| 1 |
Ἤγγιζεν δὲ ἡ ἑορτὴ τῶν ἀζύμων ἡ λεγομένη Πάσχα |
Now the Feast of Unleavened Bread, called the Passover, was approaching, |
|
| 2 |
καὶ ἐζήτουν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς τὸ πῶς ἀνέλωσιν αὐτόν ἐφοβοῦντο γὰρ τὸν λαόν |
and the chief priests and scribes were looking for a way to put Jesus to death; for they feared the people. |
|
| 3 |
Εἰσῆλθεν δὲ Σατανᾶς εἰς Ἰούδαν τὸν καλούμενον Ἰσκαριώτην ὄντα ἐκ τοῦ ἀριθμοῦ τῶν δώδεκα |
Then Satan entered Judas Iscariot, who was one of the Twelve. |
|
| 4 |
καὶ ἀπελθὼν συνελάλησεν τοῖς ἀρχιερεῦσιν καὶ στρατηγοῖς τὸ πῶς αὐτοῖς παραδῷ αὐτόν |
And Judas went to discuss with the chief priests and temple officers how he might betray Jesus to them. |
|
| 5 |
καὶ ἐχάρησαν καὶ συνέθεντο αὐτῷ ἀργύριον δοῦναι |
They were delighted and agreed to give him money. |
|
| 6 |
καὶ ἐξωμολόγησεν καὶ ἐζήτει εὐκαιρίαν τοῦ παραδοῦναι αὐτὸν ἄτερ ὄχλου αὐτοῖς |
Judas consented, and began to look for an opportunity to betray Jesus to them in the absence of a crowd. |
|
| 7 |
Ἦλθεν δὲ ἡ ἡμέρα τῶν ἀζύμων [ἐν] ᾗ ἔδει θύεσθαι τὸ πάσχα |
Then came the day of Unleavened Bread on which the Passover lamb was to be sacrificed. |
|
| 8 |
καὶ ἀπέστειλεν Πέτρον καὶ Ἰωάννην εἰπών Πορευθέντες ἑτοιμάσατε ἡμῖν τὸ πάσχα ἵνα φάγωμεν |
Jesus sent Peter and John, saying, “Go and prepare for us to eat the Passover. |
|
| 9 |
Οἱ δὲ εἶπαν αὐτῷ Ποῦ θέλεις ἑτοιμάσωμεν |
“Where do You want us to prepare it? they asked. |
|
| 10 |
Ὁ δὲ εἶπεν αὐτοῖς Ἰδοὺ εἰσελθόντων ὑμῶν εἰς τὴν πόλιν συναντήσει ὑμῖν ἄνθρωπος κεράμιον ὕδατος βαστάζων ἀκολουθήσατε αὐτῷ εἰς τὴν οἰκίαν εἰς ἣν εἰσπορεύεται |
He answered, “When you enter the city, a man carrying a jug of water will meet you. Follow him to the house he enters, |
|
| 11 |
καὶ ἐρεῖτε τῷ οἰκοδεσπότῃ τῆς οἰκίας Λέγει σοι ὁ Διδάσκαλος Ποῦ ἐστιν τὸ κατάλυμα ὅπου τὸ πάσχα μετὰ τῶν μαθητῶν μου φάγω |
and say to the owner of that house, ‘The Teacher asks: Where is the guest room, where I may eat the Passover with My disciples? |
|
| 12 |
κἀκεῖνος ὑμῖν δείξει ἀνάγαιον μέγα ἐστρωμένον ἐκεῖ ἑτοιμάσατε |
And he will show you a large upper room, already furnished. Make preparations there. |
|
| 13 |
Ἀπελθόντες δὲ εὗρον καθὼς εἰρήκει αὐτοῖς καὶ ἡτοίμασαν τὸ πάσχα |
So they went and found it just as Jesus had told them. And they prepared the Passover. |
|
| 14 |
