Luke 11
[an error occurred while processing this directive] Parallel GRK [BSB CSB ESV HCS KJV ISV NAS NET NIV NLT GRK]
[an error occurred while processing this directive]Greek Study Bible
1[an error occurred while processing this directive]1Καὶ ἐγένετο ἐν τῷ εἶναι αὐτὸν ἐν τόπῳ τινὶ προσευχόμενον ὡς ἐπαύσατο εἶπέν τις τῶν μαθητῶν αὐτοῦ πρὸς αὐτόν Κύριε δίδαξον ἡμᾶς προσεύχεσθαι καθὼς καὶ Ἰωάννης ἐδίδαξεν τοὺς μαθητὰς αὐτοῦ
2[an error occurred while processing this directive]2Εἶπεν δὲ αὐτοῖς Ὅταν προσεύχησθε λέγετε Πάτερ ⧼ἡμῶν ἐν τοῖς οὐρανοῖς⧽ ἁγιασθήτω τὸ ὄνομά σου Ἐλθέτω* βασιλεία σου ⧼Γενηθήτω τὸ θέλημά σου ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς⧽
3[an error occurred while processing this directive]3Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δίδου ἡμῖν τὸ καθ’ ἡμέραν
4[an error occurred while processing this directive]4Καὶ ἄφες ἡμῖν τὰς ἁμαρτίας ἡμῶν Καὶ γὰρ αὐτοὶ ἀφίομεν παντὶ ὀφείλοντι ἡμῖν Καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν ⧼ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ⧽
5[an error occurred while processing this directive]5Καὶ εἶπεν πρὸς αὐτούς Τίς ἐξ ὑμῶν ἕξει φίλον καὶ πορεύσεται πρὸς αὐτὸν μεσονυκτίου καὶ εἴπῃ αὐτῷ Φίλε χρῆσόν μοι τρεῖς ἄρτους
6[an error occurred while processing this directive]6ἐπειδὴ φίλος μου παρεγένετο ἐξ ὁδοῦ πρός με καὶ οὐκ ἔχω παραθήσω αὐτῷ
7[an error occurred while processing this directive]7Κἀκεῖνος ἔσωθεν ἀποκριθεὶς εἴπῃ Μή μοι κόπους πάρεχε ἤδη θύρα κέκλεισται καὶ τὰ παιδία μου μετ’ ἐμοῦ εἰς τὴν κοίτην εἰσίν οὐ δύναμαι ἀναστὰς δοῦναί σοι
8[an error occurred while processing this directive]8Λέγω ὑμῖν εἰ καὶ οὐ δώσει αὐτῷ ἀναστὰς διὰ τὸ εἶναι φίλον αὐτοῦ διά γε τὴν ἀναίδειαν αὐτοῦ ἐγερθεὶς δώσει αὐτῷ ὅσων χρῄζει
9[an error occurred while processing this directive]9Κἀγὼ ὑμῖν λέγω αἰτεῖτε καὶ δοθήσεται ὑμῖν ζητεῖτε καὶ εὑρήσετε κρούετε καὶ ἀνοιγήσεται ὑμῖν
10[an error occurred while processing this directive]10πᾶς γὰρ αἰτῶν λαμβάνει καὶ ζητῶν εὑρίσκει καὶ τῷ κρούοντι ἀνοιγήσεται
11[an error occurred while processing this directive]11Τίνα δὲ ἐξ ὑμῶν τὸν πατέρα αἰτήσει υἱὸς ἰχθύν καὶ* ἀντὶ ἰχθύος ὄφιν αὐτῷ ἐπιδώσει
12[an error occurred while processing this directive]12 καὶ αἰτήσει ᾠόν ἐπιδώσει αὐτῷ σκορπίον
