Luke 8
Study Bible
Women Minister to Jesus

Καὶ  ἐγένετο  ἐν  τῷ  καθεξῆς  καὶ  αὐτὸς  διώδευεν  κατὰ  πόλιν  καὶ  κώμην  κηρύσσων  καὶ  εὐαγγελιζόμενος  τὴν  βασιλείαν  τοῦ  Θεοῦ,  καὶ  οἱ  δώδεκα  σὺν  αὐτῷ,  καὶ  γυναῖκές  τινες  αἳ  ἦσαν  τεθεραπευμέναι  ἀπὸ  πνευμάτων  πονηρῶν  καὶ  ἀσθενειῶν,  Μαρία    καλουμένη  Μαγδαληνή,  ἀφ’  ἧς  δαιμόνια  ἑπτὰ  ἐξεληλύθει,  καὶ  Ἰωάννα*  γυνὴ  Χουζᾶ  ἐπιτρόπου  Ἡρῴδου  καὶ  Σουσάννα  καὶ  ἕτεραι  πολλαί,  αἵτινες  διηκόνουν  αὐτοῖς  ἐκ  τῶν  ὑπαρχόντων  αὐταῖς. 

The Parable of the Sower

Συνιόντος  δὲ  ὄχλου  πολλοῦ  καὶ  τῶν  κατὰ  πόλιν  ἐπιπορευομένων  πρὸς  αὐτὸν  εἶπεν  διὰ  παραβολῆς  Ἐξῆλθεν    σπείρων  τοῦ  σπεῖραι  τὸν  σπόρον  αὐτοῦ.  καὶ  ἐν  τῷ  σπείρειν  αὐτὸν    μὲν  ἔπεσεν  παρὰ  τὴν  ὁδόν,  καὶ  κατεπατήθη,  καὶ  τὰ  πετεινὰ  τοῦ  οὐρανοῦ  κατέφαγεν  αὐτό.  καὶ  ἕτερον  κατέπεσεν  ἐπὶ  τὴν  πέτραν,  καὶ  φυὲν  ἐξηράνθη  διὰ  τὸ  μὴ  ἔχειν  ἰκμάδα.  καὶ  ἕτερον  ἔπεσεν  ἐν  μέσῳ  τῶν  ἀκανθῶν,  καὶ  συμφυεῖσαι*  αἱ  ἄκανθαι  ἀπέπνιξαν  αὐτό.  καὶ  ἕτερον  ἔπεσεν  εἰς  τὴν  γῆν  τὴν  ἀγαθήν,  καὶ  φυὲν  ἐποίησεν  καρπὸν  ἑκατονταπλασίονα.  ταῦτα  λέγων  ἐφώνει    ἔχων  ὦτα  ἀκούειν  ἀκουέτω. 

Ἐπηρώτων  δὲ  αὐτὸν  οἱ  μαθηταὶ  αὐτοῦ  τίς  αὕτη  εἴη    παραβολή.  10   δὲ  εἶπεν  Ὑμῖν  δέδοται  γνῶναι  τὰ  μυστήρια  τῆς  βασιλείας  τοῦ  Θεοῦ,  τοῖς  δὲ  λοιποῖς  ἐν  παραβολαῖς,  ἵνα  βλέποντες  μὴ  βλέπωσιν  καὶ  ἀκούοντες  μὴ  συνιῶσιν. 

