Mark 1
[an error occurred while processing this directive] Parallel GRK [BSB CSB ESV HCS KJV ISV NAS NET NIV NLT GRK]
[an error occurred while processing this directive]Greek Study Bible
1[an error occurred while processing this directive]1Ἀρχὴ τοῦ εὐαγγελίου Ἰησοῦ Χριστοῦ Υἱοῦ Θεοῦ
2[an error occurred while processing this directive]2Καθὼς γέγραπται ἐν τῷ Ἠσαΐᾳ τῷ προφήτῃ Ἰδοὺ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου ὃς κατασκευάσει τὴν ὁδόν σου
3[an error occurred while processing this directive]3Φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ Ἑτοιμάσατε τὴν ὁδὸν Κυρίου εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ
4[an error occurred while processing this directive]4Ἐγένετο Ἰωάννης βαπτίζων ἐν τῇ ἐρήμῳ [καὶ] κηρύσσων βάπτισμα μετανοίας εἰς ἄφεσιν ἁμαρτιῶν
5[an error occurred while processing this directive]5καὶ ἐξεπορεύετο πρὸς αὐτὸν πᾶσα Ἰουδαία χώρα καὶ οἱ Ἱεροσολυμῖται πάντες καὶ ἐβαπτίζοντο ὑπ’ αὐτοῦ ἐν τῷ Ἰορδάνῃ ποταμῷ ἐξομολογούμενοι τὰς ἁμαρτίας αὐτῶν
6[an error occurred while processing this directive]6Καὶ ἦν Ἰωάννης ἐνδεδυμένος τρίχας καμήλου καὶ ζώνην δερματίνην περὶ τὴν ὀσφὺν αὐτοῦ καὶ ἔσθων ἀκρίδας καὶ μέλι ἄγριον
7[an error occurred while processing this directive]7καὶ ἐκήρυσσεν λέγων Ἔρχεται ἰσχυρότερός μου ὀπίσω μου οὗ οὐκ εἰμὶ ἱκανὸς κύψας λῦσαι τὸν ἱμάντα τῶν ὑποδημάτων αὐτοῦ
8[an error occurred while processing this directive]8ἐγὼ ἐβάπτισα ὑμᾶς ὕδατι αὐτὸς δὲ βαπτίσει ὑμᾶς ‹ἐν› Πνεύματι Ἁγίῳ
9[an error occurred while processing this directive]9Καὶ ἐγένετο ἐν ἐκείναις ταῖς ἡμέραις ἦλθεν Ἰησοῦς ἀπὸ Ναζαρὲτ τῆς Γαλιλαίας καὶ ἐβαπτίσθη εἰς τὸν Ἰορδάνην ὑπὸ Ἰωάννου
10[an error occurred while processing this directive]10καὶ εὐθὺς ἀναβαίνων ἐκ τοῦ ὕδατος εἶδεν σχιζομένους τοὺς οὐρανοὺς καὶ τὸ Πνεῦμα ὡς περιστερὰν καταβαῖνον εἰς αὐτόν
11[an error occurred while processing this directive]11καὶ φωνὴ ἐγένετο ἐκ τῶν οὐρανῶν Σὺ εἶ Υἱός μου ἀγαπητός ἐν σοὶ εὐδόκησα
12[an error occurred while processing this directive]12Καὶ εὐθὺς τὸ Πνεῦμα αὐτὸν ἐκβάλλει εἰς τὴν ἔρημον
13[an error occurred while processing this directive]13καὶ ἦν ἐν τῇ ἐρήμῳ τεσσεράκοντα ἡμέρας πειραζόμενος ὑπὸ τοῦ Σατανᾶ καὶ ἦν μετὰ τῶν θηρίων καὶ οἱ ἄγγελοι διηκόνουν αὐτῷ
14[an error occurred while processing this directive]14Καὶ μετὰ τὸ παραδοθῆναι τὸν Ἰωάννην ἦλθεν Ἰησοῦς εἰς τὴν Γαλιλαίαν κηρύσσων τὸ εὐαγγέλιον τοῦ Θεοῦ
