Acts 16
[an error occurred while processing this directive] Parallel GRK [BSB CSB ESV HCS KJV ISV NAS NET NIV NLT GRK]
[an error occurred while processing this directive]Greek Study Bible
1[an error occurred while processing this directive]1Κατήντησεν δὲ καὶ εἰς Δέρβην καὶ εἰς Λύστραν καὶ ἰδοὺ μαθητής τις ἦν ἐκεῖ ὀνόματι Τιμόθεος υἱὸς γυναικὸς Ἰουδαίας πιστῆς πατρὸς δὲ Ἕλληνος
2[an error occurred while processing this directive]2ὃς ἐμαρτυρεῖτο ὑπὸ τῶν ἐν Λύστροις καὶ Ἰκονίῳ ἀδελφῶν
3[an error occurred while processing this directive]3τοῦτον ἠθέλησεν Παῦλος σὺν αὐτῷ ἐξελθεῖν καὶ λαβὼν περιέτεμεν αὐτὸν διὰ τοὺς Ἰουδαίους τοὺς ὄντας ἐν τοῖς τόποις ἐκείνοις ᾔδεισαν γὰρ ἅπαντες ὅτι Ἕλλην πατὴρ αὐτοῦ ὑπῆρχεν
4[an error occurred while processing this directive]4Ὡς δὲ διεπορεύοντο τὰς πόλεις παρεδίδοσαν αὐτοῖς φυλάσσειν τὰ δόγματα τὰ κεκριμένα ὑπὸ τῶν ἀποστόλων καὶ πρεσβυτέρων τῶν ἐν Ἱεροσολύμοις
5[an error occurred while processing this directive]5Αἱ μὲν οὖν ἐκκλησίαι ἐστερεοῦντο τῇ πίστει καὶ ἐπερίσσευον τῷ ἀριθμῷ καθ’ ἡμέραν
6[an error occurred while processing this directive]6Διῆλθον δὲ τὴν Φρυγίαν καὶ Γαλατικὴν χώραν κωλυθέντες ὑπὸ τοῦ Ἁγίου Πνεύματος λαλῆσαι τὸν λόγον ἐν τῇ Ἀσίᾳ
7[an error occurred while processing this directive]7ἐλθόντες δὲ κατὰ τὴν Μυσίαν ἐπείραζον εἰς τὴν Βιθυνίαν πορευθῆναι καὶ οὐκ εἴασεν αὐτοὺς τὸ Πνεῦμα Ἰησοῦ
8[an error occurred while processing this directive]8παρελθόντες δὲ τὴν Μυσίαν κατέβησαν εἰς Τρῳάδα
9[an error occurred while processing this directive]9Καὶ ὅραμα διὰ [τῆς] νυκτὸς τῷ Παύλῳ ὤφθη ἀνὴρ Μακεδών τις ἦν ἑστὼς καὶ παρακαλῶν αὐτὸν καὶ λέγων Διαβὰς εἰς Μακεδονίαν βοήθησον ἡμῖν
10[an error occurred while processing this directive]10ὡς δὲ τὸ ὅραμα εἶδεν εὐθέως ἐζητήσαμεν ἐξελθεῖν εἰς Μακεδονίαν συμβιβάζοντες ὅτι προσκέκληται ἡμᾶς Θεὸς εὐαγγελίσασθαι αὐτούς
11[an error occurred while processing this directive]11Ἀναχθέντες δὲ ἀπὸ Τρῳάδος εὐθυδρομήσαμεν εἰς Σαμοθρᾴκην τῇ δὲ ἐπιούσῃ εἰς Νέαν Πόλιν
12[an error occurred while processing this directive]12κἀκεῖθεν εἰς Φιλίππους ἥτις ἐστὶν πρώτη τῆς μερίδος Μακεδονίας πόλις κολωνία Ἦμεν δὲ ἐν ταύτῃ τῇ πόλει διατρίβοντες ἡμέρας τινάς
13[an error occurred while processing this directive]13Τῇ τε ἡμέρᾳ τῶν σαββάτων ἐξήλθομεν ἔξω τῆς πύλης παρὰ ποταμὸν οὗ ἐνομίζομεν προσευχὴν εἶναι καὶ καθίσαντες ἐλαλοῦμεν ταῖς συνελθούσαις γυναιξίν