11 ἔστιν  δὲ  αὕτη    παραβολή.    σπόρος  ἐστὶν    λόγος  τοῦ  Θεοῦ.  12 οἱ  δὲ  παρὰ  τὴν  ὁδόν  εἰσιν  οἱ  ἀκούσαντες,  εἶτα  ἔρχεται    διάβολος  καὶ  αἴρει  τὸν  λόγον  ἀπὸ  τῆς  καρδίας  αὐτῶν,  ἵνα  μὴ  πιστεύσαντες  σωθῶσιν.  13 οἱ  δὲ  ἐπὶ  τῆς  πέτρας  οἳ  ὅταν  ἀκούσωσιν  μετὰ  χαρᾶς  δέχονται  τὸν  λόγον,  καὶ  οὗτοι  ῥίζαν  οὐκ  ἔχουσιν,  οἳ  πρὸς  καιρὸν  πιστεύουσιν  καὶ  ἐν  καιρῷ  πειρασμοῦ  ἀφίστανται.  14 τὸ  δὲ  εἰς  τὰς  ἀκάνθας  πεσόν,  οὗτοί  εἰσιν  οἱ  ἀκούσαντες,  καὶ  ὑπὸ  μεριμνῶν  καὶ  πλούτου  καὶ  ἡδονῶν  τοῦ  βίου  πορευόμενοι  συμπνίγονται*  καὶ  οὐ  τελεσφοροῦσιν.  15 τὸ  δὲ  ἐν  τῇ  καλῇ  γῇ,  οὗτοί  εἰσιν  οἵτινες  ἐν  καρδίᾳ  καλῇ  καὶ  ἀγαθῇ  ἀκούσαντες  τὸν  λόγον  κατέχουσιν  καὶ  καρποφοροῦσιν  ἐν  ὑπομονῇ. 

The Lesson of the Lamp

16 Οὐδεὶς  δὲ  λύχνον  ἅψας  καλύπτει  αὐτὸν  σκεύει    ὑποκάτω  κλίνης  τίθησιν,  ἀλλ’  ἐπὶ  λυχνίας  τίθησιν,  ἵνα  οἱ  εἰσπορευόμενοι  βλέπωσιν  τὸ  φῶς.  17 οὐ  γάρ  ἐστιν  κρυπτὸν    οὐ  φανερὸν  γενήσεται,  οὐδὲ  ἀπόκρυφον    οὐ  μὴ  γνωσθῇ  καὶ  εἰς  φανερὸν  ἔλθῃ.  18 βλέπετε  οὖν  πῶς  ἀκούετε·  ὃς  ἂν  γὰρ  ἔχῃ,  δοθήσεται  αὐτῷ,  καὶ  ὃς  ἂν  μὴ  ἔχῃ,  καὶ    δοκεῖ  ἔχειν  ἀρθήσεται  ἀπ’  αὐτοῦ. 

Jesus' Mother and Brothers

19 Παρεγένετο  δὲ  πρὸς  αὐτὸν    μήτηρ  καὶ  οἱ  ἀδελφοὶ  αὐτοῦ,  καὶ  οὐκ  ἠδύναντο  συντυχεῖν  αὐτῷ  διὰ  τὸν  ὄχλον.  20 ἀπηγγέλη  δὲ  αὐτῷ    μήτηρ  σου  καὶ  οἱ  ἀδελφοί  σου  ἑστήκασιν  ἔξω  ἰδεῖν  θέλοντές  σε. ⇔  21   δὲ  ἀποκριθεὶς  εἶπεν  πρὸς  αὐτούς  Μήτηρ  μου  καὶ  ἀδελφοί  μου  οὗτοί  εἰσιν  οἱ  τὸν  λόγον  τοῦ  Θεοῦ  ἀκούοντες  καὶ  ποιοῦντες. 

