John 21
[an error occurred while processing this directive] Parallel GRK [BSB CSB ESV HCS KJV ISV NAS NET NIV NLT GRK]
[an error occurred while processing this directive]Greek Study Bible
1[an error occurred while processing this directive]1Μετὰ ταῦτα ἐφανέρωσεν ἑαυτὸν πάλιν ‹ὁ› Ἰησοῦς τοῖς μαθηταῖς ἐπὶ τῆς θαλάσσης τῆς Τιβεριάδος ἐφανέρωσεν δὲ οὕτως
2[an error occurred while processing this directive]2ἦσαν ὁμοῦ Σίμων Πέτρος καὶ Θωμᾶς λεγόμενος Δίδυμος καὶ Ναθαναὴλ ἀπὸ Κανᾶ τῆς Γαλιλαίας καὶ οἱ τοῦ Ζεβεδαίου καὶ ἄλλοι ἐκ τῶν μαθητῶν αὐτοῦ δύο
3[an error occurred while processing this directive]3λέγει αὐτοῖς Σίμων Πέτρος Ὑπάγω ἁλιεύειν Λέγουσιν αὐτῷ Ἐρχόμεθα καὶ ἡμεῖς σὺν σοί ἐξῆλθον καὶ ἐνέβησαν εἰς τὸ πλοῖον καὶ ἐν ἐκείνῃ τῇ νυκτὶ ἐπίασαν οὐδέν
4[an error occurred while processing this directive]4Πρωΐας δὲ ἤδη γενομένης* ἔστη Ἰησοῦς εἰς τὸν αἰγιαλόν οὐ μέντοι ᾔδεισαν οἱ μαθηταὶ ὅτι Ἰησοῦς ἐστιν
5[an error occurred while processing this directive]5λέγει οὖν αὐτοῖς ‹ὁ› Ἰησοῦς Παιδία μή τι προσφάγιον ἔχετε Ἀπεκρίθησαν αὐτῷ Οὔ
6[an error occurred while processing this directive]6 δὲ εἶπεν αὐτοῖς Βάλετε εἰς τὰ δεξιὰ μέρη τοῦ πλοίου τὸ δίκτυον καὶ εὑρήσετε ἔβαλον οὖν καὶ οὐκέτι αὐτὸ ἑλκύσαι ἴσχυον ἀπὸ τοῦ πλήθους τῶν ἰχθύων
7[an error occurred while processing this directive]7Λέγει οὖν μαθητὴς ἐκεῖνος ὃν ἠγάπα Ἰησοῦς τῷ Πέτρῳ Κύριός ἐστιν Σίμων οὖν Πέτρος ἀκούσας ὅτι Κύριός ἐστιν τὸν ἐπενδύτην διεζώσατο ἦν γὰρ γυμνός καὶ ἔβαλεν ἑαυτὸν εἰς τὴν θάλασσαν
8[an error occurred while processing this directive]8οἱ δὲ ἄλλοι μαθηταὶ τῷ πλοιαρίῳ ἦλθον οὐ γὰρ ἦσαν μακρὰν ἀπὸ τῆς γῆς ἀλλὰ ὡς ἀπὸ πηχῶν διακοσίων σύροντες τὸ δίκτυον τῶν ἰχθύων
9[an error occurred while processing this directive]9Ὡς οὖν ἀπέβησαν εἰς τὴν γῆν βλέπουσιν ἀνθρακιὰν κειμένην καὶ ὀψάριον ἐπικείμενον καὶ ἄρτον
10[an error occurred while processing this directive]10Λέγει αὐτοῖς Ἰησοῦς Ἐνέγκατε ἀπὸ τῶν ὀψαρίων ὧν ἐπιάσατε νῦν
11[an error occurred while processing this directive]11ἀνέβη ‹οὖν› Σίμων Πέτρος καὶ εἵλκυσεν τὸ δίκτυον εἰς τὴν γῆν μεστὸν ἰχθύων μεγάλων ἑκατὸν πεντήκοντα τριῶν καὶ τοσούτων ὄντων οὐκ ἐσχίσθη τὸ δίκτυον
12[an error occurred while processing this directive]12Λέγει αὐτοῖς Ἰησοῦς Δεῦτε ἀριστήσατε οὐδεὶς ‹δὲ› ἐτόλμα τῶν μαθητῶν ἐξετάσαι αὐτόν Σὺ τίς εἶ εἰδότες ὅτι Κύριός ἐστιν
13[an error occurred while processing this directive]13ἔρχεται ‹ὁ› Ἰησοῦς καὶ λαμβάνει τὸν ἄρτον καὶ δίδωσιν αὐτοῖς καὶ τὸ ὀψάριον ὁμοίως