13[an error occurred while processing this directive]13εἰ οὖν ὑμεῖς πονηροὶ ὑπάρχοντες οἴδατε δόματα ἀγαθὰ διδόναι τοῖς τέκνοις ὑμῶν πόσῳ μᾶλλον Πατὴρ ἐξ οὐρανοῦ δώσει Πνεῦμα Ἅγιον τοῖς αἰτοῦσιν αὐτόν
14[an error occurred while processing this directive]14Καὶ ἦν ἐκβάλλων δαιμόνιον καὶ αὐτὸ ἦν κωφόν ἐγένετο δὲ τοῦ δαιμονίου ἐξελθόντος ἐλάλησεν κωφός καὶ ἐθαύμασαν οἱ ὄχλοι
15[an error occurred while processing this directive]15τινὲς δὲ ἐξ αὐτῶν εἶπον* Ἐν Βεελζεβοὺλ τῷ ἄρχοντι τῶν δαιμονίων ἐκβάλλει τὰ δαιμόνια
16[an error occurred while processing this directive]16ἕτεροι δὲ πειράζοντες σημεῖον ἐξ οὐρανοῦ ἐζήτουν παρ’ αὐτοῦ
17[an error occurred while processing this directive]17Αὐτὸς δὲ εἰδὼς αὐτῶν τὰ διανοήματα εἶπεν αὐτοῖς Πᾶσα βασιλεία ἐφ’ ἑαυτὴν διαμερισθεῖσα ἐρημοῦται καὶ οἶκος ἐπὶ οἶκον πίπτει
18[an error occurred while processing this directive]18εἰ δὲ καὶ Σατανᾶς ἐφ’ ἑαυτὸν διεμερίσθη πῶς σταθήσεται βασιλεία αὐτοῦ ὅτι λέγετε ἐν Βεελζεβοὺλ ἐκβάλλειν με τὰ δαιμόνια
19[an error occurred while processing this directive]19εἰ δὲ ἐγὼ ἐν Βεελζεβοὺλ ἐκβάλλω τὰ δαιμόνια οἱ υἱοὶ ὑμῶν ἐν τίνι ἐκβάλλουσιν διὰ τοῦτο αὐτοὶ ὑμῶν κριταὶ ἔσονται
20[an error occurred while processing this directive]20εἰ δὲ ἐν δακτύλῳ Θεοῦ ἐγὼ ἐκβάλλω τὰ δαιμόνια ἄρα ἔφθασεν ἐφ’ ὑμᾶς βασιλεία τοῦ Θεοῦ
21[an error occurred while processing this directive]21Ὅταν ἰσχυρὸς καθωπλισμένος φυλάσσῃ τὴν ἑαυτοῦ αὐλήν ἐν εἰρήνῃ ἐστὶν τὰ ὑπάρχοντα αὐτοῦ
22[an error occurred while processing this directive]22ἐπὰν δὲ ἰσχυρότερος αὐτοῦ ἐπελθὼν νικήσῃ αὐτόν τὴν πανοπλίαν αὐτοῦ αἴρει ἐφ’ ἐπεποίθει καὶ τὰ σκῦλα αὐτοῦ διαδίδωσιν
23[an error occurred while processing this directive]23 μὴ ὢν μετ’ ἐμοῦ κατ’ ἐμοῦ ἐστιν καὶ μὴ συνάγων μετ’ ἐμοῦ σκορπίζει
24[an error occurred while processing this directive]24Ὅταν τὸ ἀκάθαρτον πνεῦμα ἐξέλθῃ ἀπὸ τοῦ ἀνθρώπου διέρχεται δι’ ἀνύδρων τόπων ζητοῦν ἀνάπαυσιν καὶ μὴ εὑρίσκον [τότε] λέγει Ὑποστρέψω εἰς τὸν οἶκόν μου ὅθεν ἐξῆλθον
25[an error occurred while processing this directive]25καὶ ἐλθὸν εὑρίσκει (σχολάζοντα) σεσαρωμένον καὶ κεκοσμημένον
26[an error occurred while processing this directive]26τότε πορεύεται καὶ παραλαμβάνει ἕτερα πνεύματα πονηρότερα ἑαυτοῦ ἑπτά καὶ εἰσελθόντα κατοικεῖ ἐκεῖ καὶ γίνεται τὰ ἔσχατα τοῦ ἀνθρώπου ἐκείνου χείρονα τῶν πρώτων
27[an error occurred while processing this directive]27Ἐγένετο δὲ ἐν τῷ λέγειν αὐτὸν ταῦτα ἐπάρασά τις φωνὴν γυνὴ ἐκ τοῦ ὄχλου εἶπεν αὐτῷ Μακαρία κοιλία βαστάσασά σε καὶ μαστοὶ οὓς ἐθήλασας