Jesus Stills the Storm

22 Ἐγένετο  δὲ  ἐν  μιᾷ  τῶν  ἡμερῶν  καὶ  αὐτὸς  ἐνέβη  εἰς  πλοῖον  καὶ  οἱ  μαθηταὶ  αὐτοῦ,  καὶ  εἶπεν  πρὸς  αὐτούς  Διέλθωμεν  εἰς  τὸ  πέραν  τῆς  λίμνης·  καὶ  ἀνήχθησαν.  23 πλεόντων  δὲ  αὐτῶν  ἀφύπνωσεν.  καὶ  κατέβη  λαῖλαψ  ἀνέμου  εἰς  τὴν  λίμνην,  καὶ  συνεπληροῦντο  καὶ  ἐκινδύνευον.  24 προσελθόντες  δὲ  διήγειραν  αὐτὸν  λέγοντες  Ἐπιστάτα  ἐπιστάτα,  ἀπολλύμεθα.    δὲ  διεγερθεὶς  ἐπετίμησεν  τῷ  ἀνέμῳ  καὶ  τῷ  κλύδωνι  τοῦ  ὕδατος·  καὶ  ἐπαύσαντο,  καὶ  ἐγένετο  γαλήνη.  25 εἶπεν  δὲ  αὐτοῖς  Ποῦ    πίστις  ὑμῶν;  φοβηθέντες  δὲ  ἐθαύμασαν,  λέγοντες  πρὸς  ἀλλήλους  Τίς  ἄρα  οὗτός  ἐστιν,  ὅτι  καὶ  τοῖς  ἀνέμοις  ἐπιτάσσει  καὶ  τῷ  ὕδατι,  καὶ  ὑπακούουσιν  αὐτῷ; 

Demons Cast into Pigs

26 Καὶ  κατέπλευσαν  εἰς  τὴν  χώραν  τῶν  Γερασηνῶν,  ἥτις  ἐστὶν  ἀντιπέρα  τῆς  Γαλιλαίας.  27 ἐξελθόντι  δὲ  αὐτῷ  ἐπὶ  τὴν  γῆν  ὑπήντησεν  ἀνήρ  τις  ἐκ  τῆς  πόλεως  ἔχων  δαιμόνια,  καὶ  χρόνῳ  ἱκανῷ  οὐκ  ἐνεδύσατο  ἱμάτιον,  καὶ  ἐν  οἰκίᾳ  οὐκ  ἔμενεν  ἀλλ’  ἐν  τοῖς  μνήμασιν.  28 ἰδὼν  δὲ  τὸν  Ἰησοῦν  ἀνακράξας  προσέπεσεν  αὐτῷ  καὶ  φωνῇ  μεγάλῃ  εἶπεν  Τί  ἐμοὶ  καὶ  σοί,  Ἰησοῦ  Υἱὲ  τοῦ  Θεοῦ  τοῦ  Ὑψίστου;  δέομαί  σου,  μή  με  βασανίσῃς.  29 παρήγγελλεν  γὰρ  τῷ  πνεύματι  τῷ  ἀκαθάρτῳ  ἐξελθεῖν  ἀπὸ  τοῦ  ἀνθρώπου.  πολλοῖς  γὰρ  χρόνοις  συνηρπάκει  αὐτόν,  καὶ  ἐδεσμεύετο  ἁλύσεσιν  καὶ  πέδαις  φυλασσόμενος,  καὶ  διαρρήσσων*  τὰ  δεσμὰ  ἠλαύνετο  ὑπὸ*  τοῦ  δαιμονίου  εἰς  τὰς  ἐρήμους.  30 ἐπηρώτησεν  δὲ  αὐτὸν    Ἰησοῦς  Τί  σοι  ὄνομά  ἐστιν;    δὲ  εἶπεν  Λεγιών,  ὅτι  εἰσῆλθεν  δαιμόνια  πολλὰ  εἰς  αὐτόν.  31 καὶ  παρεκάλουν  αὐτὸν  ἵνα  μὴ  ἐπιτάξῃ  αὐτοῖς  εἰς  τὴν  ἄβυσσον  ἀπελθεῖν. 

32 ἦν  δὲ  ἐκεῖ  ἀγέλη  χοίρων  ἱκανῶν  βοσκομένη  ἐν  τῷ  ὄρει·  καὶ  παρεκάλεσαν  αὐτὸν  ἵνα  ἐπιτρέψῃ  αὐτοῖς  εἰς  ἐκείνους  εἰσελθεῖν·  καὶ  ἐπέτρεψεν  αὐτοῖς.  33 ἐξελθόντα  δὲ  τὰ  δαιμόνια  ἀπὸ  τοῦ  ἀνθρώπου  εἰσῆλθον  εἰς  τοὺς  χοίρους,  καὶ  ὥρμησεν    ἀγέλη  κατὰ  τοῦ  κρημνοῦ  εἰς  τὴν  λίμνην  καὶ  ἀπεπνίγη. 

