Luke 10
[an error occurred while processing this directive] Parallel GRK [BSB CSB ESV HCS KJV ISV NAS NET NIV NLT GRK]
[an error occurred while processing this directive]Greek Study Bible
1[an error occurred while processing this directive]1Μετὰ δὲ ταῦτα ἀνέδειξεν Κύριος ‹καὶ› ἑτέρους ἑβδομήκοντα ‹δύο› καὶ ἀπέστειλεν αὐτοὺς ἀνὰ δύο ‹δύο› πρὸ προσώπου αὐτοῦ εἰς πᾶσαν πόλιν καὶ τόπον οὗ ἤμελλεν αὐτὸς ἔρχεσθαι
2[an error occurred while processing this directive]2ἔλεγεν δὲ πρὸς αὐτούς μὲν θερισμὸς πολύς οἱ δὲ ἐργάται ὀλίγοι δεήθητε οὖν τοῦ Κυρίου τοῦ θερισμοῦ ὅπως ἐργάτας ἐκβάλῃ εἰς τὸν θερισμὸν αὐτοῦ
3[an error occurred while processing this directive]3Ὑπάγετε ἰδοὺ ἀποστέλλω ὑμᾶς ὡς ἄρνας ἐν μέσῳ λύκων
4[an error occurred while processing this directive]4μὴ βαστάζετε βαλλάντιον μὴ πήραν μὴ ὑποδήματα καὶ μηδένα κατὰ τὴν ὁδὸν ἀσπάσησθε
5[an error occurred while processing this directive]5Εἰς ἣν δ’ ἂν εἰσέλθητε οἰκίαν πρῶτον λέγετε Εἰρήνη τῷ οἴκῳ τούτῳ
6[an error occurred while processing this directive]6καὶ ἐὰν ἐκεῖ υἱὸς εἰρήνης ἐπαναπαήσεται ἐπ’ αὐτὸν εἰρήνη ὑμῶν εἰ δὲ μή¦γε ἐφ’ ὑμᾶς ἀνακάμψει
7[an error occurred while processing this directive]7ἐν αὐτῇ δὲ τῇ οἰκίᾳ μένετε ἐσθίοντες* καὶ πίνοντες τὰ παρ’ αὐτῶν ἄξιος γὰρ ἐργάτης τοῦ μισθοῦ αὐτοῦ μὴ μεταβαίνετε ἐξ οἰκίας εἰς οἰκίαν
8[an error occurred while processing this directive]8Καὶ εἰς ἣν ἂν πόλιν εἰσέρχησθε καὶ δέχωνται ὑμᾶς ἐσθίετε τὰ παρατιθέμενα ὑμῖν
9[an error occurred while processing this directive]9καὶ θεραπεύετε τοὺς ἐν αὐτῇ ἀσθενεῖς καὶ λέγετε αὐτοῖς Ἤγγικεν ἐφ’ ὑμᾶς βασιλεία τοῦ Θεοῦ
10[an error occurred while processing this directive]10Εἰς ἣν δ’ ἂν πόλιν εἰσέλθητε καὶ μὴ δέχωνται ὑμᾶς ἐξελθόντες εἰς τὰς πλατείας αὐτῆς εἴπατε
11[an error occurred while processing this directive]11Καὶ τὸν κονιορτὸν τὸν κολληθέντα ἡμῖν ἐκ τῆς πόλεως ὑμῶν εἰς τοὺς πόδας ἀπομασσόμεθα ὑμῖν πλὴν τοῦτο γινώσκετε ὅτι ἤγγικεν βασιλεία τοῦ Θεοῦ
12[an error occurred while processing this directive]12λέγω ὑμῖν ὅτι Σοδόμοις ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἀνεκτότερον ἔσται τῇ πόλει ἐκείνῃ
13[an error occurred while processing this directive]13Οὐαί σοι Χοραζίν οὐαί σοι Βηθσαϊδά ὅτι εἰ ἐν Τύρῳ καὶ Σιδῶνι ἐγενήθησαν αἱ δυνάμεις αἱ γενόμεναι ἐν ὑμῖν πάλαι ἂν ἐν σάκκῳ καὶ σποδῷ καθήμενοι μετενόησαν
14[an error occurred while processing this directive]14πλὴν Τύρῳ καὶ Σιδῶνι ἀνεκτότερον ἔσται ἐν τῇ κρίσει ὑμῖν
