Acts 4
[an error occurred while processing this directive] Parallel GRK [BSB CSB ESV HCS KJV ISV NAS NET NIV NLT GRK]
[an error occurred while processing this directive]Greek Study Bible
1[an error occurred while processing this directive]1Λαλούντων δὲ αὐτῶν πρὸς τὸν λαὸν ἐπέστησαν αὐτοῖς οἱ ἱερεῖς καὶ στρατηγὸς τοῦ ἱεροῦ καὶ οἱ Σαδδουκαῖοι
2[an error occurred while processing this directive]2διαπονούμενοι διὰ τὸ διδάσκειν αὐτοὺς τὸν λαὸν καὶ καταγγέλλειν ἐν τῷ Ἰησοῦ τὴν ἀνάστασιν τὴν ἐκ νεκρῶν
3[an error occurred while processing this directive]3καὶ ἐπέβαλον αὐτοῖς τὰς χεῖρας καὶ ἔθεντο εἰς τήρησιν εἰς τὴν αὔριον ἦν γὰρ ἑσπέρα ἤδη
4[an error occurred while processing this directive]4πολλοὶ δὲ τῶν ἀκουσάντων τὸν λόγον ἐπίστευσαν καὶ ἐγενήθη ‹ὁ› ἀριθμὸς τῶν ἀνδρῶν ὡς χιλιάδες πέντε
5[an error occurred while processing this directive]5Ἐγένετο δὲ ἐπὶ τὴν αὔριον συναχθῆναι αὐτῶν τοὺς ἄρχοντας καὶ τοὺς πρεσβυτέρους καὶ τοὺς γραμματεῖς ἐν Ἰερουσαλήμ
6[an error occurred while processing this directive]6καὶ Ἅννας ἀρχιερεὺς καὶ Καϊάφας καὶ Ἰωάννης καὶ Ἀλέξανδρος καὶ ὅσοι ἦσαν ἐκ γένους ἀρχιερατικοῦ
7[an error occurred while processing this directive]7καὶ στήσαντες αὐτοὺς ἐν τῷ μέσῳ ἐπυνθάνοντο Ἐν ποίᾳ δυνάμει ἐν ποίῳ ὀνόματι ἐποιήσατε τοῦτο ὑμεῖς
8[an error occurred while processing this directive]8Τότε Πέτρος πλησθεὶς Πνεύματος Ἁγίου εἶπεν πρὸς αὐτούς Ἄρχοντες τοῦ λαοῦ καὶ πρεσβύτεροι
9[an error occurred while processing this directive]9εἰ ἡμεῖς σήμερον ἀνακρινόμεθα ἐπὶ εὐεργεσίᾳ ἀνθρώπου ἀσθενοῦς ἐν τίνι οὗτος σέσωσται
10[an error occurred while processing this directive]10γνωστὸν ἔστω πᾶσιν ὑμῖν καὶ παντὶ τῷ λαῷ Ἰσραὴλ ὅτι ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ τοῦ Ναζωραίου ὃν ὑμεῖς ἐσταυρώσατε ὃν Θεὸς ἤγειρεν ἐκ νεκρῶν ἐν τούτῳ οὗτος παρέστηκεν ἐνώπιον ὑμῶν ὑγιής
11[an error occurred while processing this directive]11οὗτός ἐστιν λίθος ἐξουθενηθεὶς ὑφ’ ὑμῶν τῶν οἰκοδόμων γενόμενος εἰς κεφαλὴν γωνίας
12[an error occurred while processing this directive]12Καὶ οὐκ ἔστιν ἐν ἄλλῳ οὐδενὶ σωτηρία οὐδὲ γὰρ ὄνομά ἐστιν ἕτερον ὑπὸ τὸν οὐρανὸν τὸ δεδομένον ἐν ἀνθρώποις ἐν δεῖ σωθῆναι ἡμᾶς