34 ἰδόντες  δὲ  οἱ  βόσκοντες  τὸ  γεγονὸς  ἔφυγον  καὶ  ἀπήγγειλαν  εἰς  τὴν  πόλιν  καὶ  εἰς  τοὺς  ἀγρούς.  35 ἐξῆλθον  δὲ  ἰδεῖν  τὸ  γεγονὸς,  καὶ  ἦλθον  πρὸς  τὸν  Ἰησοῦν,  καὶ  εὗρον  καθήμενον  τὸν  ἄνθρωπον  ἀφ’  οὗ  τὰ  δαιμόνια  ἐξῆλθεν  ἱματισμένον  καὶ  σωφρονοῦντα  παρὰ  τοὺς  πόδας  τοῦ  Ἰησοῦ,  καὶ  ἐφοβήθησαν.  36 ἀπήγγειλαν  δὲ  αὐτοῖς  οἱ  ἰδόντες  πῶς  ἐσώθη    δαιμονισθείς.  37 καὶ  ἠρώτησεν  αὐτὸν  ἅπαν  τὸ  πλῆθος  τῆς  περιχώρου  τῶν  Γερασηνῶν  ἀπελθεῖν  ἀπ’  αὐτῶν,  ὅτι  φόβῳ  μεγάλῳ  συνείχοντο·  αὐτὸς  δὲ  ἐμβὰς  εἰς  πλοῖον  ὑπέστρεψεν.  38 ἐδεῖτο  δὲ  αὐτοῦ    ἀνὴρ  ἀφ’  οὗ  ἐξεληλύθει  τὰ  δαιμόνια  εἶναι  σὺν  αὐτῷ·  ἀπέλυσεν  δὲ  αὐτὸν  λέγων  39 Ὑπόστρεφε  εἰς  τὸν  οἶκόν  σου,  καὶ  διηγοῦ  ὅσα  σοι  ἐποίησεν    Θεός.  καὶ  ἀπῆλθεν  καθ’  ὅλην  τὴν  πόλιν  κηρύσσων  ὅσα  ἐποίησεν  αὐτῷ    Ἰησοῦς. 

The Healing Touch of Jesus

40 Ἐν  δὲ  τῷ  ὑποστρέφειν  τὸν  Ἰησοῦν  ἀπεδέξατο  αὐτὸν    ὄχλος·  ἦσαν  γὰρ  πάντες  προσδοκῶντες  αὐτόν.  41 καὶ  ἰδοὺ  ἦλθεν  ἀνὴρ    ὄνομα  Ἰάϊρος*,  καὶ  οὗτος  ἄρχων  τῆς  συναγωγῆς  ὑπῆρχεν·  καὶ  πεσὼν  παρὰ  τοὺς  πόδας  ‹τοῦ›  Ἰησοῦ  παρεκάλει  αὐτὸν  εἰσελθεῖν  εἰς  τὸν  οἶκον  αὐτοῦ,  42 ὅτι  θυγάτηρ  μονογενὴς  ἦν  αὐτῷ  ὡς  ἐτῶν  δώδεκα  καὶ  αὐτὴ  ἀπέθνῃσκεν.  Ἐν  δὲ  τῷ  ὑπάγειν  αὐτὸν  οἱ  ὄχλοι  συνέπνιγον  αὐτόν. 