Καὶ ὅτε ἐγένετο ἡ ὥρα ἀνέπεσεν καὶ οἱ ἀπόστολοι σὺν αὐτῷ |
When the hour had come, Jesus reclined at the table with His apostles. |
|
| 15 |
καὶ εἶπεν πρὸς αὐτούς Ἐπιθυμίᾳ ἐπεθύμησα τοῦτο τὸ πάσχα φαγεῖν μεθ’ ὑμῶν πρὸ τοῦ με παθεῖν |
And He said to them, “I have eagerly desired to eat this Passover with you before My suffering. |
|
| 16 |
λέγω γὰρ ὑμῖν ὅτι 〈οὐκέτι〉 οὐ μὴ φάγω αὐτὸ ἕως ὅτου πληρωθῇ ἐν τῇ βασιλείᾳ τοῦ Θεοῦ |
For I tell you that I will not eat it again until it is fulfilled in the kingdom of God. |
|
| 17 |
Καὶ δεξάμενος ποτήριον εὐχαριστήσας εἶπεν Λάβετε τοῦτο καὶ διαμερίσατε εἰς ἑαυτούς |
After taking the cup, He gave thanks and said, “Take this and divide it among yourselves. |
|
| 18 |
λέγω γὰρ ὑμῖν [ὅτι] οὐ μὴ πίω ἀπὸ τοῦ νῦν ἀπὸ τοῦ γενήματος τῆς ἀμπέλου ἕως οὗ ἡ βασιλεία τοῦ Θεοῦ ἔλθῃ |
For I tell you that I will not drink of the fruit of the vine from now on until the kingdom of God comes. |
|
| 19 |
Καὶ λαβὼν ἄρτον εὐχαριστήσας ἔκλασεν καὶ ἔδωκεν αὐτοῖς λέγων Τοῦτό ἐστιν τὸ σῶμά μου τὸ ὑπὲρ ὑμῶν διδόμενον τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν |
And He took the bread, gave thanks and broke it, and gave it to them, saying, “This is My body, given for you; do this in remembrance of Me. |
|
| 20 |
καὶ τὸ ποτήριον ὡσαύτως μετὰ τὸ δειπνῆσαι λέγων Τοῦτο τὸ ποτήριον ἡ καινὴ διαθήκη ἐν τῷ αἵματί μου τὸ ὑπὲρ ὑμῶν ἐκχυννόμενον |
In the same way, after supper He took the cup, saying, “This cup is the new covenant in My blood, which is poured out for you. |
|
| 21 |
Πλὴν ἰδοὺ ἡ χεὶρ τοῦ παραδιδόντος με μετ’ ἐμοῦ ἐπὶ τῆς τραπέζης |
Look! The hand of My betrayer is with Mine on the table. |
|
| 22 |
ὅτι ὁ Υἱὸς μὲν τοῦ ἀνθρώπου κατὰ τὸ ὡρισμένον πορεύεται πλὴν οὐαὶ τῷ ἀνθρώπῳ ἐκείνῳ δι’ οὗ παραδίδοται |
Indeed, the Son of Man will go as it has been determined, but woe to that man who betrays Him. |
|
| 23 |
Καὶ αὐτοὶ ἤρξαντο συζητεῖν πρὸς ἑαυτοὺς τὸ τίς ἄρα εἴη ἐξ αὐτῶν ὁ τοῦτο μέλλων πράσσειν |
Then they began to question among themselves which of them was going to do this. |
|
| 24 |
Ἐγένετο δὲ καὶ φιλονεικία ἐν αὐτοῖς τὸ τίς αὐτῶν δοκεῖ εἶναι μείζων |
A dispute also arose among the disciples as to which of them would be considered the greatest. |
|
| 25 |
ὁ δὲ εἶπεν αὐτοῖς Οἱ βασιλεῖς τῶν ἐθνῶν κυριεύουσιν αὐτῶν καὶ οἱ ἐξουσιάζοντες αὐτῶν εὐεργέται καλοῦνται |
