Luke 22
[an error occurred while processing this directive] Parallel GRK [BSB CSB ESV HCS KJV ISV NAS NET NIV NLT GRK]
[an error occurred while processing this directive]Greek Study Bible
1[an error occurred while processing this directive]1Ἤγγιζεν δὲ ἑορτὴ τῶν ἀζύμων λεγομένη Πάσχα
2[an error occurred while processing this directive]2καὶ ἐζήτουν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς τὸ πῶς ἀνέλωσιν αὐτόν ἐφοβοῦντο γὰρ τὸν λαόν
3[an error occurred while processing this directive]3Εἰσῆλθεν δὲ Σατανᾶς εἰς Ἰούδαν τὸν καλούμενον Ἰσκαριώτην ὄντα ἐκ τοῦ ἀριθμοῦ τῶν δώδεκα
4[an error occurred while processing this directive]4καὶ ἀπελθὼν συνελάλησεν τοῖς ἀρχιερεῦσιν καὶ στρατηγοῖς τὸ πῶς αὐτοῖς παραδῷ αὐτόν
5[an error occurred while processing this directive]5καὶ ἐχάρησαν καὶ συνέθεντο αὐτῷ ἀργύριον δοῦναι
6[an error occurred while processing this directive]6καὶ ἐξωμολόγησεν καὶ ἐζήτει εὐκαιρίαν τοῦ παραδοῦναι αὐτὸν ἄτερ ὄχλου αὐτοῖς
7[an error occurred while processing this directive]7Ἦλθεν δὲ ἡμέρα τῶν ἀζύμων [ἐν] ἔδει θύεσθαι τὸ πάσχα
8[an error occurred while processing this directive]8καὶ ἀπέστειλεν Πέτρον καὶ Ἰωάννην εἰπών Πορευθέντες ἑτοιμάσατε ἡμῖν τὸ πάσχα ἵνα φάγωμεν
9[an error occurred while processing this directive]9Οἱ δὲ εἶπαν αὐτῷ Ποῦ θέλεις ἑτοιμάσωμεν
10[an error occurred while processing this directive]10 δὲ εἶπεν αὐτοῖς Ἰδοὺ εἰσελθόντων ὑμῶν εἰς τὴν πόλιν συναντήσει ὑμῖν ἄνθρωπος κεράμιον ὕδατος βαστάζων ἀκολουθήσατε αὐτῷ εἰς τὴν οἰκίαν εἰς ἣν εἰσπορεύεται
11[an error occurred while processing this directive]11καὶ ἐρεῖτε τῷ οἰκοδεσπότῃ τῆς οἰκίας Λέγει σοι Διδάσκαλος Ποῦ ἐστιν τὸ κατάλυμα ὅπου τὸ πάσχα μετὰ τῶν μαθητῶν μου φάγω
12[an error occurred while processing this directive]12κἀκεῖνος ὑμῖν δείξει ἀνάγαιον μέγα ἐστρωμένον ἐκεῖ ἑτοιμάσατε
13[an error occurred while processing this directive]13Ἀπελθόντες δὲ εὗρον καθὼς εἰρήκει αὐτοῖς καὶ ἡτοίμασαν τὸ πάσχα
14[an error occurred while processing this directive]14Καὶ ὅτε ἐγένετο ὥρα ἀνέπεσεν καὶ οἱ ἀπόστολοι σὺν αὐτῷ
15[an error occurred while processing this directive]15καὶ εἶπεν πρὸς αὐτούς Ἐπιθυμίᾳ ἐπεθύμησα τοῦτο τὸ πάσχα φαγεῖν μεθ’ ὑμῶν πρὸ τοῦ με παθεῖν
16[an error occurred while processing this directive]16λέγω γὰρ ὑμῖν ὅτι 〈οὐκέτι〉 οὐ μὴ φάγω αὐτὸ ἕως ὅτου πληρωθῇ ἐν τῇ βασιλείᾳ τοῦ Θεοῦ
17[an error occurred while processing this directive]17Καὶ δεξάμενος ποτήριον εὐχαριστήσας εἶπεν Λάβετε τοῦτο καὶ διαμερίσατε εἰς ἑαυτούς
18[an error occurred while processing this directive]18λέγω γὰρ ὑμῖν [ὅτι] οὐ μὴ πίω ἀπὸ τοῦ νῦν ἀπὸ τοῦ γενήματος τῆς ἀμπέλου ἕως οὗ βασιλεία τοῦ Θεοῦ ἔλθῃ
