John 19
[an error occurred while processing this directive] Parallel GRK [BSB CSB ESV HCS KJV ISV NAS NET NIV NLT GRK]
[an error occurred while processing this directive]Greek Study Bible
1[an error occurred while processing this directive]1Τότε οὖν ἔλαβεν Πιλᾶτος τὸν Ἰησοῦν καὶ ἐμαστίγωσεν
2[an error occurred while processing this directive]2καὶ οἱ στρατιῶται πλέξαντες στέφανον ἐξ ἀκανθῶν ἐπέθηκαν αὐτοῦ τῇ κεφαλῇ καὶ ἱμάτιον πορφυροῦν περιέβαλον αὐτόν
3[an error occurred while processing this directive]3καὶ ἤρχοντο πρὸς αὐτὸν καὶ ἔλεγον Χαῖρε Βασιλεὺς τῶν Ἰουδαίων καὶ ἐδίδοσαν αὐτῷ ῥαπίσματα
4[an error occurred while processing this directive]4Καὶ ἐξῆλθεν πάλιν ἔξω Πιλᾶτος καὶ λέγει αὐτοῖς Ἴδε ἄγω ὑμῖν αὐτὸν ἔξω ἵνα γνῶτε ὅτι οὐδεμίαν αἰτίαν εὑρίσκω ἐν αὐτῷ
5[an error occurred while processing this directive]5ἐξῆλθεν οὖν Ἰησοῦς ἔξω φορῶν τὸν ἀκάνθινον στέφανον καὶ τὸ πορφυροῦν ἱμάτιον καὶ λέγει αὐτοῖς Ἰδοὺ ἄνθρωπος
6[an error occurred while processing this directive]6Ὅτε οὖν εἶδον αὐτὸν οἱ ἀρχιερεῖς καὶ οἱ ὑπηρέται ἐκραύγασαν λέγοντες Σταύρωσον σταύρωσον Λέγει αὐτοῖς Πιλᾶτος Λάβετε αὐτὸν ὑμεῖς καὶ σταυρώσατε ἐγὼ γὰρ οὐχ εὑρίσκω ἐν αὐτῷ αἰτίαν
7[an error occurred while processing this directive]7Ἀπεκρίθησαν αὐτῷ οἱ Ἰουδαῖοι Ἡμεῖς νόμον ἔχομεν καὶ κατὰ τὸν νόμον ὀφείλει ἀποθανεῖν ὅτι Υἱὸν Θεοῦ ἑαυτὸν ἐποίησεν
8[an error occurred while processing this directive]8Ὅτε οὖν ἤκουσεν Πιλᾶτος τοῦτον τὸν λόγον μᾶλλον ἐφοβήθη
9[an error occurred while processing this directive]9καὶ εἰσῆλθεν εἰς τὸ πραιτώριον πάλιν καὶ λέγει τῷ Ἰησοῦ Πόθεν εἶ σύ δὲ Ἰησοῦς ἀπόκρισιν οὐκ ἔδωκεν αὐτῷ
10[an error occurred while processing this directive]10Λέγει οὖν αὐτῷ Πιλᾶτος Ἐμοὶ οὐ λαλεῖς οὐκ οἶδας ὅτι ἐξουσίαν ἔχω ἀπολῦσαί σε καὶ ἐξουσίαν ἔχω σταυρῶσαί σε
11[an error occurred while processing this directive]11Ἀπεκρίθη ‹αὐτῷ› Ἰησοῦς Οὐκ εἶχες ἐξουσίαν κατ’ ἐμοῦ οὐδεμίαν εἰ μὴ ἦν δεδομένον σοι ἄνωθεν διὰ τοῦτο παραδούς μέ σοι μείζονα ἁμαρτίαν ἔχει
12[an error occurred while processing this directive]12Ἐκ τούτου Πιλᾶτος ἐζήτει ἀπολῦσαι αὐτόν οἱ δὲ Ἰουδαῖοι ἐκραύγασαν λέγοντες Ἐὰν τοῦτον ἀπολύσῃς οὐκ εἶ φίλος τοῦ Καίσαρος πᾶς βασιλέα ἑαυτὸν ποιῶν ἀντιλέγει τῷ Καίσαρι
13[an error occurred while processing this directive]13 οὖν Πιλᾶτος ἀκούσας τῶν λόγων τούτων ἤγαγεν ἔξω τὸν Ἰησοῦν καὶ ἐκάθισεν ἐπὶ βήματος εἰς τόπον λεγόμενον Λιθόστρωτον Ἑβραϊστὶ δὲ Γαββαθα
14[an error occurred while processing this directive]14ἦν δὲ Παρασκευὴ τοῦ πάσχα ὥρα ἦν ὡς ἕκτη καὶ λέγει τοῖς Ἰουδαίοις Ἴδε Βασιλεὺς ὑμῶν
