Luke 9
NIV Parallel GRK [BSB CSB ESV HCS KJV ISV NAS NET NIV NLT GRK]
New International VersionGreek Study Bible
1When Jesus had called the Twelve together, he gave them power and authority to drive out all demons and to cure diseases,1Συνκαλεσάμενος δὲ τοὺς δώδεκα ἔδωκεν αὐτοῖς δύναμιν καὶ ἐξουσίαν ἐπὶ πάντα τὰ δαιμόνια καὶ νόσους θεραπεύειν
2and he sent them out to proclaim the kingdom of God and to heal the sick.2καὶ ἀπέστειλεν αὐτοὺς κηρύσσειν τὴν βασιλείαν τοῦ Θεοῦ καὶ ἰᾶσθαι ‹τοὺς ἀσθενεῖς›
3He told them: "Take nothing for the journey--no staff, no bag, no bread, no money, no extra shirt.3καὶ εἶπεν πρὸς αὐτούς Μηδὲν αἴρετε εἰς τὴν ὁδόν μήτε ῥάβδον μήτε πήραν μήτε ἄρτον μήτε ἀργύριον μήτε ἀνὰ δύο χιτῶνας ἔχειν
4Whatever house you enter, stay there until you leave that town.4καὶ εἰς ἣν ἂν οἰκίαν εἰσέλθητε ἐκεῖ μένετε καὶ ἐκεῖθεν ἐξέρχεσθε
5If people do not welcome you, leave their town and shake the dust off your feet as a testimony against them."5καὶ ὅσοι ἂν μὴ δέχωνται ὑμᾶς ἐξερχόμενοι ἀπὸ τῆς πόλεως ἐκείνης τὸν κονιορτὸν ἀπὸ τῶν ποδῶν ὑμῶν ἀποτινάσσετε εἰς μαρτύριον ἐπ’ αὐτούς
6So they set out and went from village to village, proclaiming the good news and healing people everywhere.6Ἐξερχόμενοι δὲ διήρχοντο κατὰ τὰς κώμας εὐαγγελιζόμενοι καὶ θεραπεύοντες πανταχοῦ
7Now Herod the tetrarch heard about all that was going on. And he was perplexed because some were saying that John had been raised from the dead,7Ἤκουσεν δὲ Ἡρῴδης τετραάρχης τὰ γινόμενα πάντα καὶ διηπόρει διὰ τὸ λέγεσθαι ὑπό τινων ὅτι Ἰωάννης ἠγέρθη ἐκ νεκρῶν
8others that Elijah had appeared, and still others that one of the prophets of long ago had come back to life.8ὑπό τινων δὲ ὅτι Ἠλίας ἐφάνη ἄλλων δὲ ὅτι προφήτης τις τῶν ἀρχαίων ἀνέστη
9But Herod said, "I beheaded John. Who, then, is this I hear such things about?" And he tried to see him.9Εἶπεν δὲ ‹ὁ› Ἡρῴδης Ἰωάννην ἐγὼ ἀπεκεφάλισα τίς δέ ἐστιν οὗτος περὶ οὗ ἀκούω τοιαῦτα καὶ ἐζήτει ἰδεῖν αὐτόν
10When the apostles returned, they reported to Jesus what they had done. Then he took them with him and they withdrew by themselves to a town called Bethsaida,10Καὶ ὑποστρέψαντες οἱ ἀπόστολοι διηγήσαντο αὐτῷ ὅσα ἐποίησαν Καὶ παραλαβὼν αὐτοὺς ὑπεχώρησεν κατ’ ἰδίαν εἰς πόλιν καλουμένην Βηθσαϊδά
11but the crowds learned about it and followed him. He welcomed them and spoke to them about the kingdom of God, and healed those who needed healing.11οἱ δὲ ὄχλοι γνόντες ἠκολούθησαν αὐτῷ καὶ ἀποδεξάμενος αὐτοὺς ἐλάλει αὐτοῖς περὶ τῆς βασιλείας τοῦ Θεοῦ καὶ τοὺς χρείαν ἔχοντας θεραπείας ἰᾶτο
