Acts 5
[an error occurred while processing this directive] Parallel GRK [BSB CSB ESV HCS KJV ISV NAS NET NIV NLT GRK]
[an error occurred while processing this directive]Greek Study Bible
1[an error occurred while processing this directive]1Ἀνὴρ δέ τις Ἁνανίας ὀνόματι σὺν Σαπφίρῃ τῇ γυναικὶ αὐτοῦ ἐπώλησεν κτῆμα
2[an error occurred while processing this directive]2καὶ ἐνοσφίσατο ἀπὸ τῆς τιμῆς συνειδυίης καὶ τῆς γυναικός καὶ ἐνέγκας μέρος τι παρὰ τοὺς πόδας τῶν ἀποστόλων ἔθηκεν
3[an error occurred while processing this directive]3Εἶπεν δὲ Πέτρος Ἁνανία διὰ τί ἐπλήρωσεν Σατανᾶς τὴν καρδίαν σου ψεύσασθαί σε τὸ Πνεῦμα τὸ Ἅγιον καὶ νοσφίσασθαι ἀπὸ τῆς τιμῆς τοῦ χωρίου
4[an error occurred while processing this directive]4οὐχὶ μένον σοὶ ἔμενεν καὶ πραθὲν ἐν τῇ σῇ ἐξουσίᾳ ὑπῆρχεν τί ὅτι ἔθου ἐν τῇ καρδίᾳ σου τὸ πρᾶγμα τοῦτο οὐκ ἐψεύσω ἀνθρώποις ἀλλὰ τῷ Θεῷ
5[an error occurred while processing this directive]5Ἀκούων δὲ Ἁνανίας τοὺς λόγους τούτους πεσὼν ἐξέψυξεν καὶ ἐγένετο φόβος μέγας ἐπὶ πάντας τοὺς ἀκούοντας
6[an error occurred while processing this directive]6ἀναστάντες δὲ οἱ νεώτεροι συνέστειλαν αὐτὸν καὶ ἐξενέγκαντες ἔθαψαν
7[an error occurred while processing this directive]7Ἐγένετο δὲ ὡς ὡρῶν τριῶν διάστημα καὶ γυνὴ αὐτοῦ μὴ εἰδυῖα τὸ γεγονὸς εἰσῆλθεν
8[an error occurred while processing this directive]8ἀπεκρίθη δὲ πρὸς αὐτὴν Πέτρος Εἰπέ μοι εἰ τοσούτου τὸ χωρίον ἀπέδοσθε δὲ εἶπεν Ναί τοσούτου
9[an error occurred while processing this directive]9 δὲ Πέτρος πρὸς αὐτήν Τί ὅτι συνεφωνήθη ὑμῖν πειράσαι τὸ Πνεῦμα Κυρίου ἰδοὺ οἱ πόδες τῶν θαψάντων τὸν ἄνδρα σου ἐπὶ τῇ θύρᾳ καὶ ἐξοίσουσίν σε
10[an error occurred while processing this directive]10Ἔπεσεν δὲ παραχρῆμα πρὸς τοὺς πόδας αὐτοῦ καὶ ἐξέψυξεν εἰσελθόντες δὲ οἱ νεανίσκοι εὗρον αὐτὴν νεκράν καὶ ἐξενέγκαντες ἔθαψαν πρὸς τὸν ἄνδρα αὐτῆς
11[an error occurred while processing this directive]11Καὶ ἐγένετο φόβος μέγας ἐφ’ ὅλην τὴν ἐκκλησίαν καὶ ἐπὶ πάντας τοὺς ἀκούοντας ταῦτα
12[an error occurred while processing this directive]12Διὰ δὲ τῶν χειρῶν τῶν ἀποστόλων ἐγίνετο σημεῖα καὶ τέρατα πολλὰ ἐν τῷ λαῷ καὶ ἦσαν ὁμοθυμαδὸν ἅπαντες* ἐν τῇ στοᾷ Σολομῶντος
13[an error occurred while processing this directive]13τῶν δὲ λοιπῶν οὐδεὶς ἐτόλμα κολλᾶσθαι αὐτοῖς ἀλλ’ ἐμεγάλυνεν αὐτοὺς λαός
14[an error occurred while processing this directive]14μᾶλλον δὲ προσετίθεντο πιστεύοντες τῷ Κυρίῳ πλήθη ἀνδρῶν τε καὶ γυναικῶν
