Luke 8
Study Bible ABP ▾ 
Women Minister to Jesus

Καὶ ἐγένετο ἐν τῷ καθεξῆς καὶ αὐτὸς διώδευεν κατὰ πόλιν καὶ κώμην κηρύσσων καὶ εὐαγγελιζόμενος τὴν βασιλείαν τοῦ Θεοῦ καὶ οἱ δώδεκα σὺν αὐτῷ καὶ γυναῖκές τινες αἳ ἦσαν τεθεραπευμέναι ἀπὸ πνευμάτων πονηρῶν καὶ ἀσθενειῶν Μαρία καλουμένη Μαγδαληνή ἀφ’ ἧς δαιμόνια ἑπτὰ ἐξεληλύθει καὶ Ἰωάννα γυνὴ Χουζᾶ ἐπιτρόπου Ἡρῴδου καὶ Σουσάννα καὶ ἕτεραι πολλαί αἵτινες διηκόνουν αὐτοῖς ἐκ τῶν ὑπαρχόντων αὐταῖς

The Parable of the Sower

Συνιόντος δὲ ὄχλου πολλοῦ καὶ τῶν κατὰ πόλιν ἐπιπορευομένων πρὸς αὐτὸν εἶπεν διὰ παραβολῆς Ἐξῆλθεν σπείρων τοῦ σπεῖραι τὸν σπόρον αὐτοῦ καὶ ἐν τῷ σπείρειν αὐτὸν μὲν ἔπεσεν παρὰ τὴν ὁδόν καὶ κατεπατήθη καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατέφαγεν αὐτό Καὶ ἕτερον κατέπεσεν ἐπὶ τὴν πέτραν καὶ φυὲν ἐξηράνθη διὰ τὸ μὴ ἔχειν ἰκμάδα Καὶ ἕτερον ἔπεσεν ἐν μέσῳ τῶν ἀκανθῶν καὶ συμφυεῖσαι αἱ ἄκανθαι ἀπέπνιξαν αὐτό Καὶ ἕτερον ἔπεσεν εἰς τὴν γῆν τὴν ἀγαθήν καὶ φυὲν ἐποίησεν καρπὸν ἑκατονταπλασίονα Ταῦτα λέγων ἐφώνει ἔχων ὦτα ἀκούειν ἀκουέτω

Ἐπηρώτων δὲ αὐτὸν οἱ μαθηταὶ αὐτοῦ Τίς αὕτη εἴη παραβολή 10  δὲ εἶπεν Ὑμῖν δέδοται γνῶναι τὰ μυστήρια τῆς βασιλείας τοῦ Θεοῦ τοῖς δὲ λοιποῖς ἐν παραβολαῖς ἵνα Βλέποντες μὴ βλέπωσιν Καὶ ἀκούοντες μὴ συνιῶσιν

11 Ἔστιν δὲ αὕτη παραβολή σπόρος ἐστὶν λόγος τοῦ Θεοῦ 12 οἱ δὲ παρὰ τὴν ὁδόν εἰσιν οἱ ἀκούσαντες εἶτα ἔρχεται διάβολος καὶ αἴρει τὸν λόγον ἀπὸ τῆς καρδίας αὐτῶν ἵνα μὴ πιστεύσαντες σωθῶσιν 13 Οἱ δὲ ἐπὶ τῆς πέτρας οἳ ὅταν ἀκούσωσιν μετὰ χαρᾶς δέχονται τὸν λόγον καὶ οὗτοι ῥίζαν οὐκ ἔχουσιν οἳ πρὸς καιρὸν πιστεύουσιν καὶ ἐν καιρῷ πειρασμοῦ ἀφίστανται 14 Τὸ δὲ εἰς τὰς ἀκάνθας πεσόν οὗτοί εἰσιν οἱ ἀκούσαντες καὶ ὑπὸ μεριμνῶν καὶ πλούτου καὶ ἡδονῶν τοῦ βίου πορευόμενοι συμπνίγονται καὶ οὐ τελεσφοροῦσιν 15 Τὸ δὲ ἐν τῇ καλῇ γῇ οὗτοί εἰσιν οἵτινες ἐν καρδίᾳ καλῇ καὶ ἀγαθῇ ἀκούσαντες τὸν λόγον κατέχουσιν καὶ καρποφοροῦσιν ἐν ὑπομονῇ