12Late in the afternoon the Twelve came to him and said, "Send the crowd away so they can go to the surrounding villages and countryside and find food and lodging, because we are in a remote place here."12 δὲ ἡμέρα ἤρξατο κλίνειν προσελθόντες δὲ οἱ δώδεκα εἶπαν αὐτῷ Ἀπόλυσον τὸν ὄχλον ἵνα πορευθέντες εἰς τὰς κύκλῳ κώμας καὶ ἀγροὺς καταλύσωσιν καὶ εὕρωσιν ἐπισιτισμόν ὅτι ὧδε ἐν ἐρήμῳ τόπῳ ἐσμέν
13He replied, "You give them something to eat." They answered, "We have only five loaves of bread and two fish--unless we go and buy food for all this crowd."13Εἶπεν δὲ πρὸς αὐτούς Δότε αὐτοῖς φαγεῖν ὑμεῖς Οἱ δὲ εἶπαν Οὐκ εἰσὶν ἡμῖν πλεῖον ἄρτοι πέντε καὶ ἰχθύες δύο εἰ μήτι πορευθέντες ἡμεῖς ἀγοράσωμεν εἰς πάντα τὸν λαὸν τοῦτον βρώματα
14(About five thousand men were there.) But he said to his disciples, "Have them sit down in groups of about fifty each."14ἦσαν γὰρ ὡσεὶ ἄνδρες πεντακισχίλιοι Εἶπεν δὲ πρὸς τοὺς μαθητὰς αὐτοῦ Κατακλίνατε αὐτοὺς κλισίας ὡσεὶ ἀνὰ πεντήκοντα
15The disciples did so, and everyone sat down.15καὶ ἐποίησαν οὕτως καὶ κατέκλιναν ἅπαντας
16Taking the five loaves and the two fish and looking up to heaven, he gave thanks and broke them. Then he gave them to the disciples to distribute to the people.16Λαβὼν δὲ τοὺς πέντε ἄρτους καὶ τοὺς δύο ἰχθύας ἀναβλέψας εἰς τὸν οὐρανὸν εὐλόγησεν αὐτοὺς καὶ κατέκλασεν καὶ ἐδίδου τοῖς μαθηταῖς παραθεῖναι τῷ ὄχλῳ
17They all ate and were satisfied, and the disciples picked up twelve basketfuls of broken pieces that were left over.17Καὶ ἔφαγον καὶ ἐχορτάσθησαν πάντες καὶ ἤρθη τὸ περισσεῦσαν αὐτοῖς κλασμάτων κόφινοι δώδεκα
18Once when Jesus was praying in private and his disciples were with him, he asked them, "Who do the crowds say I am?"18Καὶ ἐγένετο ἐν τῷ εἶναι αὐτὸν προσευχόμενον κατὰ μόνας συνῆσαν αὐτῷ οἱ μαθηταί καὶ ἐπηρώτησεν αὐτοὺς λέγων Τίνα με «οἱ ὄχλοι» λέγουσιν εἶναι
19They replied, "Some say John the Baptist; others say Elijah; and still others, that one of the prophets of long ago has come back to life."19Οἱ δὲ ἀποκριθέντες εἶπαν Ἰωάννην τὸν Βαπτιστήν ἄλλοι δὲ Ἠλίαν ἄλλοι δὲ ὅτι προφήτης τις τῶν ἀρχαίων ἀνέστη
20"But what about you?" he asked. "Who do you say I am?" Peter answered, "God's Messiah."20Εἶπεν δὲ αὐτοῖς Ὑμεῖς δὲ τίνα με λέγετε εἶναι Πέτρος δὲ ἀποκριθεὶς εἶπεν Τὸν Χριστὸν τοῦ Θεοῦ
21Jesus strictly warned them not to tell this to anyone.21 δὲ ἐπιτιμήσας αὐτοῖς παρήγγειλεν μηδενὶ λέγειν τοῦτο
