Matthew 5
[an error occurred while processing this directive] Parallel GRK [BSB CSB ESV HCS KJV ISV NAS NET NIV NLT GRK]
[an error occurred while processing this directive]Greek Study Bible
1[an error occurred while processing this directive]1Ἰδὼν δὲ τοὺς ὄχλους ἀνέβη εἰς τὸ ὄρος καὶ καθίσαντος αὐτοῦ προσῆλθαν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ
2[an error occurred while processing this directive]2καὶ ἀνοίξας τὸ στόμα αὐτοῦ ἐδίδασκεν αὐτοὺς λέγων
3[an error occurred while processing this directive]3Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι Ὅτι αὐτῶν ἐστιν βασιλεία τῶν οὐρανῶν
4[an error occurred while processing this directive]4Μακάριοι οἱ πενθοῦντες Ὅτι αὐτοὶ παρακληθήσονται
5[an error occurred while processing this directive]5Μακάριοι οἱ πραεῖς Ὅτι αὐτοὶ κληρονομήσουσιν τὴν γῆν
6[an error occurred while processing this directive]6Μακάριοι οἱ πεινῶντες καὶ διψῶντες τὴν δικαιοσύνην Ὅτι αὐτοὶ χορτασθήσονται
7[an error occurred while processing this directive]7Μακάριοι οἱ ἐλεήμονες Ὅτι αὐτοὶ ἐλεηθήσονται
8[an error occurred while processing this directive]8Μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ Ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται
9[an error occurred while processing this directive]9Μακάριοι οἱ εἰρηνοποιοί Ὅτι αὐτοὶ υἱοὶ Θεοῦ κληθήσονται
10[an error occurred while processing this directive]10Μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης Ὅτι αὐτῶν ἐστιν βασιλεία τῶν οὐρανῶν
11[an error occurred while processing this directive]11Μακάριοί ἐστε ὅταν ὀνειδίσωσιν ὑμᾶς καὶ διώξωσιν καὶ εἴπωσιν πᾶν πονηρὸν καθ’ ὑμῶν ψευδόμενοι ἕνεκεν ἐμοῦ
12[an error occurred while processing this directive]12χαίρετε καὶ ἀγαλλιᾶσθε ὅτι μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς οὕτως γὰρ ἐδίωξαν τοὺς προφήτας τοὺς πρὸ ὑμῶν
13[an error occurred while processing this directive]13Ὑμεῖς ἐστε τὸ ἅλας τῆς γῆς ἐὰν δὲ τὸ ἅλας μωρανθῇ ἐν τίνι ἁλισθήσεται εἰς οὐδὲν ἰσχύει ἔτι εἰ μὴ βληθὲν ἔξω καταπατεῖσθαι ὑπὸ τῶν ἀνθρώπων
14[an error occurred while processing this directive]14Ὑμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου οὐ δύναται πόλις κρυβῆναι ἐπάνω ὄρους κειμένη
15[an error occurred while processing this directive]15οὐδὲ καίουσιν λύχνον καὶ τιθέασιν αὐτὸν ὑπὸ τὸν μόδιον ἀλλ’ ἐπὶ τὴν λυχνίαν καὶ λάμπει πᾶσιν τοῖς ἐν τῇ οἰκίᾳ
16[an error occurred while processing this directive]16οὕτως λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων ὅπως ἴδωσιν ὑμῶν τὰ καλὰ ἔργα καὶ δοξάσωσιν τὸν πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς
17[an error occurred while processing this directive]17Μὴ νομίσητε ὅτι ἦλθον καταλῦσαι τὸν νόμον τοὺς προφήτας οὐκ ἦλθον καταλῦσαι ἀλλὰ πληρῶσαι
