while processing this directive]28καὶ ἤνεγκεν τὴν κεφαλὴν αὐτοῦ ἐπὶ πίνακι καὶ ἔδωκεν αὐτὴν τῷ κορασίῳ καὶ τὸ κοράσιον ἔδωκεν αὐτὴν τῇ μητρὶ αὐτῆς
29[an error occurred while processing this directive]29καὶ ἀκούσαντες οἱ μαθηταὶ αὐτοῦ ἦλθον* καὶ ἦραν τὸ πτῶμα αὐτοῦ καὶ ἔθηκαν αὐτὸ ἐν μνημείῳ
30[an error occurred while processing this directive]30Καὶ συνάγονται οἱ ἀπόστολοι πρὸς τὸν Ἰησοῦν καὶ ἀπήγγειλαν αὐτῷ πάντα ὅσα ἐποίησαν καὶ ὅσα ἐδίδαξαν
31[an error occurred while processing this directive]31καὶ λέγει αὐτοῖς Δεῦτε ὑμεῖς αὐτοὶ κατ’ ἰδίαν εἰς ἔρημον τόπον καὶ ἀναπαύσασθε ὀλίγον ἦσαν γὰρ οἱ ἐρχόμενοι καὶ οἱ ὑπάγοντες πολλοί καὶ οὐδὲ φαγεῖν εὐκαίρουν
32[an error occurred while processing this directive]32Καὶ ἀπῆλθον ἐν τῷ πλοίῳ εἰς ἔρημον τόπον κατ’ ἰδίαν
33[an error occurred while processing this directive]33καὶ εἶδον αὐτοὺς ὑπάγοντας καὶ ἐπέγνωσαν πολλοί καὶ πεζῇ ἀπὸ πασῶν τῶν πόλεων συνέδραμον ἐκεῖ καὶ προῆλθον αὐτούς
34[an error occurred while processing this directive]34Καὶ ἐξελθὼν εἶδεν πολὺν ὄχλον καὶ ἐσπλαγχνίσθη ἐπ’ αὐτοὺς ὅτι ἦσαν ὡς πρόβατα μὴ ἔχοντα ποιμένα καὶ ἤρξατο διδάσκειν αὐτοὺς πολλά
35[an error occurred while processing this directive]35Καὶ ἤδη ὥρας πολλῆς γενομένης προσελθόντες αὐτῷ οἱ μαθηταὶ αὐτοῦ ἔλεγον ὅτι Ἔρημός ἐστιν τόπος καὶ ἤδη ὥρα πολλή
36[an error occurred while processing this directive]36ἀπόλυσον αὐτούς ἵνα ἀπελθόντες εἰς τοὺς κύκλῳ ἀγροὺς καὶ κώμας ἀγοράσωσιν ἑαυτοῖς τί φάγωσιν
37[an error occurred while processing this directive]37 δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς Δότε αὐτοῖς ὑμεῖς φαγεῖν Καὶ λέγουσιν αὐτῷ Ἀπελθόντες ἀγοράσωμεν δηναρίων διακοσίων ἄρτους καὶ δώσομεν αὐτοῖς φαγεῖν
38[an error occurred while processing this directive]38 δὲ λέγει αὐτοῖς Πόσους ἔχετε ἄρτους ὑπάγετε ἴδετε Καὶ γνόντες λέγουσιν Πέντε καὶ δύο ἰχθύας
39[an error occurred while processing this directive]39Καὶ ἐπέταξεν αὐτοῖς ἀνακλῖναι* πάντας συμπόσια συμπόσια ἐπὶ τῷ χλωρῷ χόρτῳ
40[an error occurred while processing this directive]40καὶ ἀνέπεσαν πρασιαὶ πρασιαὶ κατὰ ἑκατὸν καὶ κατὰ πεντήκοντα
41[an error occurred while processing this directive]41Καὶ λαβὼν τοὺς πέντε ἄρτους καὶ τοὺς δύο ἰχθύας ἀναβλέψας εἰς τὸν οὐρανὸν εὐλόγησεν καὶ κατέκλασεν τοὺς ἄρτους καὶ ἐδίδου τοῖς μαθηταῖς ‹αὐτοῦ› ἵνα παρατιθῶσιν αὐτοῖς καὶ τοὺς δύο ἰχθύας ἐμέρισεν πᾶσιν
42[an error occurred while processing this directive]42Καὶ ἔφαγον πάντες καὶ ἐχορτάσθησαν