22And he said, "The Son of Man must suffer many things and be rejected by the elders, the chief priests and the teachers of the law, and he must be killed and on the third day be raised to life."22εἰπὼν ὅτι Δεῖ τὸν Υἱὸν τοῦ ἀνθρώπου πολλὰ παθεῖν καὶ ἀποδοκιμασθῆναι ἀπὸ τῶν πρεσβυτέρων καὶ ἀρχιερέων καὶ γραμματέων καὶ ἀποκτανθῆναι καὶ τῇ τρίτῃ ἡμέρᾳ ἐγερθῆναι
23Then he said to them all: "Whoever wants to be my disciple must deny themselves and take up their cross daily and follow me.23Ἔλεγεν δὲ πρὸς πάντας Εἴ τις θέλει ὀπίσω μου ἔρχεσθαι ἀρνησάσθω ἑαυτὸν καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ καθ’ ἡμέραν καὶ ἀκολουθείτω μοι
24For whoever wants to save their life will lose it, but whoever loses their life for me will save it.24ὃς γὰρ ἂν* θέλῃ τὴν ψυχὴν αὐτοῦ σῶσαι ἀπολέσει αὐτήν ὃς δ’ ἂν ἀπολέσῃ τὴν ψυχὴν αὐτοῦ ἕνεκεν ἐμοῦ οὗτος σώσει αὐτήν
25What good is it for someone to gain the whole world, and yet lose or forfeit their very self?25Τί γὰρ ὠφελεῖται ἄνθρωπος κερδήσας τὸν κόσμον ὅλον ἑαυτὸν δὲ ἀπολέσας ζημιωθείς
26Whoever is ashamed of me and my words, the Son of Man will be ashamed of them when he comes in his glory and in the glory of the Father and of the holy angels.26ὃς γὰρ ἂν ἐπαισχυνθῇ με καὶ τοὺς ἐμοὺς λόγους τοῦτον Υἱὸς τοῦ ἀνθρώπου ἐπαισχυνθήσεται ὅταν ἔλθῃ ἐν τῇ δόξῃ αὐτοῦ καὶ τοῦ Πατρὸς καὶ τῶν ἁγίων ἀγγέλων
27"Truly I tell you, some who are standing here will not taste death before they see the kingdom of God."27λέγω δὲ ὑμῖν ἀληθῶς εἰσίν τινες τῶν αὐτοῦ ἑστηκότων οἳ οὐ μὴ γεύσωνται θανάτου ἕως ἂν ἴδωσιν τὴν βασιλείαν τοῦ Θεοῦ
28About eight days after Jesus said this, he took Peter, John and James with him and went up onto a mountain to pray.28Ἐγένετο δὲ μετὰ τοὺς λόγους τούτους ὡσεὶ ἡμέραι ὀκτὼ καὶ παραλαβὼν Πέτρον καὶ Ἰωάννην καὶ Ἰάκωβον ἀνέβη εἰς τὸ ὄρος προσεύξασθαι
29As he was praying, the appearance of his face changed, and his clothes became as bright as a flash of lightning.29καὶ ἐγένετο ἐν τῷ προσεύχεσθαι αὐτὸν τὸ εἶδος τοῦ προσώπου αὐτοῦ ἕτερον καὶ ἱματισμὸς αὐτοῦ λευκὸς ἐξαστράπτων
30Two men, Moses and Elijah, appeared in glorious splendor, talking with Jesus.30καὶ ἰδοὺ ἄνδρες δύο συνελάλουν αὐτῷ οἵτινες ἦσαν Μωϋσῆς καὶ Ἠλίας
31They spoke about his departure, which he was about to bring to fulfillment at Jerusalem.31οἳ ὀφθέντες ἐν δόξῃ ἔλεγον τὴν ἔξοδον αὐτοῦ ἣν ἤμελλεν πληροῦν ἐν Ἰερουσαλήμ