14[an error occurred while processing this directive]14Τοῦτο ἤδη τρίτον ἐφανερώθη ‹ὁ› Ἰησοῦς τοῖς μαθηταῖς ἐγερθεὶς ἐκ νεκρῶν
15[an error occurred while processing this directive]15Ὅτε οὖν ἠρίστησαν λέγει τῷ Σίμωνι Πέτρῳ Ἰησοῦς Σίμων Ἰωάννου ἀγαπᾷς με πλέον τούτων Λέγει αὐτῷ Ναί Κύριε σὺ οἶδας ὅτι φιλῶ σε Λέγει αὐτῷ Βόσκε τὰ ἀρνία μου
16[an error occurred while processing this directive]16Λέγει αὐτῷ πάλιν δεύτερον Σίμων Ἰωάννου ἀγαπᾷς με Λέγει αὐτῷ Ναί Κύριε σὺ οἶδας ὅτι φιλῶ σε Λέγει αὐτῷ Ποίμαινε τὰ πρόβατά μου
17[an error occurred while processing this directive]17Λέγει αὐτῷ τὸ τρίτον Σίμων Ἰωάννου φιλεῖς με Ἐλυπήθη Πέτρος ὅτι εἶπεν αὐτῷ τὸ τρίτον Φιλεῖς με Καὶ εἶπεν αὐτῷ Κύριε πάντα σὺ οἶδας σὺ γινώσκεις ὅτι φιλῶ σε Λέγει αὐτῷ ‹ὁ› Ἰησοῦς Βόσκε τὰ πρόβατά μου
18[an error occurred while processing this directive]18Ἀμὴν ἀμὴν λέγω σοι ὅτε ἦς νεώτερος ἐζώννυες σεαυτὸν καὶ περιεπάτεις ὅπου ἤθελες ὅταν δὲ γηράσῃς ἐκτενεῖς τὰς χεῖράς σου καὶ ἄλλος ζώσει σε καὶ οἴσει ὅπου οὐ θέλεις
19[an error occurred while processing this directive]19τοῦτο δὲ εἶπεν σημαίνων ποίῳ θανάτῳ δοξάσει τὸν Θεόν Καὶ τοῦτο εἰπὼν λέγει αὐτῷ Ἀκολούθει μοι
20[an error occurred while processing this directive]20Ἐπιστραφεὶς Πέτρος βλέπει τὸν μαθητὴν ὃν ἠγάπα Ἰησοῦς ἀκολουθοῦντα ὃς καὶ ἀνέπεσεν ἐν τῷ δείπνῳ ἐπὶ τὸ στῆθος αὐτοῦ καὶ εἶπεν Κύριε τίς ἐστιν παραδιδούς σε
21[an error occurred while processing this directive]21τοῦτον οὖν ἰδὼν Πέτρος λέγει τῷ Ἰησοῦ Κύριε οὗτος δὲ τί
22[an error occurred while processing this directive]22Λέγει αὐτῷ Ἰησοῦς Ἐὰν αὐτὸν θέλω μένειν ἕως ἔρχομαι τί πρὸς σέ σύ μοι ἀκολούθει
23[an error occurred while processing this directive]23ἐξῆλθεν οὖν οὗτος λόγος εἰς τοὺς ἀδελφοὺς ὅτι μαθητὴς ἐκεῖνος οὐκ ἀποθνήσκει οὐκ εἶπεν δὲ αὐτῷ Ἰησοῦς ὅτι οὐκ ἀποθνήσκει ἀλλ’ Ἐὰν αὐτὸν θέλω μένειν ἕως ἔρχομαι τί πρὸς σέ
24[an error occurred while processing this directive]24Οὗτός ἐστιν μαθητὴς μαρτυρῶν περὶ τούτων καὶ γράψας ταῦτα καὶ οἴδαμεν ὅτι ἀληθὴς αὐτοῦ μαρτυρία ἐστίν
25[an error occurred while processing this directive]25Ἔστιν δὲ καὶ ἄλλα πολλὰ ἐποίησεν Ἰησοῦς ἅτινα ἐὰν γράφηται καθ’ ἕν οὐδ’ αὐτὸν οἶμαι τὸν κόσμον χωρήσειν τὰ γραφόμενα βιβλία
[an error occurred while processing this directive]Greek and Hebrew Study Bible courtesy Bible Hub and the Discovery Bible team.
John 20
Top of Page
Top of Page