So Jesus declared, “The kings of the Gentiles lord it over them, and those in authority over them call themselves benefactors. |
|
| 26 |
ὑμεῖς δὲ οὐχ οὕτως ἀλλ’ ὁ μείζων ἐν ὑμῖν γινέσθω ὡς ὁ νεώτερος καὶ ὁ ἡγούμενος ὡς ὁ διακονῶν |
But you shall not be like them. Instead, the greatest among you should be like the youngest, and the one who leads like the one who serves. |
|
| 27 |
τίς γὰρ μείζων ὁ ἀνακείμενος ἢ ὁ διακονῶν οὐχὶ ὁ ἀνακείμενος ἐγὼ δὲ ἐν μέσῳ ὑμῶν εἰμι ὡς ὁ διακονῶν |
For who is greater, the one who reclines at the table or the one who serves? Is it not the one who reclines? But I am among you as one who serves. |
|
| 28 |
Ὑμεῖς δέ ἐστε οἱ διαμεμενηκότες μετ’ ἐμοῦ ἐν τοῖς πειρασμοῖς μου |
You are the ones who have stood by Me in My trials. |
|
| 29 |
κἀγὼ διατίθεμαι ὑμῖν καθὼς διέθετό μοι ὁ Πατήρ μου βασιλείαν |
And I bestow on you a kingdom, just as My Father has bestowed one on Me, |
|
| 30 |
ἵνα ἔσθητε καὶ πίνητε ἐπὶ τῆς τραπέζης μου ἐν τῇ βασιλείᾳ μου καὶ καθήσεσθε ἐπὶ θρόνων τὰς δώδεκα φυλὰς κρίνοντες τοῦ Ἰσραήλ |
so that you may eat and drink at My table in My kingdom, and sit on thrones, judging the twelve tribes of Israel. |
|
| 31 |
Σίμων Σίμων ἰδοὺ ὁ Σατανᾶς ἐξῃτήσατο ὑμᾶς τοῦ σινιάσαι ὡς τὸν σῖτον |
Simon, Simon, Satan has asked to sift each of you like wheat. |
|
| 32 |
ἐγὼ δὲ ἐδεήθην περὶ σοῦ ἵνα μὴ ἐκλίπῃ ἡ πίστις σου καὶ σύ ποτε ἐπιστρέψας στήρισον τοὺς ἀδελφούς σου |
But I have prayed for you, Simon, that your faith will not fail. And when you have turned back, strengthen your brothers. |
|
| 33 |
Ὁ δὲ εἶπεν αὐτῷ Κύριε μετὰ σοῦ ἕτοιμός εἰμι καὶ εἰς φυλακὴν καὶ εἰς θάνατον πορεύεσθαι |
“Lord, said Peter, “I am ready to go with You even to prison and to death. |
|
| 34 |
Ὁ δὲ εἶπεν Λέγω σοι Πέτρε οὐ φωνήσει σήμερον ἀλέκτωρ ἕως τρίς με ἀπαρνήσῃ 〈μὴ〉 εἰδέναι |
But Jesus replied, “I tell you, Peter, the rooster will not crow today until you have denied three times that you know Me. |
|
| 35 |
Καὶ εἶπεν αὐτοῖς Ὅτε ἀπέστειλα ὑμᾶς ἄτερ βαλλαντίου καὶ πήρας καὶ ὑποδημάτων μή τινος ὑστερήσατε Οἱ δὲ εἶπαν Οὐθενός |
Then Jesus asked them, “When I sent you out without purse or bag or sandals, did you lack anything? “Nothing, they answered. |
|
| 36 |
Εἶπεν δὲ αὐτοῖς Ἀλλὰ νῦν ὁ ἔχων βαλλάντιον ἀράτω ὁμοίως καὶ πήραν καὶ ὁ μὴ ἔχων πωλησάτω τὸ ἱμάτιον αὐτοῦ καὶ ἀγορασάτω μάχαιραν |
“Now, however, He told them, “the one with a purse should take it, and likewise a bag; and the one without a sword should sell his cloak and buy one. |