32Peter and his companions were very sleepy, but when they became fully awake, they saw his glory and the two men standing with him.32 δὲ Πέτρος καὶ οἱ σὺν αὐτῷ ἦσαν βεβαρημένοι ὕπνῳ διαγρηγορήσαντες δὲ εἶδον* τὴν δόξαν αὐτοῦ καὶ τοὺς δύο ἄνδρας τοὺς συνεστῶτας αὐτῷ
33As the men were leaving Jesus, Peter said to him, "Master, it is good for us to be here. Let us put up three shelters--one for you, one for Moses and one for Elijah." (He did not know what he was saying.)33καὶ ἐγένετο ἐν τῷ διαχωρίζεσθαι αὐτοὺς ἀπ’ αὐτοῦ εἶπεν Πέτρος πρὸς τὸν Ἰησοῦν Ἐπιστάτα καλόν ἐστιν ἡμᾶς ὧδε εἶναι καὶ ποιήσωμεν σκηνὰς τρεῖς μίαν σοὶ καὶ μίαν Μωϋσεῖ καὶ μίαν Ἠλίᾳ μὴ εἰδὼς λέγει
34While he was speaking, a cloud appeared and covered them, and they were afraid as they entered the cloud.34Ταῦτα δὲ αὐτοῦ λέγοντος ἐγένετο νεφέλη καὶ ἐπεσκίαζεν αὐτούς ἐφοβήθησαν δὲ ἐν τῷ εἰσελθεῖν αὐτοὺς εἰς τὴν νεφέλην
35A voice came from the cloud, saying, "This is my Son, whom I have chosen; listen to him."35καὶ φωνὴ ἐγένετο ἐκ τῆς νεφέλης λέγουσα Οὗτός ἐστιν Υἱός μου ἐκλελεγμένος αὐτοῦ ἀκούετε
36When the voice had spoken, they found that Jesus was alone. The disciples kept this to themselves and did not tell anyone at that time what they had seen.36καὶ ἐν τῷ γενέσθαι τὴν φωνὴν εὑρέθη Ἰησοῦς μόνος καὶ αὐτοὶ ἐσίγησαν καὶ οὐδενὶ ἀπήγγειλαν ἐν ἐκείναις ταῖς ἡμέραις οὐδὲν ὧν ἑώρακαν
37The next day, when they came down from the mountain, a large crowd met him.37Ἐγένετο δὲ τῇ ἑξῆς ἡμέρᾳ κατελθόντων αὐτῶν ἀπὸ τοῦ ὄρους συνήντησεν αὐτῷ ὄχλος πολύς
38A man in the crowd called out, "Teacher, I beg you to look at my son, for he is my only child.38καὶ ἰδοὺ ἀνὴρ ἀπὸ τοῦ ὄχλου ἐβόησεν λέγων Διδάσκαλε δέομαί σου ἐπιβλέψαι ἐπὶ τὸν υἱόν μου ὅτι μονογενής μοί ἐστιν
39A spirit seizes him and he suddenly screams; it throws him into convulsions so that he foams at the mouth. It scarcely ever leaves him and is destroying him.39καὶ ἰδοὺ πνεῦμα λαμβάνει αὐτόν καὶ ἐξαίφνης κράζει καὶ σπαράσσει αὐτὸν μετὰ ἀφροῦ καὶ μόγις* ἀποχωρεῖ ἀπ’ αὐτοῦ συντρῖβον αὐτόν
40I begged your disciples to drive it out, but they could not."40καὶ ἐδεήθην τῶν μαθητῶν σου ἵνα ἐκβάλωσιν αὐτό καὶ οὐκ ἠδυνήθησαν
41"You unbelieving and perverse generation," Jesus replied, "how long shall I stay with you and put up with you? Bring your son here."41Ἀποκριθεὶς δὲ Ἰησοῦς εἶπεν γενεὰ ἄπιστος καὶ διεστραμμένη ἕως πότε ἔσομαι πρὸς ὑμᾶς καὶ ἀνέξομαι ὑμῶν προσάγαγε ὧδε τὸν υἱόν σου