43 καὶ  γυνὴ  οὖσα  ἐν  ῥύσει  αἵματος  ἀπὸ  ἐτῶν  δώδεκα,  ἥτις  ‹ἰατροῖς  προσαναλώσασα  ὅλον  τὸν  βίον›  οὐκ  ἴσχυσεν  ἀπ’  οὐδενὸς  θεραπευθῆναι,  44 προσελθοῦσα  ὄπισθεν  ἥψατο  τοῦ  κρασπέδου  τοῦ  ἱματίου  αὐτοῦ,  καὶ  παραχρῆμα  ἔστη    ῥύσις  τοῦ  αἵματος  αὐτῆς.  45 καὶ  εἶπεν    Ἰησοῦς  Τίς    ἁψάμενός  μου;  ἀρνουμένων  δὲ  πάντων  εἶπεν    Πέτρος  Ἐπιστάτα,  οἱ  ὄχλοι  συνέχουσίν  σε  καὶ  ἀποθλίβουσιν.  ⧼καὶ  λέγεις,  Tίς    ἁψάμενός  μου⧽?  46   δὲ  Ἰησοῦς  εἶπεν  Ἥψατό  μού  τις·  ἐγὼ  γὰρ  ἔγνων  δύναμιν  ἐξεληλυθυῖαν  ἀπ’  ἐμοῦ.  47 ἰδοῦσα  δὲ    γυνὴ  ὅτι  οὐκ  ἔλαθεν,  τρέμουσα  ἦλθεν  καὶ  προσπεσοῦσα  αὐτῷ  δι’  ἣν  αἰτίαν  ἥψατο  αὐτοῦ  ἀπήγγειλεν  ἐνώπιον  παντὸς  τοῦ  λαοῦ,  καὶ  ὡς  ἰάθη  παραχρῆμα.  48   δὲ  εἶπεν  αὐτῇ  Θυγάτηρ,    πίστις  σου  σέσωκέν  σε·  πορεύου  εἰς  εἰρήνην. 

49 Ἔτι  αὐτοῦ  λαλοῦντος  ἔρχεταί  τις  παρὰ  τοῦ  ἀρχισυναγώγου  λέγων  ὅτι  Τέθνηκεν    θυγάτηρ  σου,  μηκέτι  σκύλλε  τὸν  Διδάσκαλον.  50   δὲ  Ἰησοῦς  ἀκούσας  ἀπεκρίθη  αὐτῷ  Μὴ  φοβοῦ·  μόνον  πίστευσον,  καὶ  σωθήσεται.  51 ἐλθὼν  δὲ  εἰς  τὴν  οἰκίαν  οὐκ  ἀφῆκεν  εἰσελθεῖν  τινα  σὺν  αὐτῷ  εἰ  μὴ  Πέτρον  καὶ  Ἰωάννην*  καὶ  Ἰάκωβον  καὶ  τὸν  πατέρα  τῆς  παιδὸς  καὶ  τὴν  μητέρα.  52 ἔκλαιον  δὲ  πάντες  καὶ  ἐκόπτοντο  αὐτήν.    δὲ  εἶπεν  Μὴ  κλαίετε·  οὐ*  ‹γὰρ›  ἀπέθανεν  ἀλλὰ  καθεύδει.  53 καὶ  κατεγέλων  αὐτοῦ,  εἰδότες  ὅτι  ἀπέθανεν.  54 αὐτὸς  δὲ  κρατήσας  τῆς  χειρὸς  αὐτῆς  ἐφώνησεν  λέγων    παῖς,  ἔγειρε.  55 καὶ  ἐπέστρεψεν  τὸ  πνεῦμα  αὐτῆς,  καὶ  ἀνέστη  παραχρῆμα,  καὶ  διέταξεν  αὐτῇ  δοθῆναι  φαγεῖν.  56 καὶ  ἐξέστησαν  οἱ  γονεῖς  αὐτῆς·    δὲ  παρήγγειλεν  αὐτοῖς  μηδενὶ  εἰπεῖν  τὸ  γεγονός. 

Greek and Hebrew Study Bible Base Texts:

Hebrew Text: Westminster Leningrad Codex
Greek Text: Nestle 1904; Variants: {TR} ⧼RP⧽ (WH) 〈NE〉 [NA] ‹SBL›

Study Bible © 2011 - 2013 by Biblos.com in cooperation with Helps Ministries. For comparative study, where possible, chapter and verse numbers on Biblos.com sites are mapped to the traditional convention used by the KJV, NASB, NIV and others. Section Headings Courtesy INT Bible © 2012, Used by Permission.

Bible Hub

Luke 7
Top of Page
Top of Page