15[an error occurred while processing this directive]15καὶ λέγων ὅτι Πεπλήρωται καιρὸς καὶ ἤγγικεν βασιλεία τοῦ Θεοῦ μετανοεῖτε καὶ πιστεύετε ἐν τῷ εὐαγγελίῳ
16[an error occurred while processing this directive]16Καὶ παράγων παρὰ τὴν θάλασσαν τῆς Γαλιλαίας εἶδεν Σίμωνα καὶ Ἀνδρέαν τὸν ἀδελφὸν Σίμωνος ἀμφιβάλλοντας ἐν τῇ θαλάσσῃ ἦσαν γὰρ ἁλιεῖς
17[an error occurred while processing this directive]17καὶ εἶπεν αὐτοῖς Ἰησοῦς Δεῦτε ὀπίσω μου καὶ ποιήσω ὑμᾶς γενέσθαι ἁλιεῖς ἀνθρώπων
18[an error occurred while processing this directive]18καὶ εὐθὺς ἀφέντες τὰ δίκτυα ἠκολούθησαν αὐτῷ
19[an error occurred while processing this directive]19Καὶ προβὰς ὀλίγον εἶδεν Ἰάκωβον τὸν τοῦ Ζεβεδαίου καὶ Ἰωάννην τὸν ἀδελφὸν αὐτοῦ καὶ αὐτοὺς ἐν τῷ πλοίῳ καταρτίζοντας τὰ δίκτυα
20[an error occurred while processing this directive]20καὶ εὐθὺς ἐκάλεσεν αὐτούς καὶ ἀφέντες τὸν πατέρα αὐτῶν Ζεβεδαῖον ἐν τῷ πλοίῳ μετὰ τῶν μισθωτῶν ἀπῆλθον ὀπίσω αὐτοῦ
21[an error occurred while processing this directive]21Καὶ εἰσπορεύονται εἰς Καφαρναούμ καὶ εὐθὺς τοῖς σάββασιν εἰσελθὼν εἰς τὴν συναγωγὴν ἐδίδασκεν
22[an error occurred while processing this directive]22καὶ ἐξεπλήσσοντο ἐπὶ τῇ διδαχῇ αὐτοῦ ἦν γὰρ διδάσκων αὐτοὺς ὡς ἐξουσίαν ἔχων καὶ οὐχ ὡς οἱ γραμματεῖς
23[an error occurred while processing this directive]23Καὶ εὐθὺς ἦν ἐν τῇ συναγωγῇ αὐτῶν ἄνθρωπος ἐν πνεύματι ἀκαθάρτῳ καὶ ἀνέκραξεν
24[an error occurred while processing this directive]24λέγων Τί ἡμῖν καὶ σοί Ἰησοῦ Ναζαρηνέ ἦλθες ἀπολέσαι ἡμᾶς οἶδά σε τίς εἶ Ἅγιος τοῦ Θεοῦ
25[an error occurred while processing this directive]25Καὶ ἐπετίμησεν αὐτῷ Ἰησοῦς ‹λέγων› Φιμώθητι καὶ ἔξελθε ἐξ αὐτοῦ
26[an error occurred while processing this directive]26καὶ σπαράξαν αὐτὸν τὸ πνεῦμα τὸ ἀκάθαρτον καὶ φωνῆσαν φωνῇ μεγάλῃ ἐξῆλθεν ἐξ αὐτοῦ
27[an error occurred while processing this directive]27Καὶ ἐθαμβήθησαν ἅπαντες ὥστε ‹συζητεῖν πρὸς ἑαυτοὺς› λέγοντας Τί ἐστιν τοῦτο διδαχὴ καινή κατ’ ἐξουσίαν καὶ τοῖς πνεύμασι τοῖς ἀκαθάρτοις ἐπιτάσσει καὶ ὑπακούουσιν αὐτῷ
28[an error occurred while processing this directive]28καὶ ἐξῆλθεν ἀκοὴ αὐτοῦ εὐθὺς πανταχοῦ εἰς ὅλην τὴν περίχωρον τῆς Γαλιλαίας
29[an error occurred while processing this directive]29Καὶ εὐθὺς ἐκ τῆς συναγωγῆς ἐξελθόντες ἦλθον εἰς τὴν οἰκίαν Σίμωνος καὶ Ἀνδρέου μετὰ Ἰακώβου καὶ Ἰωάννου
30[an error occurred while processing this directive]30 δὲ πενθερὰ Σίμωνος κατέκειτο πυρέσσουσα καὶ εὐθὺς λέγουσιν αὐτῷ περὶ αὐτῆς