19[an error occurred while processing this directive]19Καὶ λαβὼν ἄρτον εὐχαριστήσας ἔκλασεν καὶ ἔδωκεν αὐτοῖς λέγων Τοῦτό ἐστιν τὸ σῶμά μου τὸ ὑπὲρ ὑμῶν διδόμενον τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν
20[an error occurred while processing this directive]20καὶ τὸ ποτήριον ὡσαύτως μετὰ τὸ δειπνῆσαι λέγων Τοῦτο τὸ ποτήριον καινὴ διαθήκη ἐν τῷ αἵματί μου τὸ ὑπὲρ ὑμῶν ἐκχυννόμενον
21[an error occurred while processing this directive]21Πλὴν ἰδοὺ χεὶρ τοῦ παραδιδόντος με μετ’ ἐμοῦ ἐπὶ τῆς τραπέζης
22[an error occurred while processing this directive]22ὅτι Υἱὸς μὲν τοῦ ἀνθρώπου κατὰ τὸ ὡρισμένον πορεύεται πλὴν οὐαὶ τῷ ἀνθρώπῳ ἐκείνῳ δι’ οὗ παραδίδοται
23[an error occurred while processing this directive]23Καὶ αὐτοὶ ἤρξαντο συζητεῖν πρὸς ἑαυτοὺς τὸ τίς ἄρα εἴη ἐξ αὐτῶν τοῦτο μέλλων πράσσειν
24[an error occurred while processing this directive]24Ἐγένετο δὲ καὶ φιλονεικία ἐν αὐτοῖς τὸ τίς αὐτῶν δοκεῖ εἶναι μείζων
25[an error occurred while processing this directive]25 δὲ εἶπεν αὐτοῖς Οἱ βασιλεῖς τῶν ἐθνῶν κυριεύουσιν αὐτῶν καὶ οἱ ἐξουσιάζοντες αὐτῶν εὐεργέται καλοῦνται
26[an error occurred while processing this directive]26ὑμεῖς δὲ οὐχ οὕτως ἀλλ’ μείζων ἐν ὑμῖν γινέσθω ὡς νεώτερος καὶ ἡγούμενος ὡς διακονῶν
27[an error occurred while processing this directive]27τίς γὰρ μείζων ἀνακείμενος διακονῶν οὐχὶ ἀνακείμενος ἐγὼ δὲ ἐν μέσῳ ὑμῶν εἰμι ὡς διακονῶν
28[an error occurred while processing this directive]28Ὑμεῖς δέ ἐστε οἱ διαμεμενηκότες μετ’ ἐμοῦ ἐν τοῖς πειρασμοῖς μου
29[an error occurred while processing this directive]29κἀγὼ διατίθεμαι ὑμῖν καθὼς διέθετό μοι Πατήρ μου βασιλείαν
30[an error occurred while processing this directive]30ἵνα ἔσθητε καὶ πίνητε ἐπὶ τῆς τραπέζης μου ἐν τῇ βασιλείᾳ μου καὶ καθήσεσθε ἐπὶ θρόνων τὰς δώδεκα φυλὰς κρίνοντες τοῦ Ἰσραήλ
31[an error occurred while processing this directive]31Σίμων Σίμων ἰδοὺ Σατανᾶς ἐξῃτήσατο ὑμᾶς τοῦ σινιάσαι ὡς τὸν σῖτον
32[an error occurred while processing this directive]32ἐγὼ δὲ ἐδεήθην περὶ σοῦ ἵνα μὴ ἐκλίπῃ πίστις σου καὶ σύ ποτε ἐπιστρέψας στήρισον τοὺς ἀδελφούς σου
33[an error occurred while processing this directive]33 δὲ εἶπεν αὐτῷ Κύριε μετὰ σοῦ ἕτοιμός εἰμι καὶ εἰς φυλακὴν καὶ εἰς θάνατον πορεύεσθαι
34[an error occurred while processing this directive]34 δὲ εἶπεν Λέγω σοι Πέτρε οὐ φωνήσει σήμερον ἀλέκτωρ ἕως τρίς με ἀπαρνήσῃ 〈μὴ〉 εἰδέναι
35[an error occurred while processing this directive]35Καὶ εἶπεν αὐτοῖς Ὅτε ἀπέστειλα ὑμᾶς ἄτερ βαλλαντίου καὶ πήρας καὶ ὑποδημάτων μή τινος ὑστερήσατε Οἱ δὲ εἶπαν Οὐθενός
36[an error occurred while processing this directive]36Εἶπεν δὲ αὐτοῖς Ἀλλὰ νῦν ἔχων βαλλάντιον ἀράτω ὁμοίως καὶ πήραν καὶ μὴ ἔχων πωλησάτω τὸ ἱμάτιον αὐτοῦ καὶ ἀγορασάτω μάχαιραν