28[an error occurred while processing this directive]28Αὐτὸς δὲ εἶπεν Μενοῦν μακάριοι οἱ ἀκούοντες τὸν λόγον τοῦ Θεοῦ καὶ φυλάσσοντες
29[an error occurred while processing this directive]29Τῶν δὲ ὄχλων ἐπαθροιζομένων ἤρξατο λέγειν γενεὰ αὕτη γενεὰ πονηρά ἐστιν σημεῖον ζητεῖ καὶ σημεῖον οὐ δοθήσεται αὐτῇ εἰ μὴ τὸ σημεῖον Ἰωνᾶ
30[an error occurred while processing this directive]30καθὼς γὰρ ἐγένετο (ὁ) Ἰωνᾶς τοῖς Νινευίταις σημεῖον οὕτως ἔσται καὶ Υἱὸς τοῦ ἀνθρώπου τῇ γενεᾷ ταύτῃ
31[an error occurred while processing this directive]31Βασίλισσα νότου ἐγερθήσεται ἐν τῇ κρίσει μετὰ τῶν ἀνδρῶν τῆς γενεᾶς ταύτης καὶ κατακρινεῖ αὐτούς ὅτι ἦλθεν ἐκ τῶν περάτων τῆς γῆς ἀκοῦσαι τὴν σοφίαν Σολομῶνος καὶ ἰδοὺ πλεῖον Σολομῶνος ὧδε
32[an error occurred while processing this directive]32ἄνδρες Νινευῖται ἀναστήσονται ἐν τῇ κρίσει μετὰ τῆς γενεᾶς ταύτης καὶ κατακρινοῦσιν αὐτήν ὅτι μετενόησαν εἰς τὸ κήρυγμα Ἰωνᾶ καὶ ἰδοὺ πλεῖον Ἰωνᾶ ὧδε
33[an error occurred while processing this directive]33Οὐδεὶς λύχνον ἅψας εἰς κρύπτην τίθησιν οὐδὲ ὑπὸ τὸν μόδιον ἀλλ’ ἐπὶ τὴν λυχνίαν ἵνα οἱ εἰσπορευόμενοι τὸ φέγγος βλέπωσιν
34[an error occurred while processing this directive]34 λύχνος τοῦ σώματός ἐστιν ὀφθαλμός σου ὅταν ὀφθαλμός σου ἁπλοῦς καὶ ὅλον τὸ σῶμά σου φωτεινόν ἐστιν ἐπὰν δὲ πονηρὸς καὶ τὸ σῶμά σου σκοτεινόν
35[an error occurred while processing this directive]35σκόπει οὖν μὴ τὸ φῶς τὸ ἐν σοὶ σκότος ἐστίν
36[an error occurred while processing this directive]36εἰ οὖν τὸ σῶμά σου ὅλον φωτεινόν μὴ ἔχον μέρος τι σκοτεινόν ἔσται φωτεινὸν ὅλον ὡς ὅταν λύχνος τῇ ἀστραπῇ φωτίζῃ σε
37[an error occurred while processing this directive]37Ἐν δὲ τῷ λαλῆσαι ἐρωτᾷ αὐτὸν Φαρισαῖος ὅπως ἀριστήσῃ παρ’ αὐτῷ εἰσελθὼν δὲ ἀνέπεσεν
38[an error occurred while processing this directive]38 δὲ Φαρισαῖος ἰδὼν ἐθαύμασεν ὅτι οὐ πρῶτον ἐβαπτίσθη πρὸ τοῦ ἀρίστου
39[an error occurred while processing this directive]39Εἶπεν δὲ Κύριος πρὸς αὐτόν Νῦν ὑμεῖς οἱ Φαρισαῖοι τὸ ἔξωθεν τοῦ ποτηρίου καὶ τοῦ πίνακος καθαρίζετε τὸ δὲ ἔσωθεν ὑμῶν γέμει ἁρπαγῆς καὶ πονηρίας
40[an error occurred while processing this directive]40ἄφρονες οὐχ ποιήσας τὸ ἔξωθεν καὶ τὸ ἔσωθεν ἐποίησεν
41[an error occurred while processing this directive]41πλὴν τὰ ἐνόντα δότε ἐλεημοσύνην καὶ ἰδοὺ πάντα καθαρὰ ὑμῖν ἐστιν