The Lesson of the Lamp

16 Οὐδεὶς δὲ λύχνον ἅψας καλύπτει αὐτὸν σκεύει ὑποκάτω κλίνης τίθησιν ἀλλ’ ἐπὶ λυχνίας τίθησιν ἵνα οἱ εἰσπορευόμενοι βλέπωσιν τὸ φῶς 17 οὐ γάρ ἐστιν κρυπτὸν οὐ φανερὸν γενήσεται οὐδὲ ἀπόκρυφον οὐ μὴ γνωσθῇ καὶ εἰς φανερὸν ἔλθῃ 18 Βλέπετε οὖν πῶς ἀκούετε ὃς ἂν γὰρ ἔχῃ δοθήσεται αὐτῷ καὶ ὃς ἂν μὴ ἔχῃ καὶ δοκεῖ ἔχειν ἀρθήσεται ἀπ’ αὐτοῦ

Jesus' Mother and Brothers

19 Παρεγένετο δὲ πρὸς αὐτὸν μήτηρ καὶ οἱ ἀδελφοὶ αὐτοῦ καὶ οὐκ ἠδύναντο συντυχεῖν αὐτῷ διὰ τὸν ὄχλον 20 ἀπηγγέλη δὲ αὐτῷ μήτηρ σου καὶ οἱ ἀδελφοί σου ἑστήκασιν ἔξω ἰδεῖν θέλοντές σε 21  δὲ ἀποκριθεὶς εἶπεν πρὸς αὐτούς Μήτηρ μου καὶ ἀδελφοί μου οὗτοί εἰσιν οἱ τὸν λόγον τοῦ Θεοῦ ἀκούοντες καὶ ποιοῦντες

Jesus Stills the Storm

22 Ἐγένετο δὲ ἐν μιᾷ τῶν ἡμερῶν καὶ αὐτὸς ἐνέβη εἰς πλοῖον καὶ οἱ μαθηταὶ αὐτοῦ καὶ εἶπεν πρὸς αὐτούς Διέλθωμεν εἰς τὸ πέραν τῆς λίμνης καὶ ἀνήχθησαν 23 πλεόντων δὲ αὐτῶν ἀφύπνωσεν καὶ κατέβη λαῖλαψ ἀνέμου εἰς τὴν λίμνην καὶ συνεπληροῦντο καὶ ἐκινδύνευον 24 Προσελθόντες δὲ διήγειραν αὐτὸν λέγοντες Ἐπιστάτα ἐπιστάτα ἀπολλύμεθα δὲ διεγερθεὶς ἐπετίμησεν τῷ ἀνέμῳ καὶ τῷ κλύδωνι τοῦ ὕδατος καὶ ἐπαύσαντο καὶ ἐγένετο γαλήνη 25 Εἶπεν δὲ αὐτοῖς Ποῦ πίστις ὑμῶν Φοβηθέντες δὲ ἐθαύμασαν λέγοντες πρὸς ἀλλήλους Τίς ἄρα οὗτός ἐστιν ὅτι καὶ τοῖς ἀνέμοις ἐπιτάσσει καὶ τῷ ὕδατι καὶ ὑπακούουσιν αὐτῷ