14[an error occurred while processing this directive]14Καί τις γυνὴ ὀνόματι Λυδία πορφυρόπωλις πόλεως Θυατείρων σεβομένη τὸν Θεόν ἤκουεν ἧς Κύριος διήνοιξεν τὴν καρδίαν προσέχειν τοῖς λαλουμένοις ὑπὸ ‹τοῦ› Παύλου
15[an error occurred while processing this directive]15ὡς δὲ ἐβαπτίσθη καὶ οἶκος αὐτῆς παρεκάλεσεν λέγουσα Εἰ κεκρίκατέ με πιστὴν τῷ Κυρίῳ εἶναι εἰσελθόντες εἰς τὸν οἶκόν μου μένετε καὶ παρεβιάσατο ἡμᾶς
16[an error occurred while processing this directive]16Ἐγένετο δὲ πορευομένων ἡμῶν εἰς τὴν προσευχὴν παιδίσκην τινὰ ἔχουσαν πνεῦμα Πύθωνα ὑπαντῆσαι ἡμῖν ἥτις ἐργασίαν πολλὴν παρεῖχεν τοῖς κυρίοις αὐτῆς μαντευομένη
17[an error occurred while processing this directive]17αὕτη κατακολουθοῦσα τῷ Παύλῳ καὶ ἡμῖν ἔκραζεν λέγουσα Οὗτοι οἱ ἄνθρωποι δοῦλοι τοῦ Θεοῦ τοῦ Ὑψίστου εἰσίν οἵτινες καταγγέλλουσιν ὑμῖν ὁδὸν σωτηρίας
18[an error occurred while processing this directive]18Τοῦτο δὲ ἐποίει ἐπὶ πολλὰς ἡμέρας διαπονηθεὶς δὲ Παῦλος καὶ ἐπιστρέψας τῷ πνεύματι εἶπεν Παραγγέλλω σοι ἐν ὀνόματι Ἰησοῦ Χριστοῦ ἐξελθεῖν ἀπ’ αὐτῆς καὶ ἐξῆλθεν αὐτῇ τῇ ὥρᾳ
19[an error occurred while processing this directive]19Ἰδόντες δὲ οἱ κύριοι αὐτῆς ὅτι ἐξῆλθεν ἐλπὶς τῆς ἐργασίας αὐτῶν ἐπιλαβόμενοι τὸν Παῦλον καὶ τὸν Σιλᾶν εἵλκυσαν εἰς τὴν ἀγορὰν ἐπὶ τοὺς ἄρχοντας
20[an error occurred while processing this directive]20καὶ προσαγαγόντες αὐτοὺς τοῖς στρατηγοῖς εἶπαν Οὗτοι οἱ ἄνθρωποι ἐκταράσσουσιν ἡμῶν τὴν πόλιν Ἰουδαῖοι ὑπάρχοντες
21[an error occurred while processing this directive]21καὶ καταγγέλλουσιν ἔθη οὐκ ἔξεστιν ἡμῖν παραδέχεσθαι οὐδὲ ποιεῖν Ῥωμαίοις οὖσιν
22[an error occurred while processing this directive]22Καὶ συνεπέστη ὄχλος κατ’ αὐτῶν καὶ οἱ στρατηγοὶ περιρήξαντες αὐτῶν τὰ ἱμάτια ἐκέλευον ῥαβδίζειν
23[an error occurred while processing this directive]23πολλάς τε* ἐπιθέντες αὐτοῖς πληγὰς ἔβαλον εἰς φυλακήν παραγγείλαντες τῷ δεσμοφύλακι ἀσφαλῶς τηρεῖν αὐτούς
24[an error occurred while processing this directive]24ὃς παραγγελίαν τοιαύτην λαβὼν ἔβαλεν αὐτοὺς εἰς τὴν ἐσωτέραν φυλακὴν καὶ τοὺς πόδας ἠσφαλίσατο αὐτῶν εἰς τὸ ξύλον
25[an error occurred while processing this directive]25Κατὰ δὲ τὸ μεσονύκτιον Παῦλος καὶ Σιλᾶς προσευχόμενοι ὕμνουν τὸν Θεόν ἐπηκροῶντο δὲ αὐτῶν οἱ δέσμιοι
26[an error occurred while processing this directive]26ἄφνω δὲ σεισμὸς ἐγένετο μέγας ὥστε σαλευθῆναι τὰ θεμέλια τοῦ δεσμωτηρίου ἠνεῴχθησαν δὲ παραχρῆμα αἱ θύραι πᾶσαι καὶ πάντων τὰ δεσμὰ ἀνέθη
