John 18
[an error occurred while processing this directive] Parallel GRK [BSB CSB ESV HCS KJV ISV NAS NET NIV NLT GRK]
[an error occurred while processing this directive]Greek Study Bible
1[an error occurred while processing this directive]1Ταῦτα εἰπὼν Ἰησοῦς ἐξῆλθεν σὺν τοῖς μαθηταῖς αὐτοῦ πέραν τοῦ χειμάρρου τοῦ* Κέδρων ὅπου ἦν κῆπος εἰς ὃν εἰσῆλθεν αὐτὸς καὶ οἱ μαθηταὶ αὐτοῦ
2[an error occurred while processing this directive]2ᾔδει δὲ καὶ Ἰούδας παραδιδοὺς αὐτὸν τὸν τόπον ὅτι πολλάκις συνήχθη Ἰησοῦς ἐκεῖ μετὰ τῶν μαθητῶν αὐτοῦ
3[an error occurred while processing this directive]3 οὖν Ἰούδας λαβὼν τὴν σπεῖραν καὶ ἐκ τῶν ἀρχιερέων καὶ ἐκ τῶν Φαρισαίων ὑπηρέτας ἔρχεται ἐκεῖ μετὰ φανῶν καὶ λαμπάδων καὶ ὅπλων
4[an error occurred while processing this directive]4Ἰησοῦς οὖν εἰδὼς πάντα τὰ ἐρχόμενα ἐπ’ αὐτὸν ἐξῆλθεν καὶ λέγει αὐτοῖς Τίνα ζητεῖτε
5[an error occurred while processing this directive]5Ἀπεκρίθησαν αὐτῷ Ἰησοῦν τὸν Ναζωραῖον Λέγει αὐτοῖς Ἐγώ εἰμι Εἱστήκει δὲ καὶ Ἰούδας παραδιδοὺς αὐτὸν μετ’ αὐτῶν
6[an error occurred while processing this directive]6ὡς οὖν εἶπεν αὐτοῖς Ἐγώ εἰμι ἀπῆλθον* εἰς τὰ ὀπίσω καὶ ἔπεσαν χαμαί
7[an error occurred while processing this directive]7Πάλιν οὖν ἐπηρώτησεν αὐτούς Τίνα ζητεῖτε Οἱ δὲ εἶπαν Ἰησοῦν τὸν Ναζωραῖον
8[an error occurred while processing this directive]8Ἀπεκρίθη Ἰησοῦς Εἶπον ὑμῖν ὅτι ἐγώ εἰμι εἰ οὖν ἐμὲ ζητεῖτε ἄφετε τούτους ὑπάγειν
9[an error occurred while processing this directive]9ἵνα πληρωθῇ λόγος ὃν εἶπεν ὅτι Οὓς δέδωκάς μοι οὐκ ἀπώλεσα ἐξ αὐτῶν οὐδένα
10[an error occurred while processing this directive]10Σίμων οὖν Πέτρος ἔχων μάχαιραν εἵλκυσεν αὐτὴν καὶ ἔπαισεν τὸν τοῦ ἀρχιερέως δοῦλον καὶ ἀπέκοψεν αὐτοῦ τὸ ὠτάριον τὸ δεξιόν ἦν δὲ ὄνομα τῷ δούλῳ Μάλχος
11[an error occurred while processing this directive]11εἶπεν οὖν Ἰησοῦς τῷ Πέτρῳ Βάλε τὴν μάχαιραν εἰς τὴν θήκην τὸ ποτήριον δέδωκέν μοι Πατήρ οὐ μὴ πίω αὐτό
12[an error occurred while processing this directive]12 οὖν σπεῖρα καὶ χιλίαρχος καὶ οἱ ὑπηρέται τῶν Ἰουδαίων συνέλαβον τὸν Ἰησοῦν καὶ ἔδησαν αὐτὸν
13[an error occurred while processing this directive]13καὶ ἤγαγον πρὸς Ἅνναν πρῶτον ἦν γὰρ πενθερὸς τοῦ Καϊάφα ὃς ἦν ἀρχιερεὺς τοῦ ἐνιαυτοῦ ἐκείνου
14[an error occurred while processing this directive]14ἦν δὲ Καϊάφας συμβουλεύσας τοῖς Ἰουδαίοις ὅτι συμφέρει ἕνα ἄνθρωπον ἀποθανεῖν ὑπὲρ τοῦ λαοῦ