Demons Cast into Pigs

26 Καὶ κατέπλευσαν εἰς τὴν χώραν τῶν Γερασηνῶν ἥτις ἐστὶν ἀντιπέρα τῆς Γαλιλαίας 27 ἐξελθόντι δὲ αὐτῷ ἐπὶ τὴν γῆν ὑπήντησεν ἀνήρ τις ἐκ τῆς πόλεως ἔχων δαιμόνια καὶ χρόνῳ ἱκανῷ οὐκ ἐνεδύσατο ἱμάτιον καὶ ἐν οἰκίᾳ οὐκ ἔμενεν ἀλλ’ ἐν τοῖς μνήμασιν 28 Ἰδὼν δὲ τὸν Ἰησοῦν ἀνακράξας προσέπεσεν αὐτῷ καὶ φωνῇ μεγάλῃ εἶπεν Τί ἐμοὶ καὶ σοί Ἰησοῦ Υἱὲ τοῦ Θεοῦ τοῦ Ὑψίστου δέομαί σου μή με βασανίσῃς 29 παρήγγελλεν γὰρ τῷ πνεύματι τῷ ἀκαθάρτῳ ἐξελθεῖν ἀπὸ τοῦ ἀνθρώπου πολλοῖς γὰρ χρόνοις συνηρπάκει αὐτόν καὶ ἐδεσμεύετο ἁλύσεσιν καὶ πέδαις φυλασσόμενος καὶ διαρρήσσων τὰ δεσμὰ ἠλαύνετο ὑπὸ* τοῦ δαιμονίου εἰς τὰς ἐρήμους 30 Ἐπηρώτησεν δὲ αὐτὸν Ἰησοῦς Τί σοι ὄνομά ἐστιν Δὲ εἶπεν Λεγιών ὅτι εἰσῆλθεν δαιμόνια πολλὰ εἰς αὐτόν 31 καὶ παρεκάλουν αὐτὸν ἵνα μὴ ἐπιτάξῃ αὐτοῖς εἰς τὴν ἄβυσσον ἀπελθεῖν

32 Ἦν δὲ ἐκεῖ ἀγέλη χοίρων ἱκανῶν βοσκομένη ἐν τῷ ὄρει καὶ παρεκάλεσαν αὐτὸν ἵνα ἐπιτρέψῃ αὐτοῖς εἰς ἐκείνους εἰσελθεῖν καὶ ἐπέτρεψεν αὐτοῖς 33 Ἐξελθόντα δὲ τὰ δαιμόνια ἀπὸ τοῦ ἀνθρώπου εἰσῆλθον εἰς τοὺς χοίρους καὶ ὥρμησεν ἀγέλη κατὰ τοῦ κρημνοῦ εἰς τὴν λίμνην καὶ ἀπεπνίγη

34 Ἰδόντες δὲ οἱ βόσκοντες τὸ γεγονὸς ἔφυγον καὶ ἀπήγγειλαν εἰς τὴν πόλιν καὶ εἰς τοὺς ἀγρούς 35 ἐξῆλθον δὲ ἰδεῖν τὸ γεγονὸς καὶ ἦλθον πρὸς τὸν Ἰησοῦν καὶ εὗρον καθήμενον τὸν ἄνθρωπον ἀφ’ οὗ τὰ δαιμόνια ἐξῆλθεν ἱματισμένον καὶ σωφρονοῦντα παρὰ τοὺς πόδας τοῦ Ἰησοῦ καὶ ἐφοβήθησαν 36 ἀπήγγειλαν δὲ αὐτοῖς οἱ ἰδόντες πῶς ἐσώθη δαιμονισθείς 37 Καὶ ἠρώτησεν αὐτὸν ἅπαν τὸ πλῆθος τῆς περιχώρου τῶν Γερασηνῶν ἀπελθεῖν ἀπ’ αὐτῶν ὅτι φόβῳ μεγάλῳ συνείχοντο αὐτὸς δὲ ἐμβὰς εἰς πλοῖον ὑπέστρεψεν 38 Ἐδεῖτο δὲ αὐτοῦ ἀνὴρ ἀφ’ οὗ ἐξεληλύθει τὰ δαιμόνια εἶναι σὺν αὐτῷ ἀπέλυσεν δὲ αὐτὸν λέγων 39 Ὑπόστρεφε εἰς τὸν οἶκόν σου καὶ διηγοῦ ὅσα σοι ἐποίησεν Θεός καὶ ἀπῆλθεν καθ’ ὅλην τὴν πόλιν κηρύσσων ὅσα ἐποίησεν αὐτῷ Ἰησοῦς