15[an error occurred while processing this directive]15καὶ σύ Καφαρναούμ μὴ ἕως οὐρανοῦ ὑψωθήσῃ ἕως τοῦ ᾅδου καταβήσῃ
16[an error occurred while processing this directive]16 ἀκούων ὑμῶν ἐμοῦ ἀκούει καὶ ἀθετῶν ὑμᾶς ἐμὲ ἀθετεῖ δὲ ἐμὲ ἀθετῶν ἀθετεῖ τὸν ἀποστείλαντά με
17[an error occurred while processing this directive]17Ὑπέστρεψαν δὲ οἱ ἑβδομήκοντα ‹δύο› μετὰ χαρᾶς λέγοντες Κύριε καὶ τὰ δαιμόνια ὑποτάσσεται ἡμῖν ἐν τῷ ὀνόματί σου
18[an error occurred while processing this directive]18Εἶπεν δὲ αὐτοῖς Ἐθεώρουν τὸν Σατανᾶν ὡς ἀστραπὴν ἐκ τοῦ οὐρανοῦ πεσόντα
19[an error occurred while processing this directive]19ἰδοὺ δέδωκα ὑμῖν τὴν ἐξουσίαν τοῦ πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ καὶ οὐδὲν ὑμᾶς οὐ μὴ ἀδικήσῃ*
20[an error occurred while processing this directive]20πλὴν ἐν τούτῳ μὴ χαίρετε ὅτι τὰ πνεύματα ὑμῖν ὑποτάσσεται χαίρετε δὲ ὅτι τὰ ὀνόματα ὑμῶν ἐνγέγραπται ἐν τοῖς οὐρανοῖς
21[an error occurred while processing this directive]21Ἐν αὐτῇ τῇ ὥρᾳ ἠγαλλιάσατο [ἐν] τῷ Πνεύματι τῷ Ἁγίῳ καὶ εἶπεν Ἐξομολογοῦμαί σοι Πάτερ Κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς ὅτι ἀπέκρυψας ταῦτα ἀπὸ σοφῶν καὶ συνετῶν καὶ ἀπεκάλυψας αὐτὰ νηπίοις ναί Πατήρ ὅτι οὕτως εὐδοκία ἐγένετο ἔμπροσθέν σου
22[an error occurred while processing this directive]22Πάντα μοι παρεδόθη ὑπὸ τοῦ Πατρός μου καὶ οὐδεὶς γινώσκει τίς ἐστιν Υἱὸς εἰ μὴ Πατήρ καὶ τίς ἐστιν Πατὴρ εἰ μὴ Υἱὸς καὶ ἐὰν βούληται Υἱὸς ἀποκαλύψαι
23[an error occurred while processing this directive]23Καὶ στραφεὶς πρὸς τοὺς μαθητὰς κατ’ ἰδίαν εἶπεν Μακάριοι οἱ ὀφθαλμοὶ οἱ βλέποντες βλέπετε
24[an error occurred while processing this directive]24λέγω γὰρ ὑμῖν ὅτι πολλοὶ προφῆται καὶ βασιλεῖς ἠθέλησαν ἰδεῖν ὑμεῖς βλέπετε καὶ οὐκ εἶδαν καὶ ἀκοῦσαι ἀκούετε καὶ οὐκ ἤκουσαν
25[an error occurred while processing this directive]25Καὶ ἰδοὺ νομικός τις ἀνέστη ἐκπειράζων αὐτὸν λέγων Διδάσκαλε τί ποιήσας ζωὴν αἰώνιον κληρονομήσω
26[an error occurred while processing this directive]26 δὲ εἶπεν πρὸς αὐτόν Ἐν τῷ νόμῳ τί γέγραπται πῶς ἀναγινώσκεις
27[an error occurred while processing this directive]27 δὲ ἀποκριθεὶς εἶπεν Ἀγαπήσεις Κύριον τὸν Θεόν σου ἐξ ὅλης τῆς καρδίας σου καὶ ἐν ὅλῃ τῇ ψυχῇ σου καὶ ἐν ὅλῃ τῇ ἰσχύϊ σου καὶ ἐν ὅλῃ τῇ διανοίᾳ σου καὶ Τὸν πλησίον σου ὡς σεαυτόν
28[an error occurred while processing this directive]28Εἶπεν δὲ αὐτῷ Ὀρθῶς ἀπεκρίθης τοῦτο ποίει καὶ ζήσῃ