42Even while the boy was coming, the demon threw him to the ground in a convulsion. But Jesus rebuked the impure spirit, healed the boy and gave him back to his father.42Ἔτι δὲ προσερχομένου αὐτοῦ ἔρρηξεν αὐτὸν τὸ δαιμόνιον καὶ συνεσπάραξεν ἐπετίμησεν δὲ Ἰησοῦς τῷ πνεύματι τῷ ἀκαθάρτῳ καὶ ἰάσατο τὸν παῖδα καὶ ἀπέδωκεν αὐτὸν τῷ πατρὶ αὐτοῦ
43And they were all amazed at the greatness of God. While everyone was marveling at all that Jesus did, he said to his disciples,43Ἐξεπλήσσοντο δὲ πάντες ἐπὶ τῇ μεγαλειότητι τοῦ Θεοῦ Πάντων δὲ θαυμαζόντων ἐπὶ πᾶσιν οἷς ἐποίει εἶπεν πρὸς τοὺς μαθητὰς αὐτοῦ
44"Listen carefully to what I am about to tell you: The Son of Man is going to be delivered into the hands of men."44Θέσθε ὑμεῖς εἰς τὰ ὦτα ὑμῶν τοὺς λόγους τούτους γὰρ Υἱὸς τοῦ ἀνθρώπου μέλλει παραδίδοσθαι εἰς χεῖρας ἀνθρώπων
45But they did not understand what this meant. It was hidden from them, so that they did not grasp it, and they were afraid to ask him about it.45οἱ δὲ ἠγνόουν τὸ ῥῆμα τοῦτο καὶ ἦν παρακεκαλυμμένον ἀπ’ αὐτῶν ἵνα μὴ αἴσθωνται αὐτό καὶ ἐφοβοῦντο ἐρωτῆσαι αὐτὸν περὶ τοῦ ῥήματος τούτου
46An argument started among the disciples as to which of them would be the greatest.46Εἰσῆλθεν δὲ διαλογισμὸς ἐν αὐτοῖς τὸ τίς ἂν εἴη μείζων αὐτῶν
47Jesus, knowing their thoughts, took a little child and had him stand beside him.47 δὲ Ἰησοῦς εἰδὼς τὸν διαλογισμὸν τῆς καρδίας αὐτῶν ἐπιλαβόμενος παιδίον ἔστησεν αὐτὸ παρ’ ἑαυτῷ
48Then he said to them, "Whoever welcomes this little child in my name welcomes me; and whoever welcomes me welcomes the one who sent me. For it is the one who is least among you all who is the greatest."48καὶ εἶπεν αὐτοῖς Ὃς ἐὰν δέξηται τοῦτο τὸ παιδίον ἐπὶ τῷ ὀνόματί μου ἐμὲ δέχεται καὶ ὃς ἂν ἐμὲ δέξηται δέχεται τὸν ἀποστείλαντά με γὰρ μικρότερος ἐν πᾶσιν ὑμῖν ὑπάρχων οὗτός ἐστιν μέγας
49"Master," said John, "we saw someone driving out demons in your name and we tried to stop him, because he is not one of us."49Ἀποκριθεὶς δὲ 〈ὁ〉 Ἰωάννης εἶπεν Ἐπιστάτα εἴδομέν τινα ἐν τῷ ὀνόματί σου ἐκβάλλοντα δαιμόνια καὶ ἐκωλύομεν αὐτὸν ὅτι οὐκ ἀκολουθεῖ μεθ’ ἡμῶν
50"Do not stop him," Jesus said, "for whoever is not against you is for you."50Εἶπεν δὲ πρὸς αὐτὸν ‹ὁ› Ἰησοῦς Μὴ κωλύετε ὃς γὰρ οὐκ ἔστιν καθ’ ὑμῶν ὑπὲρ ὑμῶν ἐστιν
51As the time approached for him to be taken up to heaven, Jesus resolutely set out for Jerusalem.51Ἐγένετο δὲ ἐν τῷ συμπληροῦσθαι τὰς ἡμέρας τῆς ἀναλήμψεως αὐτοῦ καὶ αὐτὸς τὸ πρόσωπον ἐστήρισεν τοῦ πορεύεσθαι εἰς Ἰερουσαλήμ