15[an error occurred while processing this directive]15Ἠκολούθει δὲ τῷ Ἰησοῦ Σίμων Πέτρος καὶ ἄλλος μαθητής δὲ μαθητὴς ἐκεῖνος ἦν γνωστὸς τῷ ἀρχιερεῖ καὶ συνεισῆλθεν τῷ Ἰησοῦ εἰς τὴν αὐλὴν τοῦ ἀρχιερέως
16[an error occurred while processing this directive]16 δὲ Πέτρος εἱστήκει πρὸς τῇ θύρᾳ ἔξω ἐξῆλθεν οὖν μαθητὴς ἄλλος γνωστὸς τοῦ ἀρχιερέως καὶ εἶπεν τῇ θυρωρῷ καὶ εἰσήγαγεν τὸν Πέτρον
17[an error occurred while processing this directive]17Λέγει οὖν τῷ Πέτρῳ παιδίσκη θυρωρός Μὴ καὶ σὺ ἐκ τῶν μαθητῶν εἶ τοῦ ἀνθρώπου τούτου Λέγει ἐκεῖνος Οὐκ εἰμί
18[an error occurred while processing this directive]18Εἱστήκεισαν δὲ οἱ δοῦλοι καὶ οἱ ὑπηρέται ἀνθρακιὰν πεποιηκότες ὅτι ψῦχος ἦν καὶ ἐθερμαίνοντο ἦν δὲ καὶ Πέτρος μετ’ αὐτῶν ἑστὼς καὶ θερμαινόμενος
19[an error occurred while processing this directive]19 οὖν ἀρχιερεὺς ἠρώτησεν τὸν Ἰησοῦν περὶ τῶν μαθητῶν αὐτοῦ καὶ περὶ τῆς διδαχῆς αὐτοῦ
20[an error occurred while processing this directive]20Ἀπεκρίθη αὐτῷ Ἰησοῦς Ἐγὼ παρρησίᾳ λελάληκα τῷ κόσμῳ ἐγὼ πάντοτε ἐδίδαξα ἐν συναγωγῇ καὶ ἐν τῷ ἱερῷ ὅπου πάντες οἱ Ἰουδαῖοι συνέρχονται καὶ ἐν κρυπτῷ ἐλάλησα οὐδέν
21[an error occurred while processing this directive]21τί με ἐρωτᾷς ἐρώτησον τοὺς ἀκηκοότας τί ἐλάλησα αὐτοῖς ἴδε οὗτοι οἴδασιν εἶπον ἐγώ
22[an error occurred while processing this directive]22Ταῦτα δὲ αὐτοῦ εἰπόντος εἷς παρεστηκὼς τῶν ὑπηρετῶν ἔδωκεν ῥάπισμα τῷ Ἰησοῦ εἰπών Οὕτως ἀποκρίνῃ τῷ ἀρχιερεῖ
23[an error occurred while processing this directive]23Ἀπεκρίθη αὐτῷ Ἰησοῦς Εἰ κακῶς ἐλάλησα μαρτύρησον περὶ τοῦ κακοῦ εἰ δὲ καλῶς τί με δέρεις
24[an error occurred while processing this directive]24Ἀπέστειλεν οὖν αὐτὸν Ἅννας δεδεμένον πρὸς Καϊάφαν τὸν ἀρχιερέα
25[an error occurred while processing this directive]25Ἦν δὲ Σίμων Πέτρος ἑστὼς καὶ θερμαινόμενος εἶπον οὖν αὐτῷ Μὴ καὶ σὺ ἐκ τῶν μαθητῶν αὐτοῦ εἶ Ἠρνήσατο ἐκεῖνος καὶ εἶπεν Οὐκ εἰμί
26[an error occurred while processing this directive]26Λέγει εἷς ἐκ τῶν δούλων τοῦ ἀρχιερέως συγγενὴς ὢν οὗ ἀπέκοψεν Πέτρος τὸ ὠτίον Οὐκ ἐγώ σε εἶδον ἐν τῷ κήπῳ μετ’ αὐτοῦ
27[an error occurred while processing this directive]27Πάλιν οὖν ἠρνήσατο Πέτρος καὶ εὐθέως ἀλέκτωρ ἐφώνησεν
28[an error occurred while processing this directive]28Ἄγουσιν οὖν τὸν Ἰησοῦν ἀπὸ τοῦ Καϊάφα εἰς τὸ πραιτώριον ἦν δὲ πρωΐ καὶ αὐτοὶ οὐκ εἰσῆλθον εἰς τὸ πραιτώριον ἵνα μὴ μιανθῶσιν ἀλλὰ φάγωσιν τὸ πάσχα