29[an error occurred while processing this directive]29 δὲ θέλων δικαιῶσαι ἑαυτὸν εἶπεν πρὸς τὸν Ἰησοῦν Καὶ τίς ἐστίν μου πλησίον
30[an error occurred while processing this directive]30Ὑπολαβὼν ‹δὲ› Ἰησοῦς εἶπεν Ἄνθρωπός τις κατέβαινεν ἀπὸ Ἰερουσαλὴμ εἰς Ἰεριχὼ καὶ λῃσταῖς περιέπεσεν οἳ καὶ ἐκδύσαντες αὐτὸν καὶ πληγὰς ἐπιθέντες ἀπῆλθον ἀφέντες ἡμιθανῆ
31[an error occurred while processing this directive]31Κατὰ συγκυρίαν δὲ ἱερεύς τις κατέβαινεν ἐν τῇ ὁδῷ ἐκείνῃ καὶ ἰδὼν αὐτὸν ἀντιπαρῆλθεν
32[an error occurred while processing this directive]32Ὁμοίως δὲ καὶ Λευίτης [γενόμενος] κατὰ τὸν τόπον ἐλθὼν καὶ ἰδὼν ἀντιπαρῆλθεν
33[an error occurred while processing this directive]33Σαμαρίτης δέ τις ὁδεύων ἦλθεν κατ’ αὐτὸν καὶ ἰδὼν ἐσπλαγχνίσθη
34[an error occurred while processing this directive]34καὶ προσελθὼν κατέδησεν τὰ τραύματα αὐτοῦ ἐπιχέων ἔλαιον καὶ οἶνον ἐπιβιβάσας δὲ αὐτὸν ἐπὶ τὸ ἴδιον κτῆνος ἤγαγεν αὐτὸν εἰς πανδοχεῖον καὶ ἐπεμελήθη αὐτοῦ
35[an error occurred while processing this directive]35Καὶ ἐπὶ τὴν αὔριον ἐκβαλὼν «δύο δηνάρια» ἔδωκεν τῷ πανδοχεῖ καὶ εἶπεν Ἐπιμελήθητι αὐτοῦ καὶ τι ἂν προσδαπανήσῃς ἐγὼ ἐν τῷ ἐπανέρχεσθαί με ἀποδώσω σοι
36[an error occurred while processing this directive]36Τίς τούτων τῶν τριῶν πλησίον δοκεῖ σοι γεγονέναι τοῦ ἐμπεσόντος εἰς τοὺς λῃστάς
37[an error occurred while processing this directive]37 δὲ εἶπεν ποιήσας τὸ ἔλεος μετ’ αὐτοῦ Εἶπεν δὲ αὐτῷ Ἰησοῦς Πορεύου καὶ σὺ ποίει ὁμοίως
38[an error occurred while processing this directive]38Ἐν δὲ τῷ πορεύεσθαι αὐτοὺς αὐτὸς εἰσῆλθεν εἰς κώμην τινά γυνὴ δέ τις ὀνόματι Μάρθα ὑπεδέξατο αὐτὸν 〈εἰς τὴν οἰκίαν〉
39[an error occurred while processing this directive]39καὶ τῇδε ἦν ἀδελφὴ καλουμένη Μαριάμ καὶ παρακαθεσθεῖσα πρὸς τοὺς πόδας τοῦ Κυρίου ἤκουεν τὸν λόγον αὐτοῦ
40[an error occurred while processing this directive]40 δὲ Μάρθα περιεσπᾶτο περὶ πολλὴν διακονίαν ἐπιστᾶσα δὲ εἶπεν Κύριε οὐ μέλει σοι ὅτι ἀδελφή μου μόνην με κατέλειπεν διακονεῖν εἰπὲ* οὖν αὐτῇ ἵνα μοι συναντιλάβηται
41[an error occurred while processing this directive]41Ἀποκριθεὶς δὲ εἶπεν αὐτῇ Κύριος Μάρθα Μάρθα μεριμνᾷς καὶ θορυβάζῃ περὶ πολλά
42[an error occurred while processing this directive]42ὀλίγων δέ ἐστιν χρεία ἑνός Μαριὰμ γὰρ τὴν ἀγαθὴν μερίδα ἐξελέξατο ἥτις οὐκ ἀφαιρεθήσεται αὐτῆς
[an error occurred while processing this directive]Greek and Hebrew Study Bible courtesy Bible Hub and the Discovery Bible team.
Luke 9
Top of Page
Top of Page