John 20
[an error occurred while processing this directive] Parallel GRK [BSB CSB ESV HCS KJV ISV NAS NET NIV NLT GRK]
[an error occurred while processing this directive]Greek Study Bible
1[an error occurred while processing this directive]1Τῇ δὲ μιᾷ τῶν σαββάτων Μαρία Μαγδαληνὴ ἔρχεται πρωῒ σκοτίας ἔτι οὔσης εἰς τὸ μνημεῖον καὶ βλέπει τὸν λίθον ἠρμένον ἐκ τοῦ μνημείου
2[an error occurred while processing this directive]2τρέχει οὖν καὶ ἔρχεται πρὸς Σίμωνα Πέτρον καὶ πρὸς τὸν ἄλλον μαθητὴν ὃν ἐφίλει Ἰησοῦς καὶ λέγει αὐτοῖς Ἦραν τὸν Κύριον ἐκ τοῦ μνημείου καὶ οὐκ οἴδαμεν ποῦ ἔθηκαν αὐτόν
3[an error occurred while processing this directive]3Ἐξῆλθεν οὖν Πέτρος καὶ ἄλλος μαθητής καὶ ἤρχοντο εἰς τὸ μνημεῖον
4[an error occurred while processing this directive]4ἔτρεχον δὲ οἱ δύο ὁμοῦ καὶ ἄλλος μαθητὴς προέδραμεν τάχιον τοῦ Πέτρου καὶ ἦλθεν πρῶτος εἰς τὸ μνημεῖον
5[an error occurred while processing this directive]5καὶ παρακύψας βλέπει κείμενα τὰ ὀθόνια οὐ μέντοι εἰσῆλθεν
6[an error occurred while processing this directive]6Ἔρχεται οὖν καὶ Σίμων Πέτρος ἀκολουθῶν αὐτῷ καὶ εἰσῆλθεν εἰς τὸ μνημεῖον καὶ θεωρεῖ τὰ ὀθόνια κείμενα
7[an error occurred while processing this directive]7καὶ τὸ σουδάριον ἦν ἐπὶ τῆς κεφαλῆς αὐτοῦ οὐ μετὰ τῶν ὀθονίων κείμενον ἀλλὰ χωρὶς ἐντετυλιγμένον εἰς ἕνα τόπον
8[an error occurred while processing this directive]8τότε οὖν εἰσῆλθεν καὶ ἄλλος μαθητὴς ἐλθὼν πρῶτος εἰς τὸ μνημεῖον καὶ εἶδεν καὶ ἐπίστευσεν
9[an error occurred while processing this directive]9οὐδέπω γὰρ ᾔδεισαν τὴν γραφὴν ὅτι δεῖ αὐτὸν ἐκ νεκρῶν ἀναστῆναι
10[an error occurred while processing this directive]10Ἀπῆλθον οὖν πάλιν πρὸς αὑτοὺς οἱ μαθηταί
11[an error occurred while processing this directive]11Μαρία δὲ εἱστήκει πρὸς τῷ μνημείῳ ἔξω κλαίουσα ὡς οὖν ἔκλαιεν παρέκυψεν εἰς τὸ μνημεῖον
12[an error occurred while processing this directive]12καὶ θεωρεῖ δύο ἀγγέλους ἐν λευκοῖς καθεζομένους ἕνα πρὸς τῇ κεφαλῇ καὶ ἕνα πρὸς τοῖς ποσίν ὅπου ἔκειτο τὸ σῶμα τοῦ Ἰησοῦ
13[an error occurred while processing this directive]13Καὶ λέγουσιν αὐτῇ ἐκεῖνοι Γύναι τί κλαίεις Λέγει αὐτοῖς Ὅτι Ἦραν τὸν Κύριόν μου καὶ οὐκ οἶδα ποῦ ἔθηκαν αὐτόν
14[an error occurred while processing this directive]14Ταῦτα εἰποῦσα ἐστράφη εἰς τὰ ὀπίσω καὶ θεωρεῖ τὸν Ἰησοῦν ἑστῶτα καὶ οὐκ ᾔδει ὅτι Ἰησοῦς ἐστιν
15[an error occurred while processing this directive]15λέγει αὐτῇ Ἰησοῦς Γύναι τί κλαίεις τίνα ζητεῖς Ἐκείνη δοκοῦσα ὅτι κηπουρός ἐστιν λέγει αὐτῷ Κύριε εἰ σὺ ἐβάστασας αὐτόν εἰπέ μοι ποῦ ἔθηκας αὐτόν κἀγὼ αὐτὸν ἀρῶ
16[an error occurred while processing this directive]16Λέγει αὐτῇ Ἰησοῦς Μαριάμ Στραφεῖσα ἐκείνη λέγει αὐτῷ Ἑβραϊστί Ραββουνι λέγεται Διδάσκαλε