27[an error occurred while processing this directive]27Ἔξυπνος δὲ γενόμενος δεσμοφύλαξ καὶ ἰδὼν ἀνεῳγμένας τὰς θύρας τῆς φυλακῆς σπασάμενος τὴν μάχαιραν ἤμελλεν ἑαυτὸν ἀναιρεῖν νομίζων ἐκπεφευγέναι τοὺς δεσμίους
28[an error occurred while processing this directive]28ἐφώνησεν δὲ «‹ὁ› Παῦλος» «μεγάλῃ φωνῇ» λέγων Μηδὲν πράξῃς σεαυτῷ κακόν ἅπαντες γάρ ἐσμεν ἐνθάδε
29[an error occurred while processing this directive]29Αἰτήσας δὲ φῶτα εἰσεπήδησεν καὶ ἔντρομος γενόμενος προσέπεσεν τῷ Παύλῳ καὶ ‹τῷ› Σιλᾷ
30[an error occurred while processing this directive]30καὶ προαγαγὼν αὐτοὺς ἔξω ἔφη Κύριοι τί με δεῖ ποιεῖν ἵνα σωθῶ
31[an error occurred while processing this directive]31Οἱ δὲ εἶπαν Πίστευσον ἐπὶ τὸν Κύριον Ἰησοῦν καὶ σωθήσῃ σὺ καὶ οἶκός σου
32[an error occurred while processing this directive]32καὶ ἐλάλησαν αὐτῷ τὸν λόγον τοῦ κυρίου* σὺν πᾶσιν τοῖς ἐν τῇ οἰκίᾳ αὐτοῦ
33[an error occurred while processing this directive]33καὶ παραλαβὼν αὐτοὺς ἐν ἐκείνῃ τῇ ὥρᾳ τῆς νυκτὸς ἔλουσεν ἀπὸ τῶν πληγῶν καὶ ἐβαπτίσθη αὐτὸς καὶ οἱ αὐτοῦ πάντες* παραχρῆμα
34[an error occurred while processing this directive]34ἀναγαγών τε αὐτοὺς εἰς τὸν οἶκον παρέθηκεν τράπεζαν καὶ ἠγαλλιάσατο πανοικεὶ πεπιστευκὼς τῷ Θεῷ
35[an error occurred while processing this directive]35Ἡμέρας δὲ γενομένης ἀπέστειλαν οἱ στρατηγοὶ τοὺς ῥαβδούχους λέγοντες Ἀπόλυσον τοὺς ἀνθρώπους ἐκείνους
36[an error occurred while processing this directive]36Ἀπήγγειλεν δὲ δεσμοφύλαξ τοὺς λόγους τούτους πρὸς τὸν Παῦλον ὅτι Ἀπέσταλκαν οἱ στρατηγοὶ ἵνα ἀπολυθῆτε νῦν οὖν ἐξελθόντες πορεύεσθε ἐν εἰρήνῃ
37[an error occurred while processing this directive]37 δὲ Παῦλος ἔφη πρὸς αὐτούς Δείραντες ἡμᾶς δημοσίᾳ ἀκατακρίτους ἀνθρώπους Ῥωμαίους ὑπάρχοντας ἔβαλαν εἰς φυλακήν καὶ νῦν λάθρᾳ ἡμᾶς ἐκβάλλουσιν οὐ γάρ ἀλλὰ ἐλθόντες αὐτοὶ ἡμᾶς ἐξαγαγέτωσαν
38[an error occurred while processing this directive]38Ἀπήγγειλαν δὲ τοῖς στρατηγοῖς οἱ ῥαβδοῦχοι τὰ ῥήματα ταῦτα ἐφοβήθησαν δὲ ἀκούσαντες ὅτι Ῥωμαῖοί εἰσιν
39[an error occurred while processing this directive]39καὶ ἐλθόντες παρεκάλεσαν αὐτούς καὶ ἐξαγαγόντες ἠρώτων ἀπελθεῖν ἀπὸ τῆς πόλεως
40[an error occurred while processing this directive]40ἐξελθόντες δὲ ἀπὸ τῆς φυλακῆς εἰσῆλθον πρὸς τὴν Λυδίαν καὶ ἰδόντες παρεκάλεσαν τοὺς ἀδελφοὺς καὶ ἐξῆλθαν
[an error occurred while processing this directive]Greek and Hebrew Study Bible courtesy Bible Hub and the Discovery Bible team.
Acts 15
Top of Page
Top of Page