15[an error occurred while processing this directive]15ὥστε καὶ εἰς τὰς πλατείας ἐκφέρειν τοὺς ἀσθενεῖς καὶ τιθέναι ἐπὶ κλιναρίων καὶ κραβάττων ἵνα ἐρχομένου Πέτρου κἂν σκιὰ ἐπισκιάσῃ τινὶ αὐτῶν
16[an error occurred while processing this directive]16συνήρχετο δὲ καὶ τὸ πλῆθος τῶν πέριξ πόλεων Ἰερουσαλήμ φέροντες ἀσθενεῖς καὶ ὀχλουμένους ὑπὸ πνευμάτων ἀκαθάρτων οἵτινες ἐθεραπεύοντο ἅπαντες
17[an error occurred while processing this directive]17Ἀναστὰς δὲ ἀρχιερεὺς καὶ πάντες οἱ σὺν αὐτῷ οὖσα αἵρεσις τῶν Σαδδουκαίων ἐπλήσθησαν ζήλου
18[an error occurred while processing this directive]18καὶ ἐπέβαλον τὰς χεῖρας ἐπὶ τοὺς ἀποστόλους καὶ ἔθεντο αὐτοὺς ἐν τηρήσει δημοσίᾳ
19[an error occurred while processing this directive]19Ἄγγελος δὲ Κυρίου διὰ νυκτὸς ἤνοιξε τὰς θύρας τῆς φυλακῆς ἐξαγαγών τε αὐτοὺς εἶπεν
20[an error occurred while processing this directive]20Πορεύεσθε καὶ σταθέντες λαλεῖτε ἐν τῷ ἱερῷ τῷ λαῷ πάντα τὰ ῥήματα τῆς Ζωῆς ταύτης
21[an error occurred while processing this directive]21Ἀκούσαντες δὲ εἰσῆλθον ὑπὸ τὸν ὄρθρον εἰς τὸ ἱερὸν καὶ ἐδίδασκον Παραγενόμενος δὲ ἀρχιερεὺς καὶ οἱ σὺν αὐτῷ συνεκάλεσαν τὸ συνέδριον καὶ πᾶσαν τὴν γερουσίαν τῶν υἱῶν Ἰσραήλ καὶ ἀπέστειλαν εἰς τὸ δεσμωτήριον ἀχθῆναι αὐτούς
22[an error occurred while processing this directive]22οἱ δὲ παραγενόμενοι ὑπηρέται οὐχ εὗρον αὐτοὺς ἐν τῇ φυλακῇ ἀναστρέψαντες δὲ ἀπήγγειλαν
23[an error occurred while processing this directive]23λέγοντες ὅτι Τὸ δεσμωτήριον εὕρομεν κεκλεισμένον ἐν πάσῃ ἀσφαλείᾳ καὶ τοὺς φύλακας ἑστῶτας ἐπὶ τῶν θυρῶν ἀνοίξαντες δὲ ἔσω οὐδένα εὕρομεν
24[an error occurred while processing this directive]24Ὡς δὲ ἤκουσαν τοὺς λόγους τούτους τε στρατηγὸς τοῦ ἱεροῦ καὶ οἱ ἀρχιερεῖς διηπόρουν περὶ αὐτῶν τί ἂν γένοιτο τοῦτο
25[an error occurred while processing this directive]25παραγενόμενος δέ τις ἀπήγγειλεν αὐτοῖς ὅτι Ἰδοὺ οἱ ἄνδρες οὓς ἔθεσθε ἐν τῇ φυλακῇ εἰσὶν ἐν τῷ ἱερῷ ἑστῶτες καὶ διδάσκοντες τὸν λαόν
26[an error occurred while processing this directive]26Τότε ἀπελθὼν στρατηγὸς σὺν τοῖς ὑπηρέταις ἦγεν αὐτούς οὐ μετὰ βίας ἐφοβοῦντο γὰρ τὸν λαόν μὴ λιθασθῶσιν
27[an error occurred while processing this directive]27ἀγαγόντες δὲ αὐτοὺς ἔστησαν ἐν τῷ συνεδρίῳ καὶ ἐπηρώτησεν αὐτοὺς ἀρχιερεὺς
28[an error occurred while processing this directive]28λέγων [Οὐ] Παραγγελίᾳ παρηγγείλαμεν ὑμῖν μὴ διδάσκειν ἐπὶ τῷ ὀνόματι τούτῳ καὶ ἰδοὺ πεπληρώκατε τὴν Ἰερουσαλὴμ τῆς διδαχῆς ὑμῶν καὶ βούλεσθε ἐπαγαγεῖν ἐφ’ ἡμᾶς τὸ αἷμα τοῦ ἀνθρώπου τούτου