43[an error occurred while processing this directive]43καὶ ἦραν κλάσματα δώδεκα κοφίνων πληρώματα καὶ ἀπὸ τῶν ἰχθύων
44[an error occurred while processing this directive]44καὶ ἦσαν οἱ φαγόντες τοὺς ἄρτους πεντακισχίλιοι ἄνδρες
45[an error occurred while processing this directive]45Καὶ εὐθὺς ἠνάγκασεν τοὺς μαθητὰς αὐτοῦ ἐμβῆναι εἰς τὸ πλοῖον καὶ προάγειν εἰς τὸ πέραν πρὸς Βηθσαϊδάν ἕως αὐτὸς ἀπολύει τὸν ὄχλον
46[an error occurred while processing this directive]46καὶ ἀποταξάμενος αὐτοῖς ἀπῆλθεν εἰς τὸ ὄρος προσεύξασθαι
47[an error occurred while processing this directive]47Καὶ ὀψίας γενομένης ἦν τὸ πλοῖον ἐν μέσῳ τῆς θαλάσσης καὶ αὐτὸς μόνος ἐπὶ τῆς γῆς
48[an error occurred while processing this directive]48καὶ ἰδὼν αὐτοὺς βασανιζομένους ἐν τῷ ἐλαύνειν ἦν γὰρ ἄνεμος ἐναντίος αὐτοῖς περὶ τετάρτην φυλακὴν τῆς νυκτὸς ἔρχεται πρὸς αὐτοὺς περιπατῶν ἐπὶ τῆς θαλάσσης καὶ ἤθελεν παρελθεῖν αὐτούς
49[an error occurred while processing this directive]49οἱ δὲ ἰδόντες αὐτὸν ἐπὶ τῆς θαλάσσης περιπατοῦντα ἔδοξαν ὅτι φάντασμά ἐστιν καὶ ἀνέκραξαν
50[an error occurred while processing this directive]50πάντες γὰρ αὐτὸν εἶδον* καὶ ἐταράχθησαν Δὲ εὐθὺς ἐλάλησεν μετ’ αὐτῶν καὶ λέγει αὐτοῖς Θαρσεῖτε ἐγώ εἰμι μὴ φοβεῖσθε
51[an error occurred while processing this directive]51καὶ ἀνέβη πρὸς αὐτοὺς εἰς τὸ πλοῖον καὶ ἐκόπασεν ἄνεμος καὶ λίαν ἐκ περισσοῦ ἐν ἑαυτοῖς ἐξίσταντο
52[an error occurred while processing this directive]52οὐ γὰρ συνῆκαν ἐπὶ τοῖς ἄρτοις ἀλλ’ ἦν αὐτῶν καρδία πεπωρωμένη
53[an error occurred while processing this directive]53Καὶ διαπεράσαντες ἐπὶ τὴν γῆν ἦλθον εἰς Γεννησαρὲτ καὶ προσωρμίσθησαν
54[an error occurred while processing this directive]54καὶ ἐξελθόντων αὐτῶν ἐκ τοῦ πλοίου εὐθὺς ἐπιγνόντες αὐτὸν
55[an error occurred while processing this directive]55περιέδραμον ὅλην τὴν χώραν ἐκείνην καὶ ἤρξαντο ἐπὶ τοῖς κραβάττοις τοὺς κακῶς ἔχοντας περιφέρειν ὅπου ἤκουον ὅτι ἐστίν
56[an error occurred while processing this directive]56καὶ ὅπου ἂν εἰσεπορεύετο εἰς κώμας εἰς πόλεις εἰς ἀγροὺς ἐν ταῖς ἀγοραῖς ἐτίθεσαν τοὺς ἀσθενοῦντας καὶ παρεκάλουν αὐτὸν ἵνα κἂν τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ ἅψωνται καὶ ὅσοι ἂν ἥψαντο αὐτοῦ ἐσῴζοντο
[an error occurred while processing this directive]Greek and Hebrew Study Bible courtesy Bible Hub and the Discovery Bible team.
Mark 5
Top of Page
Top of Page