|
| 37 |
λέγω γὰρ ὑμῖν ὅτι τοῦτο τὸ γεγραμμένον δεῖ τελεσθῆναι ἐν ἐμοί Τό Καὶ μετὰ ἀνόμων ἐλογίσθη καὶ γὰρ τὸ περὶ ἐμοῦ τέλος ἔχει |
For I tell you that this Scripture must be fulfilled in Me: ‘And He was numbered with the transgressors.’ For what is written about Me is reaching its fulfillment. |
|
| 38 |
Οἱ δὲ εἶπαν Κύριε ἰδοὺ μάχαιραι ὧδε δύο Ὁ δὲ εἶπεν αὐτοῖς Ἱκανόν ἐστιν |
So they said, “Look, Lord, here are two swords. “That is enough, He answered. |
|
| 39 |
Καὶ ἐξελθὼν ἐπορεύθη κατὰ τὸ ἔθος εἰς τὸ ὄρος τῶν Ἐλαιῶν ἠκολούθησαν δὲ αὐτῷ καὶ οἱ μαθηταί |
Jesus went out as usual to the Mount of Olives, and the disciples followed Him. |
|
| 40 |
γενόμενος δὲ ἐπὶ τοῦ τόπου εἶπεν αὐτοῖς Προσεύχεσθε μὴ εἰσελθεῖν εἰς πειρασμόν |
When He came to the place, He told them, “Pray that you will not enter into temptation. |
|
| 41 |
Καὶ αὐτὸς ἀπεσπάσθη ἀπ’ αὐτῶν ὡσεὶ λίθου βολήν καὶ θεὶς τὰ γόνατα προσηύχετο |
And He withdrew about a stone’s throw beyond them, where He knelt down and prayed, |
|
| 42 |
λέγων Πάτερ εἰ βούλει παρένεγκε τοῦτο τὸ ποτήριον ἀπ’ ἐμοῦ πλὴν μὴ τὸ θέλημά μου ἀλλὰ τὸ σὸν γινέσθω |
“Father, if You are willing, take this cup from Me. Yet not My will, but Yours be done. |
|
| 43 |
Ὤφθη δὲ αὐτῷ ἄγγελος ἀπ’ (τοῦ) οὐρανοῦ ἐνισχύων αὐτόν |
Then an angel from heaven appeared to Him and strengthened Him. |
|
| 44 |
καὶ γενόμενος ἐν ἀγωνίᾳ ἐκτενέστερον προσηύχετο καὶ ἐγένετο ὁ ἱδρὼς αὐτοῦ ὡσεὶ θρόμβοι αἵματος καταβαίνοντες ἐπὶ τὴν γῆν |
And in His anguish, He prayed more earnestly, and His sweat became like drops of blood falling to the ground. |
|
| 45 |
Καὶ ἀναστὰς ἀπὸ τῆς προσευχῆς ἐλθὼν πρὸς τοὺς μαθητὰς εὗρεν κοιμωμένους αὐτοὺς ἀπὸ τῆς λύπης |
When Jesus rose from prayer and returned to the disciples, He found them asleep, exhausted from sorrow. |
|
| 46 |
καὶ εἶπεν αὐτοῖς Τί καθεύδετε ἀναστάντες προσεύχεσθε ἵνα μὴ εἰσέλθητε εἰς πειρασμόν |
“Why are you sleeping? He asked. “Get up and pray so that you will not enter into temptation. |
|
| 47 |
Ἔτι αὐτοῦ λαλοῦντος ἰδοὺ ὄχλος καὶ ὁ λεγόμενος Ἰούδας εἷς τῶν δώδεκα προήρχετο αὐτούς καὶ ἤγγισεν τῷ Ἰησοῦ φιλῆσαι αὐτόν |
While He was still speaking, a crowd arrived, led by the man called Judas, one of the Twelve. He approached Jesus to kiss Him. |
|
| 48 |
Ἰησοῦς δὲ εἶπεν αὐτῷ Ἰούδα φιλήματι τὸν Υἱὸν τοῦ ἀνθρώπου παραδίδως |