18[an error occurred while processing this directive]18ἀμὴν γὰρ λέγω ὑμῖν ἕως ἂν παρέλθῃ οὐρανὸς καὶ γῆ ἰῶτα ἓν μία κεραία οὐ μὴ παρέλθῃ ἀπὸ τοῦ νόμου ἕως ἂν πάντα γένηται
19[an error occurred while processing this directive]19Ὃς ἐὰν οὖν λύσῃ μίαν τῶν ἐντολῶν τούτων τῶν ἐλαχίστων καὶ διδάξῃ οὕτως τοὺς ἀνθρώπους ἐλάχιστος κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν ὃς δ’ ἂν ποιήσῃ καὶ διδάξῃ οὗτος μέγας κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν
20[an error occurred while processing this directive]20λέγω γὰρ ὑμῖν ὅτι ἐὰν μὴ περισσεύσῃ ὑμῶν δικαιοσύνη πλεῖον τῶν γραμματέων καὶ Φαρισαίων οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν
21[an error occurred while processing this directive]21Ἠκούσατε ὅτι ἐρρέθη τοῖς ἀρχαίοις Οὐ φονεύσεις ὃς δ’ ἂν φονεύσῃ ἔνοχος ἔσται τῇ κρίσει
22[an error occurred while processing this directive]22ἐγὼ δὲ λέγω ὑμῖν ὅτι πᾶς ὀργιζόμενος τῷ ἀδελφῷ αὐτοῦ ἔνοχος ἔσται τῇ κρίσει ὃς δ’ ἂν εἴπῃ τῷ ἀδελφῷ αὐτοῦ Ῥακά ἔνοχος ἔσται τῷ συνεδρίῳ ὃς δ’ ἂν εἴπῃ Μωρέ ἔνοχος ἔσται εἰς τὴν γέενναν τοῦ πυρός
23[an error occurred while processing this directive]23Ἐὰν οὖν προσφέρῃς τὸ δῶρόν σου ἐπὶ τὸ θυσιαστήριον κἀκεῖ μνησθῇς ὅτι ἀδελφός σου ἔχει τι κατὰ σοῦ
24[an error occurred while processing this directive]24ἄφες ἐκεῖ τὸ δῶρόν σου ἔμπροσθεν τοῦ θυσιαστηρίου καὶ ὕπαγε πρῶτον διαλλάγηθι τῷ ἀδελφῷ σου καὶ τότε ἐλθὼν πρόσφερε τὸ δῶρόν σου
25[an error occurred while processing this directive]25ἴσθι εὐνοῶν τῷ ἀντιδίκῳ σου ταχὺ ἕως ὅτου εἶ μετ’ αὐτοῦ ἐν τῇ ὁδῷ μή‿ ποτέ σε παραδῷ ἀντίδικος τῷ κριτῇ καὶ κριτὴς τῷ ὑπηρέτῃ καὶ εἰς φυλακὴν βληθήσῃ
26[an error occurred while processing this directive]26ἀμὴν λέγω σοι οὐ μὴ ἐξέλθῃς ἐκεῖθεν ἕως ἂν ἀποδῷς τὸν ἔσχατον κοδράντην
27[an error occurred while processing this directive]27Ἠκούσατε ὅτι ἐρρέθη Οὐ μοιχεύσεις
28[an error occurred while processing this directive]28ἐγὼ δὲ λέγω ὑμῖν ὅτι πᾶς βλέπων γυναῖκα πρὸς τὸ ἐπιθυμῆσαι αὐτὴν ἤδη ἐμοίχευσεν αὐτὴν ἐν τῇ καρδίᾳ αὐτοῦ
29[an error occurred while processing this directive]29εἰ δὲ ὀφθαλμός σου δεξιὸς σκανδαλίζει σε ἔξελε αὐτὸν καὶ βάλε ἀπὸ σοῦ συμφέρει γάρ σοι ἵνα ἀπόληται ἓν τῶν μελῶν σου καὶ μὴ ὅλον τὸ σῶμά σου βληθῇ εἰς γέενναν
30[an error occurred while processing this directive]30καὶ εἰ δεξιά σου χεὶρ σκανδαλίζει σε ἔκκοψον αὐτὴν καὶ βάλε ἀπὸ σοῦ συμφέρει γάρ σοι ἵνα ἀπόληται ἓν τῶν μελῶν σου καὶ μὴ ὅλον τὸ σῶμά σου εἰς γέενναν ἀπέλθῃ
31[an error occurred while processing this directive]31Ἐρρέθη δέ Ὃς ἂν ἀπολύσῃ τὴν γυναῖκα αὐτοῦ δότω αὐτῇ ἀποστάσιον
32[an error occurred while processing this directive]32ἐγὼ δὲ λέγω ὑμῖν ὅτι πᾶς ἀπολύων τὴν γυναῖκα αὐτοῦ παρεκτὸς λόγου πορνείας ποιεῖ αὐτὴν μοιχευθῆναι καὶ ὃς ἐὰν ἀπολελυμένην γαμήσῃ μοιχᾶται