13[an error occurred while processing this directive]13Θεωροῦντες δὲ τὴν τοῦ Πέτρου παρρησίαν καὶ Ἰωάννου καὶ καταλαβόμενοι ὅτι ἄνθρωποι ἀγράμματοί εἰσιν καὶ ἰδιῶται ἐθαύμαζον ἐπεγίνωσκόν τε αὐτοὺς ὅτι σὺν τῷ Ἰησοῦ ἦσαν
14[an error occurred while processing this directive]14τόν τε ἄνθρωπον βλέποντες σὺν αὐτοῖς ἑστῶτα τὸν τεθεραπευμένον οὐδὲν εἶχον ἀντειπεῖν
15[an error occurred while processing this directive]15κελεύσαντες δὲ αὐτοὺς ἔξω τοῦ συνεδρίου ἀπελθεῖν συνέβαλλον πρὸς ἀλλήλους
16[an error occurred while processing this directive]16λέγοντες Τί ποιήσωμεν τοῖς ἀνθρώποις τούτοις ὅτι μὲν γὰρ γνωστὸν σημεῖον γέγονεν δι’ αὐτῶν πᾶσιν τοῖς κατοικοῦσιν Ἰερουσαλὴμ φανερόν καὶ οὐ δυνάμεθα ἀρνεῖσθαι
17[an error occurred while processing this directive]17ἀλλ’ ἵνα μὴ ἐπὶ πλεῖον διανεμηθῇ εἰς τὸν λαόν ἀπειλησώμεθα αὐτοῖς μηκέτι λαλεῖν ἐπὶ τῷ ὀνόματι τούτῳ μηδενὶ ἀνθρώπων
18[an error occurred while processing this directive]18Καὶ καλέσαντες αὐτοὺς παρήγγειλαν ‹τὸ› καθόλου μὴ φθέγγεσθαι μηδὲ διδάσκειν ἐπὶ τῷ ὀνόματι τοῦ Ἰησοῦ
19[an error occurred while processing this directive]19 δὲ Πέτρος καὶ Ἰωάννης ἀποκριθέντες εἶπον πρὸς αὐτούς Εἰ δίκαιόν ἐστιν ἐνώπιον τοῦ Θεοῦ ὑμῶν ἀκούειν μᾶλλον τοῦ Θεοῦ κρίνατε
20[an error occurred while processing this directive]20οὐ δυνάμεθα γὰρ ἡμεῖς εἴδαμεν καὶ ἠκούσαμεν μὴ λαλεῖν
21[an error occurred while processing this directive]21Οἱ δὲ προσαπειλησάμενοι ἀπέλυσαν αὐτούς μηδὲν εὑρίσκοντες τὸ πῶς κολάσωνται αὐτούς διὰ τὸν λαόν ὅτι πάντες ἐδόξαζον τὸν Θεὸν ἐπὶ τῷ γεγονότι
22[an error occurred while processing this directive]22ἐτῶν γὰρ ἦν πλειόνων τεσσεράκοντα ἄνθρωπος ἐφ’ ὃν γεγόνει τὸ σημεῖον τοῦτο τῆς ἰάσεως
23[an error occurred while processing this directive]23Ἀπολυθέντες δὲ ἦλθον πρὸς τοὺς ἰδίους καὶ ἀπήγγειλαν ὅσα πρὸς αὐτοὺς οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι εἶπαν
24[an error occurred while processing this directive]24οἱ δὲ ἀκούσαντες ὁμοθυμαδὸν ἦραν φωνὴν πρὸς τὸν Θεὸν καὶ εἶπαν Δέσποτα σὺ ποιήσας τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὴν θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς
25[an error occurred while processing this directive]25 τοῦ πατρὸς ἡμῶν διὰ Πνεύματος Ἁγίου στόματος Δαυὶδ παιδός σου εἰπών Ἵνα‿ Τί ἐφρύαξαν ἔθνη καὶ λαοὶ ἐμελέτησαν κενά