37[an error occurred while processing this directive]37λέγω γὰρ ὑμῖν ὅτι τοῦτο τὸ γεγραμμένον δεῖ τελεσθῆναι ἐν ἐμοί Τό Καὶ μετὰ ἀνόμων ἐλογίσθη καὶ γὰρ τὸ περὶ ἐμοῦ τέλος ἔχει
38[an error occurred while processing this directive]38Οἱ δὲ εἶπαν Κύριε ἰδοὺ μάχαιραι ὧδε δύο δὲ εἶπεν αὐτοῖς Ἱκανόν ἐστιν
39[an error occurred while processing this directive]39Καὶ ἐξελθὼν ἐπορεύθη κατὰ τὸ ἔθος εἰς τὸ ὄρος τῶν Ἐλαιῶν ἠκολούθησαν δὲ αὐτῷ καὶ οἱ μαθηταί
40[an error occurred while processing this directive]40γενόμενος δὲ ἐπὶ τοῦ τόπου εἶπεν αὐτοῖς Προσεύχεσθε μὴ εἰσελθεῖν εἰς πειρασμόν
41[an error occurred while processing this directive]41Καὶ αὐτὸς ἀπεσπάσθη ἀπ’ αὐτῶν ὡσεὶ λίθου βολήν καὶ θεὶς τὰ γόνατα προσηύχετο
42[an error occurred while processing this directive]42λέγων Πάτερ εἰ βούλει παρένεγκε τοῦτο τὸ ποτήριον ἀπ’ ἐμοῦ πλὴν μὴ τὸ θέλημά μου ἀλλὰ τὸ σὸν γινέσθω
43[an error occurred while processing this directive]43Ὤφθη δὲ αὐτῷ ἄγγελος ἀπ’ (τοῦ) οὐρανοῦ ἐνισχύων αὐτόν
44[an error occurred while processing this directive]44καὶ γενόμενος ἐν ἀγωνίᾳ ἐκτενέστερον προσηύχετο καὶ ἐγένετο ἱδρὼς αὐτοῦ ὡσεὶ θρόμβοι αἵματος καταβαίνοντες ἐπὶ τὴν γῆν
45[an error occurred while processing this directive]45Καὶ ἀναστὰς ἀπὸ τῆς προσευχῆς ἐλθὼν πρὸς τοὺς μαθητὰς εὗρεν κοιμωμένους αὐτοὺς ἀπὸ τῆς λύπης
46[an error occurred while processing this directive]46καὶ εἶπεν αὐτοῖς Τί καθεύδετε ἀναστάντες προσεύχεσθε ἵνα μὴ εἰσέλθητε εἰς πειρασμόν
47[an error occurred while processing this directive]47Ἔτι αὐτοῦ λαλοῦντος ἰδοὺ ὄχλος καὶ λεγόμενος Ἰούδας εἷς τῶν δώδεκα προήρχετο αὐτούς καὶ ἤγγισεν τῷ Ἰησοῦ φιλῆσαι αὐτόν
48[an error occurred while processing this directive]48Ἰησοῦς δὲ εἶπεν αὐτῷ Ἰούδα φιλήματι τὸν Υἱὸν τοῦ ἀνθρώπου παραδίδως
49[an error occurred while processing this directive]49Ἰδόντες δὲ οἱ περὶ αὐτὸν τὸ ἐσόμενον εἶπαν Κύριε εἰ πατάξομεν ἐν μαχαίρῃ
50[an error occurred while processing this directive]50καὶ ἐπάταξεν εἷς τις ἐξ αὐτῶν τοῦ ἀρχιερέως τὸν δοῦλον καὶ ἀφεῖλεν τὸ οὖς αὐτοῦ τὸ δεξιόν
51[an error occurred while processing this directive]51Ἀποκριθεὶς δὲ Ἰησοῦς εἶπεν Ἐᾶτε ἕως τούτου καὶ ἁψάμενος τοῦ ὠτίου ἰάσατο αὐτόν
52[an error occurred while processing this directive]52Εἶπεν δὲ Ἰησοῦς πρὸς τοὺς παραγενομένους ἐπ’ αὐτὸν ἀρχιερεῖς καὶ στρατηγοὺς τοῦ ἱεροῦ καὶ πρεσβυτέρους Ὡς ἐπὶ λῃστὴν ἐξήλθατε μετὰ μαχαιρῶν καὶ ξύλων
53[an error occurred while processing this directive]53καθ’ ἡμέραν ὄντος μου μεθ’ ὑμῶν ἐν τῷ ἱερῷ οὐκ ἐξετείνατε τὰς χεῖρας ἐπ’ ἐμέ ἀλλ’ αὕτη ἐστὶν ὑμῶν ὥρα καὶ ἐξουσία τοῦ σκότους