33[an error occurred while processing this directive]33Πάλιν ἠκούσατε ὅτι ἐρρέθη τοῖς ἀρχαίοις Οὐκ ἐπιορκήσεις ἀποδώσεις δὲ τῷ Κυρίῳ τοὺς ὅρκους σου
34[an error occurred while processing this directive]34ἐγὼ δὲ λέγω ὑμῖν μὴ ὀμόσαι ὅλως μήτε ἐν τῷ οὐρανῷ ὅτι θρόνος ἐστὶν τοῦ Θεοῦ
35[an error occurred while processing this directive]35μήτε ἐν τῇ γῇ ὅτι ὑποπόδιόν ἐστιν τῶν ποδῶν αὐτοῦ μήτε εἰς Ἱεροσόλυμα ὅτι πόλις ἐστὶν τοῦ μεγάλου Βασιλέως
36[an error occurred while processing this directive]36μήτε ἐν τῇ κεφαλῇ σου ὀμόσῃς ὅτι οὐ δύνασαι μίαν τρίχα λευκὴν ποιῆσαι μέλαιναν
37[an error occurred while processing this directive]37ἔστω δὲ λόγος ὑμῶν Ναὶ ναί οὒ Οὔ τὸ δὲ περισσὸν τούτων ἐκ τοῦ πονηροῦ ἐστιν
38[an error occurred while processing this directive]38Ἠκούσατε ὅτι ἐρρέθη Ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ καὶ ὀδόντα ἀντὶ ὀδόντος
39[an error occurred while processing this directive]39ἐγὼ δὲ λέγω ὑμῖν μὴ ἀντιστῆναι τῷ πονηρῷ ἀλλ’ ὅστις σε ῥαπίζει εἰς τὴν δεξιὰν σιαγόνα σου στρέψον αὐτῷ καὶ τὴν ἄλλην
40[an error occurred while processing this directive]40καὶ τῷ θέλοντί σοι κριθῆναι καὶ τὸν χιτῶνά σου λαβεῖν ἄφες αὐτῷ καὶ τὸ ἱμάτιον
41[an error occurred while processing this directive]41καὶ ὅστις σε ἀγγαρεύσει μίλιον ἕν ὕπαγε μετ’ αὐτοῦ δύο
42[an error occurred while processing this directive]42τῷ αἰτοῦντί σε δός καὶ τὸν θέλοντα ἀπὸ σοῦ δανίσασθαι μὴ ἀποστραφῇς
43[an error occurred while processing this directive]43Ἠκούσατε ὅτι ἐρρέθη Ἀγαπήσεις τὸν πλησίον σου καὶ μισήσεις τὸν ἐχθρόν σου
44[an error occurred while processing this directive]44ἐγὼ δὲ λέγω ὑμῖν ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν καὶ προσεύχεσθε ὑπὲρ τῶν διωκόντων ὑμᾶς ⧼εὐλογεῖτε τοὺς καταρωμένους ὑμᾶς καλῶς ποιεῖτε τοῖς ἐπηρεαζόντων ὑμᾶς καὶ μισοῦσιν ὑμᾶς⧽
45[an error occurred while processing this directive]45ὅπως γένησθε υἱοὶ τοῦ Πατρὸς ὑμῶν τοῦ ἐν οὐρανοῖς ὅτι τὸν ἥλιον αὐτοῦ ἀνατέλλει ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς καὶ βρέχει ἐπὶ δικαίους καὶ ἀδίκους
46[an error occurred while processing this directive]46ἐὰν γὰρ ἀγαπήσητε τοὺς ἀγαπῶντας ὑμᾶς τίνα μισθὸν ἔχετε οὐχὶ καὶ οἱ τελῶναι τὸ αὐτὸ ποιοῦσιν
47[an error occurred while processing this directive]47καὶ ἐὰν ἀσπάσησθε τοὺς ἀδελφοὺς ὑμῶν μόνον τί περισσὸν ποιεῖτε οὐχὶ καὶ οἱ ἐθνικοὶ τὸ αὐτὸ ποιοῦσιν
48[an error occurred while processing this directive]48Ἔσεσθε οὖν ὑμεῖς τέλειοι ὡς Πατὴρ ὑμῶν οὐράνιος τέλειός ἐστιν
[an error occurred while processing this directive]Greek and Hebrew Study Bible courtesy Bible Hub and the Discovery Bible team.
Matthew 4
Top of Page
Top of Page