29[an error occurred while processing this directive]29Ἐξῆλθεν οὖν Πιλᾶτος ἔξω πρὸς αὐτοὺς καὶ φησίν Τίνα κατηγορίαν φέρετε ‹κατὰ› τοῦ ἀνθρώπου τούτου
30[an error occurred while processing this directive]30Ἀπεκρίθησαν καὶ εἶπαν αὐτῷ Εἰ μὴ ἦν οὗτος κακὸν ποιῶν οὐκ ἄν σοι παρεδώκαμεν αὐτόν
31[an error occurred while processing this directive]31Εἶπεν οὖν αὐτοῖς Πιλᾶτος Λάβετε αὐτὸν ὑμεῖς καὶ κατὰ τὸν νόμον ὑμῶν κρίνατε αὐτόν Εἶπον αὐτῷ οἱ Ἰουδαῖοι Ἡμῖν οὐκ ἔξεστιν ἀποκτεῖναι οὐδένα
32[an error occurred while processing this directive]32ἵνα λόγος τοῦ Ἰησοῦ πληρωθῇ ὃν εἶπεν σημαίνων ποίῳ θανάτῳ ἤμελλεν ἀποθνήσκειν
33[an error occurred while processing this directive]33Εἰσῆλθεν οὖν πάλιν εἰς τὸ πραιτώριον Πιλᾶτος καὶ ἐφώνησεν τὸν Ἰησοῦν καὶ εἶπεν αὐτῷ Σὺ εἶ Βασιλεὺς τῶν Ἰουδαίων
34[an error occurred while processing this directive]34Ἀπεκρίθη Ἰησοῦς Ἀπὸ* σεαυτοῦ* σὺ τοῦτο λέγεις ἄλλοι εἶπόν σοι περὶ ἐμοῦ
35[an error occurred while processing this directive]35Ἀπεκρίθη Πιλᾶτος Μήτι ἐγὼ Ἰουδαῖός εἰμι τὸ ἔθνος τὸ σὸν καὶ οἱ ἀρχιερεῖς παρέδωκάν σε ἐμοί τί ἐποίησας
36[an error occurred while processing this directive]36Ἀπεκρίθη Ἰησοῦς βασιλεία ἐμὴ οὐκ ἔστιν ἐκ τοῦ κόσμου τούτου εἰ ἐκ τοῦ κόσμου τούτου ἦν βασιλεία ἐμή οἱ ὑπηρέται ἄν «οἱ ἐμοὶ ἠγωνίζοντο» ἵνα μὴ παραδοθῶ τοῖς Ἰουδαίοις νῦν δὲ βασιλεία ἐμὴ οὐκ ἔστιν ἐντεῦθεν
37[an error occurred while processing this directive]37Εἶπεν οὖν αὐτῷ Πιλᾶτος Οὐκοῦν βασιλεὺς εἶ σύ Ἀπεκρίθη Ἰησοῦς Σὺ λέγεις ὅτι βασιλεύς εἰμι ἐγὼ εἰς τοῦτο γεγέννημαι καὶ εἰς τοῦτο ἐλήλυθα εἰς τὸν κόσμον ἵνα μαρτυρήσω τῇ ἀληθείᾳ πᾶς ὢν ἐκ τῆς ἀληθείας ἀκούει μου τῆς φωνῆς
38[an error occurred while processing this directive]38Λέγει αὐτῷ Πιλᾶτος Τί ἐστιν ἀλήθεια Καὶ τοῦτο εἰπὼν πάλιν ἐξῆλθεν πρὸς τοὺς Ἰουδαίους καὶ λέγει αὐτοῖς Ἐγὼ οὐδεμίαν εὑρίσκω ἐν αὐτῷ αἰτίαν
39[an error occurred while processing this directive]39ἔστιν δὲ συνήθεια ὑμῖν ἵνα ἕνα ἀπολύσω ὑμῖν ἐν τῷ πάσχα βούλεσθε οὖν ἀπολύσω ὑμῖν τὸν Βασιλέα τῶν Ἰουδαίων
40[an error occurred while processing this directive]40Ἐκραύγασαν οὖν πάλιν λέγοντες Μὴ τοῦτον ἀλλὰ τὸν Βαραββᾶν ἦν δὲ Βαραββᾶς λῃστής
[an error occurred while processing this directive]Greek and Hebrew Study Bible courtesy Bible Hub and the Discovery Bible team.
John 17
Top of Page
Top of Page