But Jesus asked him, “Judas, are you betraying the Son of Man with a kiss? |
|
| 49 |
Ἰδόντες δὲ οἱ περὶ αὐτὸν τὸ ἐσόμενον εἶπαν Κύριε εἰ πατάξομεν ἐν μαχαίρῃ |
Those around Jesus saw what was about to happen and said, “Lord, should we strike with our swords? |
|
| 50 |
καὶ ἐπάταξεν εἷς τις ἐξ αὐτῶν τοῦ ἀρχιερέως τὸν δοῦλον καὶ ἀφεῖλεν τὸ οὖς αὐτοῦ τὸ δεξιόν |
And one of them struck the servant of the high priest, cutting off his right ear. |
|
| 51 |
Ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν Ἐᾶτε ἕως τούτου καὶ ἁψάμενος τοῦ ὠτίου ἰάσατο αὐτόν |
But Jesus answered, “No more of this! And He touched the man’s ear and healed him. |
|
| 52 |
Εἶπεν δὲ Ἰησοῦς πρὸς τοὺς παραγενομένους ἐπ’ αὐτὸν ἀρχιερεῖς καὶ στρατηγοὺς τοῦ ἱεροῦ καὶ πρεσβυτέρους Ὡς ἐπὶ λῃστὴν ἐξήλθατε μετὰ μαχαιρῶν καὶ ξύλων |
Then Jesus said to the chief priests, temple officers, and elders who had come for Him, “Have you come out with swords and clubs as you would against an outlaw? |
|
| 53 |
καθ’ ἡμέραν ὄντος μου μεθ’ ὑμῶν ἐν τῷ ἱερῷ οὐκ ἐξετείνατε τὰς χεῖρας ἐπ’ ἐμέ ἀλλ’ αὕτη ἐστὶν ὑμῶν ἡ ὥρα καὶ ἡ ἐξουσία τοῦ σκότους |
Every day I was with you in the temple courts, and you did not lay a hand on Me. But this hour belongs to you and to the power of darkness. |
|
| 54 |
Συλλαβόντες δὲ αὐτὸν ἤγαγον καὶ εἰσήγαγον εἰς τὴν οἰκίαν τοῦ ἀρχιερέως ὁ δὲ Πέτρος ἠκολούθει μακρόθεν |
Then they seized Jesus, led Him away, and took Him into the house of the high priest. And Peter followed at a distance. |
|
| 55 |
Περιαψάντων δὲ πῦρ ἐν μέσῳ τῆς αὐλῆς καὶ συνκαθισάντων ἐκάθητο ὁ Πέτρος μέσος αὐτῶν |
When those present had kindled a fire in the middle of the courtyard and sat down together, Peter sat down among them. |
|
| 56 |
ἰδοῦσα δὲ αὐτὸν παιδίσκη τις καθήμενον πρὸς τὸ φῶς καὶ ἀτενίσασα αὐτῷ εἶπεν Καὶ οὗτος σὺν αὐτῷ ἦν |
A servant girl saw him seated in the firelight and looked intently at him. “This man also was with Him, she said. |
|
| 57 |
Ὁ δὲ ἠρνήσατο λέγων Οὐκ οἶδα αὐτόν γύναι |
But Peter denied it. “Woman, I do not know Him, he said. |
|
| 58 |
Καὶ μετὰ βραχὺ ἕτερος ἰδὼν αὐτὸν ἔφη Καὶ σὺ ἐξ αὐτῶν εἶ Ὁ δὲ Πέτρος ἔφη Ἄνθρωπε οὐκ εἰμί |
A short time later, someone else saw him and said, “You also are one of them. But Peter said, “Man, I am not. |
|
| 59 |
Καὶ διαστάσης ὡσεὶ ὥρας μιᾶς ἄλλος τις διϊσχυρίζετο λέγων Ἐπ’ ἀληθείας καὶ οὗτος μετ’ αὐτοῦ ἦν καὶ γὰρ Γαλιλαῖός ἐστιν |
