Luke 18
[an error occurred while processing this directive] Parallel GRK [BSB CSB ESV HCS KJV ISV NAS NET NIV NLT GRK]
[an error occurred while processing this directive]Greek Study Bible
1[an error occurred while processing this directive]1Ἔλεγεν δὲ παραβολὴν αὐτοῖς πρὸς τὸ δεῖν πάντοτε προσεύχεσθαι αὐτοὺς καὶ μὴ ἐνκακεῖν
2[an error occurred while processing this directive]2λέγων Κριτής τις ἦν ἔν τινι πόλει τὸν Θεὸν μὴ φοβούμενος καὶ ἄνθρωπον μὴ ἐντρεπόμενος
3[an error occurred while processing this directive]3χήρα δὲ ἦν ἐν τῇ πόλει ἐκείνῃ καὶ ἤρχετο πρὸς αὐτὸν λέγουσα Ἐκδίκησόν με ἀπὸ τοῦ ἀντιδίκου μου
4[an error occurred while processing this directive]4Καὶ οὐκ ἤθελεν ἐπὶ χρόνον μετὰ ταῦτα δὲ εἶπεν ἐν ἑαυτῷ Εἰ καὶ τὸν Θεὸν οὐ φοβοῦμαι οὐδὲ ἄνθρωπον ἐντρέπομαι
5[an error occurred while processing this directive]5διά γε τὸ παρέχειν μοι κόπον τὴν χήραν ταύτην ἐκδικήσω αὐτήν ἵνα μὴ εἰς τέλος ἐρχομένη ὑπωπιάζῃ με
6[an error occurred while processing this directive]6Εἶπεν δὲ Κύριος Ἀκούσατε τί κριτὴς τῆς ἀδικίας λέγει
7[an error occurred while processing this directive]7 δὲ Θεὸς οὐ μὴ ποιήσῃ τὴν ἐκδίκησιν τῶν ἐκλεκτῶν αὐτοῦ τῶν βοώντων αὐτῷ ἡμέρας καὶ νυκτός καὶ μακροθυμεῖ ἐπ’ αὐτοῖς
8[an error occurred while processing this directive]8λέγω ὑμῖν ὅτι ποιήσει τὴν ἐκδίκησιν αὐτῶν ἐν τάχει πλὴν Υἱὸς τοῦ ἀνθρώπου ἐλθὼν ἆρα εὑρήσει τὴν πίστιν ἐπὶ τῆς γῆς
9[an error occurred while processing this directive]9Εἶπεν δὲ καὶ πρός τινας τοὺς πεποιθότας ἐφ’ ἑαυτοῖς ὅτι εἰσὶν δίκαιοι καὶ ἐξουθενοῦντας τοὺς λοιποὺς τὴν παραβολὴν ταύτην
10[an error occurred while processing this directive]10Ἄνθρωποι δύο ἀνέβησαν εἰς τὸ ἱερὸν προσεύξασθαι εἷς Φαρισαῖος καὶ ἕτερος τελώνης
11[an error occurred while processing this directive]11 Φαρισαῖος σταθεὶς ταῦτα «πρὸς ἑαυτὸν» προσηύχετο Θεός εὐχαριστῶ σοι ὅτι οὐκ εἰμὶ ὥσπερ οἱ λοιποὶ τῶν ἀνθρώπων ἅρπαγες ἄδικοι μοιχοί καὶ ὡς οὗτος τελώνης
12[an error occurred while processing this directive]12νηστεύω δὶς τοῦ σαββάτου ἀποδεκατῶ πάντα ὅσα κτῶμαι
13[an error occurred while processing this directive]13 δὲ τελώνης μακρόθεν ἑστὼς οὐκ ἤθελεν οὐδὲ τοὺς ὀφθαλμοὺς ἐπᾶραι εἰς τὸν οὐρανόν ἀλλ’ ἔτυπτεν τὸ στῆθος αὐτοῦ λέγων Θεός ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ
14[an error occurred while processing this directive]14λέγω ὑμῖν κατέβη οὗτος δεδικαιωμένος εἰς τὸν οἶκον αὐτοῦ παρ’ ἐκεῖνον ὅτι πᾶς ὑψῶν ἑαυτὸν ταπεινωθήσεται δὲ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται
15[an error occurred while processing this directive]15Προσέφερον δὲ αὐτῷ καὶ τὰ βρέφη ἵνα αὐτῶν ἅπτηται ἰδόντες δὲ οἱ μαθηταὶ ἐπετίμων αὐτοῖς
16[an error occurred while processing this directive]16 δὲ Ἰησοῦς προσεκαλέσατο αὐτὰ λέγων Ἄφετε τὰ παιδία ἔρχεσθαι πρός με καὶ μὴ κωλύετε αὐτά τῶν γὰρ τοιούτων ἐστὶν βασιλεία τοῦ Θεοῦ
17[an error occurred while processing this directive]17ἀμὴν λέγω ὑμῖν ὃς ἂν μὴ δέξηται τὴν βασιλείαν τοῦ Θεοῦ ὡς παιδίον οὐ μὴ εἰσέλθῃ εἰς αὐτήν
18[an error occurred while processing this directive]18Καὶ ἐπηρώτησέν τις αὐτὸν ἄρχων λέγων Διδάσκαλε ἀγαθέ τί ποιήσας ζωὴν αἰώνιον κληρονομήσω
19[an error occurred while processing this directive]19Εἶπεν δὲ αὐτῷ Ἰησοῦς Τί με λέγεις ἀγαθόν οὐδεὶς ἀγαθὸς εἰ μὴ εἷς Θεός
20[an error occurred while processing this directive]20τὰς ἐντολὰς οἶδας Μὴ μοιχεύσῃς Μὴ φονεύσῃς Μὴ κλέψῃς Μὴ ψευδομαρτυρήσῃς Τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα
21[an error occurred while processing this directive]21 δὲ εἶπεν Ταῦτα πάντα ἐφύλαξα ἐκ νεότητος ‹μου›
22[an error occurred while processing this directive]22Ἀκούσας δὲ Ἰησοῦς εἶπεν αὐτῷ Ἔτι ἕν σοι λείπει πάντα ὅσα ἔχεις πώλησον καὶ διάδος πτωχοῖς καὶ ἕξεις θησαυρὸν ἐν τοῖς οὐρανοῖς καὶ δεῦρο ἀκολούθει μοι
23[an error occurred while processing this directive]23 δὲ ἀκούσας ταῦτα περίλυπος ἐγενήθη ἦν γὰρ πλούσιος σφόδρα
24[an error occurred while processing this directive]24Ἰδὼν δὲ αὐτὸν Ἰησοῦς [περίλυπον γενόμενον] εἶπεν Πῶς δυσκόλως οἱ τὰ χρήματα ἔχοντες εἰς τὴν βασιλείαν τοῦ Θεοῦ εἰσπορεύονται
25[an error occurred while processing this directive]25εὐκοπώτερον γάρ ἐστιν κάμηλον διὰ τρήματος βελόνης εἰσελθεῖν πλούσιον εἰς τὴν βασιλείαν τοῦ Θεοῦ εἰσελθεῖν
26[an error occurred while processing this directive]26Εἶπαν δὲ οἱ ἀκούσαντες Καὶ τίς δύναται σωθῆναι
27[an error occurred while processing this directive]27 δὲ εἶπεν Τὰ ἀδύνατα παρὰ ἀνθρώποις δυνατὰ παρὰ τῷ Θεῷ ἐστιν
28[an error occurred while processing this directive]28Εἶπεν δὲ Πέτρος Ἰδοὺ ἡμεῖς ἀφέντες τὰ ἴδια ἠκολουθήσαμέν σοι
