Luke 17
[an error occurred while processing this directive] Parallel GRK [BSB CSB ESV HCS KJV ISV NAS NET NIV NLT GRK]
[an error occurred while processing this directive]Greek Study Bible
1[an error occurred while processing this directive]1Εἶπεν δὲ πρὸς τοὺς μαθητὰς αὐτοῦ Ἀνένδεκτόν ἐστιν τοῦ τὰ σκάνδαλα μὴ ἐλθεῖν πλὴν* οὐαὶ δι’ οὗ ἔρχεται
2[an error occurred while processing this directive]2λυσιτελεῖ αὐτῷ εἰ λίθος μυλικὸς περίκειται περὶ τὸν τράχηλον αὐτοῦ καὶ ἔρριπται εἰς τὴν θάλασσαν ἵνα σκανδαλίσῃ τῶν μικρῶν τούτων ἕνα
3[an error occurred while processing this directive]3Προσέχετε ἑαυτοῖς ἐὰν ἁμάρτῃ ἀδελφός σου ἐπιτίμησον αὐτῷ καὶ ἐὰν μετανοήσῃ ἄφες αὐτῷ
4[an error occurred while processing this directive]4καὶ ἐὰν ἑπτάκις τῆς ἡμέρας ἁμαρτήσῃ εἰς σὲ καὶ ἑπτάκις ἐπιστρέψῃ πρὸς σὲ λέγων Μετανοῶ ἀφήσεις αὐτῷ
5[an error occurred while processing this directive]5Καὶ εἶπαν οἱ ἀπόστολοι τῷ Κυρίῳ Πρόσθες ἡμῖν πίστιν
6[an error occurred while processing this directive]6Εἶπεν δὲ Κύριος Εἰ ἔχετε πίστιν ὡς κόκκον σινάπεως ἐλέγετε ἂν τῇ συκαμίνῳ ταύτῃ Ἐκριζώθητι καὶ φυτεύθητι ἐν τῇ θαλάσσῃ καὶ ὑπήκουσεν ἂν ὑμῖν
7[an error occurred while processing this directive]7Τίς δὲ ἐξ ὑμῶν δοῦλον ἔχων ἀροτριῶντα ποιμαίνοντα ὃς εἰσελθόντι ἐκ τοῦ ἀγροῦ ἐρεῖ αὐτῷ Εὐθέως παρελθὼν ἀνάπεσε
8[an error occurred while processing this directive]8ἀλλ’ οὐχὶ ἐρεῖ αὐτῷ Ἑτοίμασον τί δειπνήσω καὶ περιζωσάμενος διακόνει μοι ἕως φάγω καὶ πίω καὶ μετὰ ταῦτα φάγεσαι καὶ πίεσαι σύ
9[an error occurred while processing this directive]9μὴ ἔχει χάριν τῷ δούλῳ ὅτι ἐποίησεν τὰ διαταχθέντα
10[an error occurred while processing this directive]10οὕτως καὶ ὑμεῖς ὅταν ποιήσητε πάντα τὰ διαταχθέντα ὑμῖν λέγετε ὅτι Δοῦλοι ἀχρεῖοί ἐσμεν ὠφείλομεν ποιῆσαι πεποιήκαμεν
11[an error occurred while processing this directive]11Καὶ ἐγένετο ἐν τῷ πορεύεσθαι εἰς Ἰερουσαλὴμ καὶ αὐτὸς διήρχετο διὰ μέσον Σαμαρείας καὶ Γαλιλαίας
12[an error occurred while processing this directive]12καὶ εἰσερχομένου αὐτοῦ εἴς τινα κώμην ἀπήντησαν [αὐτῷ] δέκα λεπροὶ ἄνδρες οἳ ἔστησαν πόρρωθεν
13[an error occurred while processing this directive]13καὶ αὐτοὶ ἦραν φωνὴν λέγοντες Ἰησοῦ Ἐπιστάτα ἐλέησον ἡμᾶς
14[an error occurred while processing this directive]14Καὶ ἰδὼν εἶπεν αὐτοῖς Πορευθέντες ἐπιδείξατε ἑαυτοὺς τοῖς ἱερεῦσιν καὶ ἐγένετο ἐν τῷ ὑπάγειν αὐτοὺς ἐκαθαρίσθησαν
15[an error occurred while processing this directive]15Εἷς δὲ ἐξ αὐτῶν ἰδὼν ὅτι ἰάθη ὑπέστρεψεν μετὰ φωνῆς μεγάλης δοξάζων τὸν Θεόν
16[an error occurred while processing this directive]16καὶ ἔπεσεν ἐπὶ πρόσωπον παρὰ τοὺς πόδας αὐτοῦ εὐχαριστῶν αὐτῷ καὶ αὐτὸς ἦν Σαμαρίτης
17[an error occurred while processing this directive]17Ἀποκριθεὶς δὲ Ἰησοῦς εἶπεν Οὐχὶ* οἱ δέκα ἐκαθαρίσθησαν οἱ δὲ ἐννέα ποῦ
18[an error occurred while processing this directive]18οὐχ εὑρέθησαν ὑποστρέψαντες δοῦναι δόξαν τῷ Θεῷ εἰ μὴ ἀλλογενὴς οὗτος
19[an error occurred while processing this directive]19καὶ εἶπεν αὐτῷ Ἀναστὰς πορεύου πίστις σου σέσωκέν σε