15[an error occurred while processing this directive]15Ἐκραύγασαν οὖν Ἐκεῖνοι Ἆρον ἆρον σταύρωσον αὐτόν Λέγει αὐτοῖς Πιλᾶτος Τὸν Βασιλέα ὑμῶν σταυρώσω Ἀπεκρίθησαν οἱ ἀρχιερεῖς Οὐκ ἔχομεν βασιλέα εἰ μὴ Καίσαρα
16[an error occurred while processing this directive]16Τότε οὖν παρέδωκεν αὐτὸν αὐτοῖς ἵνα σταυρωθῇ Παρέλαβον οὖν τὸν Ἰησοῦν
17[an error occurred while processing this directive]17Καὶ βαστάζων ἑαυτῷ τὸν σταυρὸν ἐξῆλθεν εἰς τὸν λεγόμενον Κρανίου τόπον λέγεται Ἑβραϊστὶ Γολγοθᾶ
18[an error occurred while processing this directive]18ὅπου αὐτὸν ἐσταύρωσαν καὶ μετ’ αὐτοῦ ἄλλους δύο ἐντεῦθεν καὶ ἐντεῦθεν μέσον δὲ τὸν Ἰησοῦν
19[an error occurred while processing this directive]19Ἔγραψεν δὲ καὶ τίτλον Πιλᾶτος καὶ ἔθηκεν ἐπὶ τοῦ σταυροῦ ἦν δὲ γεγραμμένον ΙΗΣΟΥΣ Ο* ΝΑΖΩΡΑΙΟΣ Ο* ΒΑΣΙΛΕΥΣ ΤΩΝ ΙΟΥΔΑΙΩΝ
20[an error occurred while processing this directive]20Τοῦτον οὖν τὸν τίτλον πολλοὶ ἀνέγνωσαν τῶν Ἰουδαίων ὅτι ἐγγὺς ἦν τόπος τῆς πόλεως ὅπου ἐσταυρώθη Ἰησοῦς καὶ ἦν γεγραμμένον Ἑβραϊστί Ῥωμαϊστί Ἑλληνιστί
21[an error occurred while processing this directive]21ἔλεγον οὖν τῷ Πιλάτῳ οἱ ἀρχιερεῖς τῶν Ἰουδαίων Μὴ γράφε Βασιλεὺς τῶν Ἰουδαίων ἀλλ’ ὅτι ἐκεῖνος εἶπεν Βασιλεύς εἰμι «τῶν Ἰουδαίων»
22[an error occurred while processing this directive]22Ἀπεκρίθη Πιλᾶτος γέγραφα γέγραφα
23[an error occurred while processing this directive]23Οἱ οὖν στρατιῶται ὅτε ἐσταύρωσαν τὸν Ἰησοῦν ἔλαβον τὰ ἱμάτια αὐτοῦ καὶ ἐποίησαν τέσσαρα μέρη ἑκάστῳ στρατιώτῃ μέρος καὶ τὸν χιτῶνα ἦν δὲ χιτὼν ἄραφος ἐκ τῶν ἄνωθεν ὑφαντὸς δι’ ὅλου
24[an error occurred while processing this directive]24εἶπαν οὖν πρὸς ἀλλήλους Μὴ σχίσωμεν αὐτόν ἀλλὰ λάχωμεν περὶ αὐτοῦ τίνος ἔσται ἵνα γραφὴ πληρωθῇ ‹ἡ λέγουσα› Διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον Οἱ μὲν οὖν στρατιῶται ταῦτα ἐποίησαν
25[an error occurred while processing this directive]25Εἱστήκεισαν δὲ παρὰ τῷ σταυρῷ τοῦ Ἰησοῦ μήτηρ αὐτοῦ καὶ ἀδελφὴ τῆς μητρὸς αὐτοῦ Μαρία τοῦ Κλωπᾶ καὶ Μαρία Μαγδαληνή
26[an error occurred while processing this directive]26Ἰησοῦς οὖν ἰδὼν τὴν μητέρα καὶ τὸν μαθητὴν παρεστῶτα ὃν ἠγάπα λέγει τῇ μητρί Γύναι ἴδε υἱός σου
27[an error occurred while processing this directive]27εἶτα λέγει τῷ μαθητῇ Ἴδε μήτηρ σου καὶ ἀπ’ ἐκείνης τῆς ὥρας ἔλαβεν μαθητὴς αὐτὴν εἰς τὰ ἴδια
28[an error occurred while processing this directive]28Μετὰ τοῦτο εἰδὼς Ἰησοῦς ὅτι ἤδη πάντα τετέλεσται ἵνα τελειωθῇ γραφὴ λέγει Διψῶ