The Healing Touch of Jesus

40 Ἐν δὲ τῷ ὑποστρέφειν τὸν Ἰησοῦν ἀπεδέξατο αὐτὸν ὄχλος ἦσαν γὰρ πάντες προσδοκῶντες αὐτόν 41 καὶ ἰδοὺ ἦλθεν ἀνὴρ ὄνομα Ἰάϊρος καὶ οὗτος ἄρχων τῆς συναγωγῆς ὑπῆρχεν καὶ πεσὼν παρὰ τοὺς πόδας ‹τοῦ› Ἰησοῦ παρεκάλει αὐτὸν εἰσελθεῖν εἰς τὸν οἶκον αὐτοῦ 42 ὅτι θυγάτηρ μονογενὴς ἦν αὐτῷ ὡς ἐτῶν δώδεκα καὶ αὐτὴ ἀπέθνῃσκεν Ἐν δὲ τῷ ὑπάγειν αὐτὸν οἱ ὄχλοι συνέπνιγον αὐτόν

43 καὶ γυνὴ οὖσα ἐν ῥύσει αἵματος ἀπὸ ἐτῶν δώδεκα ἥτις ‹ἰατροῖς προσαναλώσασα ὅλον τὸν βίον› οὐκ ἴσχυσεν ἀπ’ οὐδενὸς θεραπευθῆναι 44 προσελθοῦσα ὄπισθεν ἥψατο τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ καὶ παραχρῆμα ἔστη ῥύσις τοῦ αἵματος αὐτῆς 45 Καὶ εἶπεν Ἰησοῦς Τίς ἁψάμενός μου Ἀρνουμένων δὲ πάντων εἶπεν Πέτρος Ἐπιστάτα οἱ ὄχλοι συνέχουσίν σε καὶ ἀποθλίβουσιν ⧼καὶ λέγεις Tίς ἁψάμενός μου⧽ 46  δὲ Ἰησοῦς εἶπεν Ἥψατό μού τις ἐγὼ γὰρ ἔγνων δύναμιν ἐξεληλυθυῖαν ἀπ’ ἐμοῦ 47 Ἰδοῦσα δὲ γυνὴ ὅτι οὐκ ἔλαθεν τρέμουσα ἦλθεν καὶ προσπεσοῦσα αὐτῷ δι’ ἣν αἰτίαν ἥψατο αὐτοῦ ἀπήγγειλεν ἐνώπιον παντὸς τοῦ λαοῦ καὶ ὡς ἰάθη παραχρῆμα 48  δὲ εἶπεν αὐτῇ Θυγάτηρ πίστις σου σέσωκέν σε πορεύου εἰς εἰρήνην

49 Ἔτι αὐτοῦ λαλοῦντος ἔρχεταί τις παρὰ τοῦ ἀρχισυναγώγου λέγων ὅτι Τέθνηκεν θυγάτηρ σου μηκέτι σκύλλε τὸν Διδάσκαλον 50  δὲ Ἰησοῦς ἀκούσας ἀπεκρίθη αὐτῷ Μὴ φοβοῦ μόνον πίστευσον καὶ σωθήσεται 51 Ἐλθὼν δὲ εἰς τὴν οἰκίαν οὐκ ἀφῆκεν εἰσελθεῖν τινα σὺν αὐτῷ εἰ μὴ Πέτρον καὶ Ἰωάννην καὶ Ἰάκωβον καὶ τὸν πατέρα τῆς παιδὸς καὶ τὴν μητέρα 52 ἔκλαιον δὲ πάντες καὶ ἐκόπτοντο αὐτήν δὲ εἶπεν Μὴ κλαίετε ‹οὐ γὰρ› ἀπέθανεν ἀλλὰ καθεύδει 53 Καὶ κατεγέλων αὐτοῦ εἰδότες ὅτι ἀπέθανεν 54 Αὐτὸς δὲ κρατήσας τῆς χειρὸς αὐτῆς ἐφώνησεν λέγων Παῖς ἔγειρε 55 καὶ ἐπέστρεψεν τὸ πνεῦμα αὐτῆς καὶ ἀνέστη παραχρῆμα καὶ διέταξεν αὐτῇ δοθῆναι φαγεῖν 56 καὶ ἐξέστησαν οἱ γονεῖς αὐτῆς δὲ παρήγγειλεν αὐτοῖς μηδενὶ εἰπεῖν τὸ γεγονός

Study Bible by Bible Hub in cooperation with Helps Ministries. For comparative study, where possible, chapter and verse numbers are mapped to the traditional convention used by modern English texts.

Section Headings Courtesy INT Bible © 2012, Used by Permission

Bible Hub


Luke 7
Top of Page
Top of Page