26[an error occurred while processing this directive]26παρέστησαν οἱ βασιλεῖς τῆς γῆς καὶ οἱ ἄρχοντες συνήχθησαν ἐπὶ τὸ αὐτὸ κατὰ τοῦ Κυρίου καὶ κατὰ τοῦ Χριστοῦ αὐτοῦ
27[an error occurred while processing this directive]27Συνήχθησαν γὰρ ἐπ’ ἀληθείας ἐν τῇ πόλει ταύτῃ ἐπὶ τὸν ἅγιον Παῖδά σου Ἰησοῦν ὃν ἔχρισας Ἡρῴδης τε καὶ Πόντιος Πιλᾶτος σὺν ἔθνεσιν καὶ λαοῖς Ἰσραήλ
28[an error occurred while processing this directive]28ποιῆσαι ὅσα χείρ σου καὶ βουλὴ [σου] προώρισεν γενέσθαι
29[an error occurred while processing this directive]29καὶ τὰ νῦν Κύριε ἔπιδε ἐπὶ τὰς ἀπειλὰς αὐτῶν καὶ δὸς τοῖς δούλοις σου μετὰ παρρησίας πάσης λαλεῖν τὸν λόγον σου
30[an error occurred while processing this directive]30ἐν τῷ τὴν χεῖρά ‹σου› ἐκτείνειν σε εἰς ἴασιν καὶ σημεῖα καὶ τέρατα γίνεσθαι διὰ τοῦ ὀνόματος τοῦ ἁγίου Παιδός σου Ἰησοῦ
31[an error occurred while processing this directive]31Καὶ δεηθέντων αὐτῶν ἐσαλεύθη τόπος ἐν ἦσαν συνηγμένοι καὶ ἐπλήσθησαν ἅπαντες τοῦ Ἁγίου Πνεύματος καὶ ἐλάλουν τὸν λόγον τοῦ Θεοῦ μετὰ παρρησίας
32[an error occurred while processing this directive]32Τοῦ δὲ πλήθους τῶν πιστευσάντων ἦν καρδία καὶ ψυχὴ μία καὶ οὐδὲ εἷς τι τῶν ὑπαρχόντων αὐτῷ ἔλεγεν ἴδιον εἶναι ἀλλ’ ἦν αὐτοῖς πάντα κοινά
33[an error occurred while processing this directive]33καὶ δυνάμει μεγάλῃ ἀπεδίδουν τὸ μαρτύριον οἱ ἀπόστολοι «τοῦ Κυρίου Ἰησοῦ» «τῆς ἀναστάσεως» χάρις τε μεγάλη ἦν ἐπὶ πάντας αὐτούς
34[an error occurred while processing this directive]34Οὐδὲ γὰρ ἐνδεής τις ἦν ἐν αὐτοῖς ὅσοι γὰρ κτήτορες χωρίων οἰκιῶν ὑπῆρχον πωλοῦντες ἔφερον τὰς τιμὰς τῶν πιπρασκομένων
35[an error occurred while processing this directive]35καὶ ἐτίθουν παρὰ τοὺς πόδας τῶν ἀποστόλων διεδίδετο δὲ ἑκάστῳ καθότι ἄν τις χρείαν εἶχεν
36[an error occurred while processing this directive]36Ἰωσὴφ δὲ ἐπικληθεὶς Βαρνάβας ἀπὸ τῶν ἀποστόλων ἐστιν μεθερμηνευόμενον Υἱὸς παρακλήσεως Λευίτης Κύπριος τῷ γένει
37[an error occurred while processing this directive]37ὑπάρχοντος αὐτῷ ἀγροῦ πωλήσας ἤνεγκεν τὸ χρῆμα καὶ ἔθηκεν πρὸς τοὺς πόδας τῶν ἀποστόλων
[an error occurred while processing this directive]Greek and Hebrew Study Bible courtesy Bible Hub and the Discovery Bible team.
Acts 3
Top of Page
Top of Page