29[an error occurred while processing this directive]29σκεῦος ἔκειτο ὄξους μεστόν σπόγγον οὖν μεστὸν τοῦ ὄξους ὑσσώπῳ περιθέντες προσήνεγκαν αὐτοῦ τῷ στόματι
30[an error occurred while processing this directive]30ὅτε οὖν ἔλαβεν τὸ ὄξος Ἰησοῦς εἶπεν Τετέλεσται καὶ κλίνας τὴν κεφαλὴν παρέδωκεν τὸ πνεῦμα
31[an error occurred while processing this directive]31Οἱ οὖν Ἰουδαῖοι ἐπεὶ Παρασκευὴ ἦν ἵνα μὴ μείνῃ ἐπὶ τοῦ σταυροῦ τὰ σώματα ἐν τῷ σαββάτῳ ἦν γὰρ μεγάλη ἡμέρα ἐκείνου τοῦ σαββάτου ἠρώτησαν τὸν Πιλᾶτον ἵνα κατεαγῶσιν αὐτῶν τὰ σκέλη καὶ ἀρθῶσιν
32[an error occurred while processing this directive]32ἦλθον οὖν οἱ στρατιῶται καὶ τοῦ μὲν πρώτου κατέαξαν τὰ σκέλη καὶ τοῦ ἄλλου τοῦ συσταυρωθέντος αὐτῷ
33[an error occurred while processing this directive]33ἐπὶ δὲ τὸν Ἰησοῦν ἐλθόντες ὡς εἶδον ἤδη αὐτὸν τεθνηκότα οὐ κατέαξαν αὐτοῦ τὰ σκέλη
34[an error occurred while processing this directive]34ἀλλ’ εἷς τῶν στρατιωτῶν λόγχῃ αὐτοῦ τὴν πλευρὰν ἔνυξεν καὶ ἐξῆλθεν εὐθὺς αἷμα καὶ ὕδωρ
35[an error occurred while processing this directive]35καὶ ἑωρακὼς μεμαρτύρηκεν καὶ ἀληθινὴ αὐτοῦ ἐστιν μαρτυρία καὶ ἐκεῖνος οἶδεν ὅτι ἀληθῆ λέγει ἵνα καὶ ὑμεῖς πιστεύητε
36[an error occurred while processing this directive]36Ἐγένετο γὰρ ταῦτα ἵνα γραφὴ πληρωθῇ Ὀστοῦν οὐ συντριβήσεται αὐτοῦ
37[an error occurred while processing this directive]37καὶ πάλιν ἑτέρα γραφὴ λέγει Ὄψονται εἰς ὃν ἐξεκέντησαν
38[an error occurred while processing this directive]38Μετὰ δὲ ταῦτα ἠρώτησεν τὸν Πιλᾶτον Ἰωσὴφ [ὁ] ἀπὸ Ἁριμαθαίας ὢν μαθητὴς τοῦ Ἰησοῦ κεκρυμμένος δὲ διὰ τὸν φόβον τῶν Ἰουδαίων ἵνα ἄρῃ τὸ σῶμα τοῦ Ἰησοῦ καὶ ἐπέτρεψεν Πιλᾶτος ἦλθεν οὖν καὶ ἦρεν τὸ σῶμα αὐτοῦ
39[an error occurred while processing this directive]39ἦλθεν δὲ καὶ Νικόδημος ἐλθὼν πρὸς αὐτὸν νυκτὸς τὸ πρῶτον φέρων μίγμα σμύρνης καὶ ἀλόης ὡς λίτρας ἑκατόν
40[an error occurred while processing this directive]40ἔλαβον οὖν τὸ σῶμα τοῦ Ἰησοῦ καὶ ἔδησαν αὐτὸ ὀθονίοις μετὰ τῶν ἀρωμάτων καθὼς ἔθος ἐστὶν τοῖς Ἰουδαίοις ἐνταφιάζειν
41[an error occurred while processing this directive]41Ἦν δὲ ἐν τῷ τόπῳ ὅπου ἐσταυρώθη κῆπος καὶ ἐν τῷ κήπῳ μνημεῖον καινόν ἐν οὐδέπω οὐδεὶς ἦν τεθειμένος
42[an error occurred while processing this directive]42ἐκεῖ οὖν διὰ τὴν Παρασκευὴν τῶν Ἰουδαίων ὅτι ἐγγὺς ἦν τὸ μνημεῖον ἔθηκαν τὸν Ἰησοῦν
[an error occurred while processing this directive]Greek and Hebrew Study Bible courtesy Bible Hub and the Discovery Bible team.
John 18
Top of Page
Top of Page