42[an error occurred while processing this directive]42Ἀλλὰ οὐαὶ ὑμῖν τοῖς Φαρισαίοις ὅτι ἀποδεκατοῦτε τὸ ἡδύοσμον καὶ τὸ πήγανον καὶ πᾶν λάχανον καὶ παρέρχεσθε τὴν κρίσιν καὶ τὴν ἀγάπην τοῦ Θεοῦ ταῦτα δὲ ἔδει ποιῆσαι κἀκεῖνα μὴ παρεῖναι
43[an error occurred while processing this directive]43Οὐαὶ ὑμῖν τοῖς Φαρισαίοις ὅτι ἀγαπᾶτε τὴν πρωτοκαθεδρίαν ἐν ταῖς συναγωγαῖς καὶ τοὺς ἀσπασμοὺς ἐν ταῖς ἀγοραῖς
44[an error occurred while processing this directive]44οὐαὶ ὑμῖν ὅτι ἐστὲ ὡς τὰ μνημεῖα τὰ ἄδηλα καὶ οἱ ἄνθρωποι οἱ περιπατοῦντες ἐπάνω οὐκ οἴδασιν
45[an error occurred while processing this directive]45Ἀποκριθεὶς δέ τις τῶν νομικῶν λέγει αὐτῷ Διδάσκαλε ταῦτα λέγων καὶ ἡμᾶς ὑβρίζεις
46[an error occurred while processing this directive]46 δὲ εἶπεν Καὶ ὑμῖν τοῖς νομικοῖς οὐαί ὅτι φορτίζετε τοὺς ἀνθρώπους φορτία δυσβάστακτα καὶ αὐτοὶ ἑνὶ τῶν δακτύλων ὑμῶν οὐ προσψαύετε τοῖς φορτίοις
47[an error occurred while processing this directive]47οὐαὶ ὑμῖν ὅτι οἰκοδομεῖτε τὰ μνημεῖα τῶν προφητῶν οἱ δὲ πατέρες ὑμῶν ἀπέκτειναν αὐτούς
48[an error occurred while processing this directive]48ἄρα μάρτυρές ἐστε καὶ συνευδοκεῖτε τοῖς ἔργοις τῶν πατέρων ὑμῶν ὅτι αὐτοὶ μὲν ἀπέκτειναν αὐτοὺς ὑμεῖς δὲ οἰκοδομεῖτε
49[an error occurred while processing this directive]49διὰ τοῦτο καὶ σοφία τοῦ Θεοῦ εἶπεν Ἀποστελῶ εἰς αὐτοὺς προφήτας καὶ ἀποστόλους καὶ ἐξ αὐτῶν ἀποκτενοῦσιν καὶ διώξουσιν
50[an error occurred while processing this directive]50ἵνα ἐκζητηθῇ τὸ αἷμα πάντων τῶν προφητῶν τὸ ἐκκεχυμένον ἀπὸ καταβολῆς κόσμου ἀπὸ τῆς γενεᾶς ταύτης
51[an error occurred while processing this directive]51ἀπὸ αἵματος Ἅβελ ἕως αἵματος Ζαχαρίου τοῦ ἀπολομένου μεταξὺ τοῦ θυσιαστηρίου καὶ τοῦ οἴκου ναί λέγω ὑμῖν ἐκζητηθήσεται ἀπὸ τῆς γενεᾶς ταύτης
52[an error occurred while processing this directive]52Οὐαὶ ὑμῖν τοῖς νομικοῖς ὅτι ἤρατε τὴν κλεῖδα τῆς γνώσεως αὐτοὶ οὐκ εἰσήλθατε καὶ τοὺς εἰσερχομένους ἐκωλύσατε
53[an error occurred while processing this directive]53Κἀκεῖθεν ἐξελθόντος αὐτοῦ ἤρξαντο οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι δεινῶς ἐνέχειν καὶ ἀποστοματίζειν αὐτὸν περὶ πλειόνων
54[an error occurred while processing this directive]54ἐνεδρεύοντες αὐτὸν θηρεῦσαί τι ἐκ τοῦ στόματος αὐτοῦ
[an error occurred while processing this directive]Greek and Hebrew Study Bible courtesy Bible Hub and the Discovery Bible team.
Luke 10
Top of Page
Top of Page