29[an error occurred while processing this directive]29Ἀποκριθεὶς δὲ Πέτρος καὶ οἱ ἀπόστολοι εἶπαν Πειθαρχεῖν δεῖ Θεῷ μᾶλλον ἀνθρώποις
30[an error occurred while processing this directive]30 Θεὸς τῶν πατέρων ἡμῶν ἤγειρεν Ἰησοῦν ὃν ὑμεῖς διεχειρίσασθε κρεμάσαντες ἐπὶ ξύλου
31[an error occurred while processing this directive]31τοῦτον Θεὸς Ἀρχηγὸν καὶ Σωτῆρα ὕψωσεν τῇ δεξιᾷ αὐτοῦ τοῦ δοῦναι μετάνοιαν τῷ Ἰσραὴλ καὶ ἄφεσιν ἁμαρτιῶν
32[an error occurred while processing this directive]32καὶ ἡμεῖς ἐσμεν μάρτυρες τῶν ῥημάτων τούτων καὶ τὸ Πνεῦμα τὸ Ἅγιον ἔδωκεν Θεὸς τοῖς πειθαρχοῦσιν αὐτῷ
33[an error occurred while processing this directive]33Οἱ δὲ ἀκούσαντες διεπρίοντο καὶ ἐβούλοντο ἀνελεῖν αὐτούς
34[an error occurred while processing this directive]34Ἀναστὰς δέ τις ἐν τῷ συνεδρίῳ Φαρισαῖος ὀνόματι Γαμαλιήλ νομοδιδάσκαλος τίμιος παντὶ τῷ λαῷ ἐκέλευσεν ἔξω βραχὺ τοὺς ἀνθρώπους ποιῆσαι
35[an error occurred while processing this directive]35Εἶπέν τε πρὸς αὐτούς Ἄνδρες Ἰσραηλῖται προσέχετε ἑαυτοῖς ἐπὶ τοῖς ἀνθρώποις τούτοις τί μέλλετε πράσσειν
36[an error occurred while processing this directive]36πρὸ γὰρ τούτων τῶν ἡμερῶν ἀνέστη Θευδᾶς λέγων εἶναί τινα ἑαυτόν προσεκλίθη ἀνδρῶν ἀριθμὸς ὡς τετρακοσίων ὃς ἀνῃρέθη καὶ πάντες ὅσοι ἐπείθοντο αὐτῷ διελύθησαν καὶ ἐγένοντο εἰς οὐδέν
37[an error occurred while processing this directive]37μετὰ τοῦτον ἀνέστη Ἰούδας Γαλιλαῖος ἐν ταῖς ἡμέραις τῆς ἀπογραφῆς καὶ ἀπέστησεν λαὸν ὀπίσω αὐτοῦ κἀκεῖνος ἀπώλετο καὶ πάντες ὅσοι ἐπείθοντο αὐτῷ διεσκορπίσθησαν
38[an error occurred while processing this directive]38Καὶ τὰ νῦν λέγω ὑμῖν ἀπόστητε ἀπὸ τῶν ἀνθρώπων τούτων καὶ ἄφετε αὐτούς ὅτι ἐὰν ἐξ ἀνθρώπων βουλὴ αὕτη τὸ ἔργον τοῦτο καταλυθήσεται
39[an error occurred while processing this directive]39εἰ δὲ ἐκ Θεοῦ ἐστιν οὐ δυνήσεσθε καταλῦσαι αὐτούς μή‿ ποτε καὶ θεομάχοι εὑρεθῆτε
40[an error occurred while processing this directive]40Ἐπείσθησαν δὲ αὐτῷ καὶ προσκαλεσάμενοι τοὺς ἀποστόλους δείραντες παρήγγειλαν μὴ λαλεῖν ἐπὶ τῷ ὀνόματι τοῦ Ἰησοῦ καὶ ἀπέλυσαν
41[an error occurred while processing this directive]41Οἱ μὲν οὖν ἐπορεύοντο χαίροντες ἀπὸ προσώπου τοῦ συνεδρίου ὅτι κατηξιώθησαν ὑπὲρ τοῦ Ὀνόματος ἀτιμασθῆναι
42[an error occurred while processing this directive]42πᾶσάν τε ἡμέραν ἐν τῷ ἱερῷ καὶ κατ’ οἶκον οὐκ ἐπαύοντο διδάσκοντες καὶ εὐαγγελιζόμενοι τὸν Χριστὸν Ἰησοῦν
[an error occurred while processing this directive]Greek and Hebrew Study Bible courtesy Bible Hub and the Discovery Bible team.
Acts 4
Top of Page
Top of Page