20[an error occurred while processing this directive]20Ἐπερωτηθεὶς δὲ ὑπὸ τῶν Φαρισαίων πότε ἔρχεται βασιλεία τοῦ Θεοῦ ἀπεκρίθη αὐτοῖς καὶ εἶπεν Οὐκ ἔρχεται βασιλεία τοῦ Θεοῦ μετὰ παρατηρήσεως
21[an error occurred while processing this directive]21οὐδὲ ἐροῦσιν Ἰδοὺ ὧδε Ἐκεῖ ἰδοὺ γὰρ βασιλεία τοῦ Θεοῦ ἐντὸς ὑμῶν ἐστιν
22[an error occurred while processing this directive]22Εἶπεν δὲ πρὸς τοὺς μαθητάς Ἐλεύσονται ἡμέραι ὅτε ἐπιθυμήσετε μίαν τῶν ἡμερῶν τοῦ Υἱοῦ τοῦ ἀνθρώπου ἰδεῖν καὶ οὐκ ὄψεσθε
23[an error occurred while processing this directive]23καὶ ἐροῦσιν ὑμῖν Ἰδοὺ ἐκεῖ [ἤ] Ἰδοὺ ὧδε μὴ ἀπέλθητε μηδὲ διώξητε
24[an error occurred while processing this directive]24ὥσπερ γὰρ ἀστραπὴ ἀστράπτουσα ἐκ τῆς ὑπὸ τὸν οὐρανὸν εἰς τὴν ὑπ’ οὐρανὸν λάμπει οὕτως ἔσται Υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ ἡμέρᾳ αὐτοῦ
25[an error occurred while processing this directive]25πρῶτον δὲ δεῖ αὐτὸν πολλὰ παθεῖν καὶ ἀποδοκιμασθῆναι ἀπὸ τῆς γενεᾶς ταύτης
26[an error occurred while processing this directive]26Καὶ καθὼς ἐγένετο ἐν ταῖς ἡμέραις Νῶε οὕτως ἔσται καὶ ἐν ταῖς ἡμέραις τοῦ Υἱοῦ τοῦ ἀνθρώπου
27[an error occurred while processing this directive]27ἤσθιον ἔπινον ἐγάμουν ἐγαμίζοντο ἄχρι ἧς ἡμέρας εἰσῆλθεν Νῶε εἰς τὴν κιβωτόν καὶ ἦλθεν κατακλυσμὸς καὶ ἀπώλεσεν πάντας
28[an error occurred while processing this directive]28Ὁμοίως καθὼς ἐγένετο ἐν ταῖς ἡμέραις Λώτ ἤσθιον ἔπινον ἠγόραζον ἐπώλουν ἐφύτευον ᾠκοδόμουν
29[an error occurred while processing this directive]29 δὲ ἡμέρᾳ ἐξῆλθεν Λὼτ ἀπὸ Σοδόμων ἔβρεξεν πῦρ καὶ θεῖον ἀπ’ οὐρανοῦ καὶ ἀπώλεσεν πάντας
30[an error occurred while processing this directive]30Κατὰ τὰ αὐτὰ ἔσται ἡμέρᾳ Υἱὸς τοῦ ἀνθρώπου ἀποκαλύπτεται
31[an error occurred while processing this directive]31ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ὃς ἔσται ἐπὶ τοῦ δώματος καὶ τὰ σκεύη αὐτοῦ ἐν τῇ οἰκίᾳ μὴ καταβάτω ἆραι αὐτά καὶ ἐν ἀγρῷ ὁμοίως μὴ ἐπιστρεψάτω εἰς τὰ ὀπίσω
32[an error occurred while processing this directive]32μνημονεύετε τῆς γυναικὸς Λώτ
33[an error occurred while processing this directive]33ὃς ἐὰν ζητήσῃ τὴν ψυχὴν αὐτοῦ περιποιήσασθαι ἀπολέσει αὐτήν ὃς δ’* ἂν ἀπολέσῃ* ζωογονήσει αὐτήν
34[an error occurred while processing this directive]34λέγω ὑμῖν ταύτῃ τῇ νυκτὶ ἔσονται δύο ἐπὶ κλίνης μιᾶς εἷς παραλημφθήσεται καὶ ἕτερος ἀφεθήσεται
35[an error occurred while processing this directive]35ἔσονται δύο ἀλήθουσαι ἐπὶ τὸ αὐτό μία παραλημφθήσεται δὲ ἑτέρα ἀφεθήσεται
36[an error occurred while processing this directive]36{δύο ἔσονται ἐν τῷ ἀγρῷ εἷς παραληφθήσεται καὶ ἕτερος ἀφεθήσεται}
37[an error occurred while processing this directive]37Καὶ ἀποκριθέντες λέγουσιν αὐτῷ Ποῦ Κύριε δὲ εἶπεν αὐτοῖς Ὅπου τὸ σῶμα ἐκεῖ καὶ οἱ ἀετοὶ ἐπισυναχθήσονται
[an error occurred while processing this directive]Greek and Hebrew Study Bible courtesy Bible Hub and the Discovery Bible team.
Luke 16
Top of Page
Top of Page