52And he sent messengers on ahead, who went into a Samaritan village to get things ready for him;52καὶ ἀπέστειλεν ἀγγέλους πρὸ προσώπου αὐτοῦ καὶ πορευθέντες εἰσῆλθον εἰς κώμην Σαμαριτῶν ὡς* ἑτοιμάσαι αὐτῷ
53but the people there did not welcome him, because he was heading for Jerusalem.53καὶ οὐκ ἐδέξαντο αὐτόν ὅτι τὸ πρόσωπον αὐτοῦ ἦν πορευόμενον εἰς Ἰερουσαλήμ
54When the disciples James and John saw this, they asked, "Lord, do you want us to call fire down from heaven to destroy them?"54Ἰδόντες δὲ οἱ μαθηταὶ Ἰάκωβος καὶ Ἰωάννης εἶπαν Κύριε θέλεις εἴπωμεν πῦρ καταβῆναι ἀπὸ τοῦ οὐρανοῦ καὶ ἀναλῶσαι αὐτούς
55But Jesus turned and rebuked them.55Στραφεὶς δὲ ἐπετίμησεν αὐτοῖς ⧼καὶ εἴπεν Οὐκ οἴδατε οἵου πνεύματός ἐστε ὑμεῖς⧽
56Then he and his disciples went to another village.56⧼ὁ γὰρ υἱὸς τοῦ ἀνθρώπου οὐκ ἦλθεν ψυχὰς ἀνθρώπων ἀπολέσαι ἀλλὰ σῶσαι⧽ καὶ ἐπορεύθησαν εἰς ἑτέραν κώμην
57As they were walking along the road, a man said to him, "I will follow you wherever you go."57Καὶ πορευομένων αὐτῶν ἐν τῇ ὁδῷ εἶπέν τις πρὸς αὐτόν Ἀκολουθήσω σοι ὅπου ἐὰν ἀπέρχῃ
58Jesus replied, "Foxes have dens and birds have nests, but the Son of Man has no place to lay his head."58Καὶ εἶπεν αὐτῷ Ἰησοῦς Αἱ ἀλώπεκες φωλεοὺς ἔχουσιν καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσεις δὲ Υἱὸς τοῦ ἀνθρώπου οὐκ ἔχει ποῦ τὴν κεφαλὴν κλίνῃ
59He said to another man, "Follow me." But he replied, "Lord, first let me go and bury my father."59Εἶπεν δὲ πρὸς ἕτερον Ἀκολούθει μοι Δὲ εἶπεν ‹Κύριε› Ἐπίτρεψόν μοι πρῶτον ἀπελθόντι θάψαι τὸν πατέρα μου
60Jesus said to him, "Let the dead bury their own dead, but you go and proclaim the kingdom of God."60Εἶπεν δὲ αὐτῷ Ἄφες τοὺς νεκροὺς θάψαι τοὺς ἑαυτῶν νεκρούς σὺ δὲ ἀπελθὼν διάγγελλε τὴν βασιλείαν τοῦ Θεοῦ
61Still another said, "I will follow you, Lord; but first let me go back and say goodbye to my family."61Εἶπεν δὲ καὶ ἕτερος Ἀκολουθήσω σοι Κύριε πρῶτον δὲ ἐπίτρεψόν μοι ἀποτάξασθαι τοῖς εἰς τὸν οἶκόν μου
62Jesus replied, "No one who puts a hand to the plow and looks back is fit for service in the kingdom of God."62Εἶπεν δὲ πρὸς αὐτὸν Ἰησοῦς Οὐδεὶς ἐπιβαλὼν τὴν χεῖρα ἐπ’ ἄροτρον καὶ βλέπων εἰς τὰ ὀπίσω εὔθετός ἐστιν τῇ βασιλείᾳ τοῦ Θεοῦ
New International Version (NIV)

Holy Bible, New International Version®, NIV® Copyright © 1973, 1978, 1984, 2011 by Biblica, Inc.® Used by permission. All rights reserved worldwide.

Greek and Hebrew Study Bible courtesy Bible Hub and the Discovery Bible team.
Luke 8
Top of Page
Top of Page