31[an error occurred while processing this directive]31καὶ προσελθὼν ἤγειρεν αὐτὴν κρατήσας τῆς χειρός καὶ ἀφῆκεν αὐτὴν πυρετός καὶ διηκόνει αὐτοῖς
32[an error occurred while processing this directive]32Ὀψίας δὲ γενομένης ὅτε ἔδυ* ἥλιος ἔφερον πρὸς αὐτὸν πάντας τοὺς κακῶς ἔχοντας καὶ τοὺς δαιμονιζομένους
33[an error occurred while processing this directive]33καὶ ἦν ὅλη πόλις ἐπισυνηγμένη πρὸς τὴν θύραν
34[an error occurred while processing this directive]34καὶ ἐθεράπευσεν πολλοὺς κακῶς ἔχοντας ποικίλαις νόσοις καὶ δαιμόνια πολλὰ ἐξέβαλεν καὶ οὐκ ἤφιεν λαλεῖν τὰ δαιμόνια ὅτι ᾔδεισαν αὐτόν (Χριστὸν εἶναι)
35[an error occurred while processing this directive]35Καὶ πρωῒ ἔννυχα λίαν ἀναστὰς ἐξῆλθεν καὶ ἀπῆλθεν εἰς ἔρημον τόπον κἀκεῖ προσηύχετο
36[an error occurred while processing this directive]36καὶ κατεδίωξεν αὐτὸν Σίμων καὶ οἱ μετ’ αὐτοῦ
37[an error occurred while processing this directive]37καὶ εὗρον αὐτὸν καὶ λέγουσιν αὐτῷ ὅτι Πάντες ζητοῦσίν σε
38[an error occurred while processing this directive]38Καὶ λέγει αὐτοῖς Ἄγωμεν ἀλλαχοῦ εἰς τὰς ἐχομένας κωμοπόλεις ἵνα καὶ ἐκεῖ κηρύξω εἰς τοῦτο γὰρ ἐξῆλθον
39[an error occurred while processing this directive]39καὶ ἦλθεν κηρύσσων εἰς τὰς συναγωγὰς αὐτῶν εἰς ὅλην τὴν Γαλιλαίαν καὶ τὰ δαιμόνια ἐκβάλλων
40[an error occurred while processing this directive]40Καὶ ἔρχεται πρὸς αὐτὸν λεπρὸς παρακαλῶν αὐτὸν καὶ γονυπετῶν [καὶ] λέγων αὐτῷ ὅτι Ἐὰν θέλῃς δύνασαί με καθαρίσαι
41[an error occurred while processing this directive]41Καὶ σπλαγχνισθεὶς ἐκτείνας τὴν χεῖρα αὐτοῦ ἥψατο καὶ λέγει αὐτῷ Θέλω καθαρίσθητι
42[an error occurred while processing this directive]42Καὶ εὐθὺς ἀπῆλθεν ἀπ’ αὐτοῦ λέπρα καὶ ἐκαθαρίσθη*
43[an error occurred while processing this directive]43Καὶ ἐμβριμησάμενος αὐτῷ εὐθὺς ἐξέβαλεν αὐτόν
44[an error occurred while processing this directive]44καὶ λέγει αὐτῷ Ὅρα μηδενὶ μηδὲν εἴπῃς ἀλλὰ ὕπαγε σεαυτὸν δεῖξον τῷ ἱερεῖ καὶ προσένεγκε περὶ τοῦ καθαρισμοῦ σου προσέταξεν Μωϋσῆς εἰς μαρτύριον αὐτοῖς
45[an error occurred while processing this directive]45 δὲ ἐξελθὼν ἤρξατο κηρύσσειν πολλὰ καὶ διαφημίζειν τὸν λόγον ὥστε μηκέτι αὐτὸν δύνασθαι φανερῶς εἰς πόλιν εἰσελθεῖν ἀλλ’ ἔξω ἐπ’ ἐρήμοις τόποις ἦν καὶ ἤρχοντο πρὸς αὐτὸν πάντοθεν
[an error occurred while processing this directive]Greek and Hebrew Study Bible courtesy Bible Hub and the Discovery Bible team.
Matthew 28
Top of Page
Top of Page