17[an error occurred while processing this directive]17Λέγει αὐτῇ Ἰησοῦς Μή μου ἅπτου οὔπω γὰρ ἀναβέβηκα πρὸς τὸν Πατέρα πορεύου δὲ πρὸς τοὺς ἀδελφούς μου καὶ εἰπὲ αὐτοῖς Ἀναβαίνω πρὸς τὸν Πατέρα μου καὶ Πατέρα ὑμῶν καὶ Θεόν μου καὶ Θεὸν ὑμῶν
18[an error occurred while processing this directive]18Ἔρχεται Μαριὰμ Μαγδαληνὴ ἀγγέλλουσα τοῖς μαθηταῖς ὅτι Ἑώρακα τὸν Κύριον καὶ ταῦτα εἶπεν αὐτῇ
19[an error occurred while processing this directive]19Οὔσης οὖν ὀψίας τῇ ἡμέρᾳ ἐκείνῃ τῇ μιᾷ σαββάτων καὶ τῶν θυρῶν κεκλεισμένων ὅπου ἦσαν οἱ μαθηταὶ διὰ τὸν φόβον τῶν Ἰουδαίων ἦλθεν Ἰησοῦς καὶ ἔστη εἰς τὸ μέσον καὶ λέγει αὐτοῖς Εἰρήνη ὑμῖν
20[an error occurred while processing this directive]20καὶ τοῦτο εἰπὼν ἔδειξεν 〈καὶ〉 τὰς χεῖρας καὶ τὴν πλευρὰν αὐτοῖς Ἐχάρησαν οὖν οἱ μαθηταὶ ἰδόντες τὸν Κύριον
21[an error occurred while processing this directive]21Εἶπεν οὖν αὐτοῖς Ἰησοῦς πάλιν Εἰρήνη ὑμῖν καθὼς ἀπέσταλκέν με Πατήρ κἀγὼ πέμπω ὑμᾶς
22[an error occurred while processing this directive]22καὶ τοῦτο εἰπὼν ἐνεφύσησεν καὶ λέγει αὐτοῖς Λάβετε Πνεῦμα Ἅγιον
23[an error occurred while processing this directive]23ἄν τινων ἀφῆτε τὰς ἁμαρτίας ἀφέωνται αὐτοῖς ἄν τινων κρατῆτε κεκράτηνται
24[an error occurred while processing this directive]24Θωμᾶς δὲ εἷς ἐκ τῶν δώδεκα λεγόμενος Δίδυμος οὐκ ἦν μετ’ αὐτῶν ὅτε ἦλθεν Ἰησοῦς
25[an error occurred while processing this directive]25ἔλεγον οὖν αὐτῷ οἱ ἄλλοι μαθηταί Ἑωράκαμεν τὸν Κύριον δὲ εἶπεν αὐτοῖς Ἐὰν μὴ ἴδω ἐν ταῖς χερσὶν αὐτοῦ τὸν τύπον τῶν ἥλων καὶ βάλω τὸν δάκτυλόν μου εἰς τὸν τύπον* τῶν ἥλων καὶ βάλω μου τὴν χεῖρα εἰς τὴν πλευρὰν αὐτοῦ οὐ μὴ πιστεύσω
26[an error occurred while processing this directive]26Καὶ μεθ’ ἡμέρας ὀκτὼ πάλιν ἦσαν ἔσω οἱ μαθηταὶ αὐτοῦ καὶ Θωμᾶς μετ’ αὐτῶν ἔρχεται Ἰησοῦς τῶν θυρῶν κεκλεισμένων καὶ ἔστη εἰς τὸ μέσον καὶ εἶπεν Εἰρήνη ὑμῖν
27[an error occurred while processing this directive]27εἶτα λέγει τῷ Θωμᾷ Φέρε τὸν δάκτυλόν σου ὧδε καὶ ἴδε τὰς χεῖράς μου καὶ φέρε τὴν χεῖρά σου καὶ βάλε εἰς τὴν πλευράν μου καὶ μὴ γίνου ἄπιστος ἀλλὰ πιστός
28[an error occurred while processing this directive]28Ἀπεκρίθη Θωμᾶς καὶ εἶπεν αὐτῷ Κύριός μου καὶ Θεός μου
29[an error occurred while processing this directive]29Λέγει αὐτῷ Ἰησοῦς Ὅτι ἑώρακάς με πεπίστευκας μακάριοι οἱ μὴ ἰδόντες καὶ πιστεύσαντες
30[an error occurred while processing this directive]30Πολλὰ μὲν οὖν καὶ ἄλλα σημεῖα ἐποίησεν Ἰησοῦς ἐνώπιον τῶν μαθητῶν [αὐτοῦ] οὐκ ἔστιν γεγραμμένα ἐν τῷ βιβλίῳ τούτῳ
31[an error occurred while processing this directive]31ταῦτα δὲ γέγραπται ἵνα πιστεύητε ὅτι Ἰησοῦς ἐστιν Χριστὸς Υἱὸς τοῦ Θεοῦ καὶ ἵνα πιστεύοντες ζωὴν ἔχητε ἐν τῷ ὀνόματι αὐτοῦ
[an error occurred while processing this directive]Greek and Hebrew Study Bible courtesy Bible Hub and the Discovery Bible team.
John 19
Top of Page
Top of Page