54[an error occurred while processing this directive]54Συλλαβόντες δὲ αὐτὸν ἤγαγον καὶ εἰσήγαγον εἰς τὴν οἰκίαν τοῦ ἀρχιερέως δὲ Πέτρος ἠκολούθει μακρόθεν
55[an error occurred while processing this directive]55Περιαψάντων δὲ πῦρ ἐν μέσῳ τῆς αὐλῆς καὶ συνκαθισάντων ἐκάθητο Πέτρος μέσος αὐτῶν
56[an error occurred while processing this directive]56ἰδοῦσα δὲ αὐτὸν παιδίσκη τις καθήμενον πρὸς τὸ φῶς καὶ ἀτενίσασα αὐτῷ εἶπεν Καὶ οὗτος σὺν αὐτῷ ἦν
57[an error occurred while processing this directive]57 δὲ ἠρνήσατο λέγων Οὐκ οἶδα αὐτόν γύναι
58[an error occurred while processing this directive]58Καὶ μετὰ βραχὺ ἕτερος ἰδὼν αὐτὸν ἔφη Καὶ σὺ ἐξ αὐτῶν εἶ δὲ Πέτρος ἔφη Ἄνθρωπε οὐκ εἰμί
59[an error occurred while processing this directive]59Καὶ διαστάσης ὡσεὶ ὥρας μιᾶς ἄλλος τις διϊσχυρίζετο λέγων Ἐπ’ ἀληθείας καὶ οὗτος μετ’ αὐτοῦ ἦν καὶ γὰρ Γαλιλαῖός ἐστιν
60[an error occurred while processing this directive]60Εἶπεν δὲ Πέτρος Ἄνθρωπε οὐκ οἶδα λέγεις καὶ παραχρῆμα ἔτι λαλοῦντος αὐτοῦ ἐφώνησεν ἀλέκτωρ
61[an error occurred while processing this directive]61καὶ στραφεὶς Κύριος ἐνέβλεψεν τῷ Πέτρῳ καὶ ὑπεμνήσθη Πέτρος τοῦ λόγου τοῦ Κυρίου ὡς εἶπεν αὐτῷ ὅτι Πρὶν ἀλέκτορα φωνῆσαι σήμερον ἀπαρνήσῃ με τρίς
62[an error occurred while processing this directive]62καὶ ἐξελθὼν ἔξω ἔκλαυσεν πικρῶς
63[an error occurred while processing this directive]63Καὶ οἱ ἄνδρες οἱ συνέχοντες αὐτὸν ἐνέπαιζον αὐτῷ δέροντες
64[an error occurred while processing this directive]64καὶ περικαλύψαντες αὐτὸν ⧼ἔτυπτον αὐτοῦ τὸ πρόσωπον καὶ⧽ ἐπηρώτων λέγοντες Προφήτευσον τίς ἐστιν παίσας σε
65[an error occurred while processing this directive]65καὶ ἕτερα πολλὰ βλασφημοῦντες ἔλεγον εἰς αὐτόν
66[an error occurred while processing this directive]66Καὶ ὡς ἐγένετο ἡμέρα συνήχθη τὸ πρεσβυτέριον τοῦ λαοῦ ἀρχιερεῖς τε καὶ γραμματεῖς καὶ ἀπήγαγον αὐτὸν εἰς τὸ συνέδριον αὐτῶν λέγοντες
67[an error occurred while processing this directive]67Εἰ σὺ εἶ Χριστός εἰπὸν ἡμῖν Εἶπεν δὲ αὐτοῖς Ἐὰν ὑμῖν εἴπω οὐ μὴ πιστεύσητε
68[an error occurred while processing this directive]68ἐὰν δὲ ἐρωτήσω οὐ μὴ ἀποκριθῆτε
69[an error occurred while processing this directive]69ἀπὸ τοῦ νῦν δὲ ἔσται Υἱὸς τοῦ ἀνθρώπου καθήμενος ἐκ δεξιῶν τῆς δυνάμεως τοῦ Θεοῦ
70[an error occurred while processing this directive]70Εἶπαν δὲ πάντες Σὺ οὖν εἶ Υἱὸς τοῦ Θεοῦ δὲ πρὸς αὐτοὺς ἔφη Ὑμεῖς λέγετε ὅτι ἐγώ εἰμι
71[an error occurred while processing this directive]71Οἱ δὲ εἶπαν Τί ἔτι ἔχομεν μαρτυρίας χρείαν αὐτοὶ γὰρ ἠκούσαμεν ἀπὸ τοῦ στόματος αὐτοῦ
[an error occurred while processing this directive]Greek and Hebrew Study Bible courtesy Bible Hub and the Discovery Bible team.
Luke 21
Top of Page
Top of Page