About an hour later, another man insisted, “Certainly this man was with Him, for he too is a Galilean. |
|
| 60 |
Εἶπεν δὲ ὁ Πέτρος Ἄνθρωπε οὐκ οἶδα ὃ λέγεις καὶ παραχρῆμα ἔτι λαλοῦντος αὐτοῦ ἐφώνησεν ἀλέκτωρ |
“Man, I do not know what you are talking about, Peter replied. While he was still speaking, the rooster crowed. |
|
| 61 |
καὶ στραφεὶς ὁ Κύριος ἐνέβλεψεν τῷ Πέτρῳ καὶ ὑπεμνήσθη ὁ Πέτρος τοῦ λόγου τοῦ Κυρίου ὡς εἶπεν αὐτῷ ὅτι Πρὶν ἀλέκτορα φωνῆσαι σήμερον ἀπαρνήσῃ με τρίς |
And the Lord turned and looked at Peter. Then Peter remembered the word that the Lord had spoken to him: “Before the rooster crows today, you will deny Me three times. |
|
| 62 |
καὶ ἐξελθὼν ἔξω ἔκλαυσεν πικρῶς |
And he went outside and wept bitterly. |
|
| 63 |
Καὶ οἱ ἄνδρες οἱ συνέχοντες αὐτὸν ἐνέπαιζον αὐτῷ δέροντες |
The men who were holding Jesus began to mock Him and beat Him. |
|
| 64 |
καὶ περικαλύψαντες αὐτὸν ⧼ἔτυπτον αὐτοῦ τὸ πρόσωπον καὶ⧽ ἐπηρώτων λέγοντες Προφήτευσον τίς ἐστιν ὁ παίσας σε |
They blindfolded Him and kept demanding, “Prophesy! Who hit You? |
|
| 65 |
καὶ ἕτερα πολλὰ βλασφημοῦντες ἔλεγον εἰς αὐτόν |
And they said many other blasphemous things against Him. |
|
| 66 |
Καὶ ὡς ἐγένετο ἡμέρα συνήχθη τὸ πρεσβυτέριον τοῦ λαοῦ ἀρχιερεῖς τε καὶ γραμματεῖς καὶ ἀπήγαγον αὐτὸν εἰς τὸ συνέδριον αὐτῶν λέγοντες |
At daybreak the council of the elders of the people, both the chief priests and scribes, met together. They led Jesus into their Sanhedrin and said, |
|
| 67 |
Εἰ σὺ εἶ ὁ Χριστός εἰπὸν ἡμῖν Εἶπεν δὲ αὐτοῖς Ἐὰν ὑμῖν εἴπω οὐ μὴ πιστεύσητε |
“If You are the Christ, tell us. Jesus answered, “If I tell you, you will not believe. |
|
| 68 |
ἐὰν δὲ ἐρωτήσω οὐ μὴ ἀποκριθῆτε |
And if I ask you a question, you will not answer. |
|
| 69 |
ἀπὸ τοῦ νῦν δὲ ἔσται ὁ Υἱὸς τοῦ ἀνθρώπου καθήμενος ἐκ δεξιῶν τῆς δυνάμεως τοῦ Θεοῦ |
But from now on the Son of Man will be seated at the right hand of the power of God.” |
|
| 70 |
Εἶπαν δὲ πάντες Σὺ οὖν εἶ ὁ Υἱὸς τοῦ Θεοῦ Ὁ δὲ πρὸς αὐτοὺς ἔφη Ὑμεῖς λέγετε ὅτι ἐγώ εἰμι |
So they all asked, “Are You then the Son of God? He replied, “You say that I am. |
|
| 71 |
Οἱ δὲ εἶπαν Τί ἔτι ἔχομεν μαρτυρίας χρείαν αὐτοὶ γὰρ ἠκούσαμεν ἀπὸ τοῦ στόματος αὐτοῦ |
“Why do we need any more testimony? they declared. “We have heard it for ourselves from His own lips. |
|