29[an error occurred while processing this directive]29 δὲ εἶπεν αὐτοῖς Ἀμὴν λέγω ὑμῖν ὅτι οὐδείς ἐστιν ὃς ἀφῆκεν οἰκίαν γυναῖκα ἀδελφοὺς γονεῖς τέκνα ἕνεκεν τῆς βασιλείας τοῦ Θεοῦ
30[an error occurred while processing this directive]30ὃς οὐχὶ μὴ ἀπολάβῃ* πολλαπλασίονα ἐν τῷ καιρῷ τούτῳ καὶ ἐν τῷ αἰῶνι τῷ ἐρχομένῳ ζωὴν αἰώνιον
31[an error occurred while processing this directive]31Παραλαβὼν δὲ τοὺς δώδεκα εἶπεν πρὸς αὐτούς Ἰδοὺ ἀναβαίνομεν εἰς Ἰερουσαλήμ καὶ τελεσθήσεται πάντα τὰ γεγραμμένα διὰ τῶν προφητῶν τῷ Υἱῷ τοῦ ἀνθρώπου
32[an error occurred while processing this directive]32παραδοθήσεται γὰρ τοῖς ἔθνεσιν καὶ ἐμπαιχθήσεται καὶ ὑβρισθήσεται καὶ ἐμπτυσθήσεται
33[an error occurred while processing this directive]33καὶ μαστιγώσαντες ἀποκτενοῦσιν αὐτόν καὶ τῇ ἡμέρᾳ τῇ τρίτῃ ἀναστήσεται
34[an error occurred while processing this directive]34Καὶ αὐτοὶ οὐδὲν τούτων συνῆκαν καὶ ἦν τὸ ῥῆμα τοῦτο κεκρυμμένον ἀπ’ αὐτῶν καὶ οὐκ ἐγίνωσκον τὰ λεγόμενα
35[an error occurred while processing this directive]35Ἐγένετο δὲ ἐν τῷ ἐγγίζειν αὐτὸν εἰς Ἰεριχὼ τυφλός τις ἐκάθητο παρὰ τὴν ὁδὸν ἐπαιτῶν
36[an error occurred while processing this directive]36ἀκούσας δὲ ὄχλου διαπορευομένου ἐπυνθάνετο τί εἴη τοῦτο
37[an error occurred while processing this directive]37Ἀπήγγειλαν δὲ αὐτῷ ὅτι Ἰησοῦς Ναζωραῖος παρέρχεται
38[an error occurred while processing this directive]38Καὶ ἐβόησεν λέγων Ἰησοῦ υἱὲ Δαυίδ ἐλέησόν με
39[an error occurred while processing this directive]39Καὶ οἱ προάγοντες ἐπετίμων αὐτῷ ἵνα σιγήσῃ αὐτὸς δὲ πολλῷ μᾶλλον ἔκραζεν Υἱὲ Δαυίδ ἐλέησόν με
40[an error occurred while processing this directive]40Σταθεὶς δὲ Ἰησοῦς ἐκέλευσεν αὐτὸν ἀχθῆναι πρὸς αὐτόν ἐγγίσαντος δὲ αὐτοῦ ἐπηρώτησεν αὐτόν
41[an error occurred while processing this directive]41Τί σοι θέλεις ποιήσω δὲ εἶπεν Κύριε ἵνα ἀναβλέψω
42[an error occurred while processing this directive]42Καὶ Ἰησοῦς εἶπεν αὐτῷ Ἀνάβλεψον πίστις σου σέσωκέν σε
43[an error occurred while processing this directive]43καὶ παραχρῆμα ἀνέβλεψεν καὶ ἠκολούθει αὐτῷ δοξάζων τὸν Θεόν καὶ πᾶς λαὸς ἰδὼν ἔδωκεν αἶνον τῷ Θεῷ
[an error occurred while processing this directive]Greek and Hebrew Study Bible courtesy Bible Hub and the Discovery Bible team.
Luke 17
Top of Page
Top of Page