Luke 9
Study Bible
The Ministry of the Twelve

Συνκαλεσάμενος  δὲ  τοὺς  δώδεκα  ἔδωκεν  αὐτοῖς  δύναμιν  καὶ  ἐξουσίαν  ἐπὶ  πάντα  τὰ  δαιμόνια  καὶ  νόσους  θεραπεύειν·  καὶ  ἀπέστειλεν  αὐτοὺς  κηρύσσειν  τὴν  βασιλείαν  τοῦ  Θεοῦ  καὶ  ἰᾶσθαι,  ‹τοὺς  ἀσθενεῖς›  καὶ  εἶπεν  πρὸς  αὐτούς  Μηδὲν  αἴρετε  εἰς  τὴν  ὁδόν,  μήτε  ῥάβδον  μήτε  πήραν  μήτε  ἄρτον  μήτε  ἀργύριον  μήτε  ἀνὰ  δύο  χιτῶνας  ἔχειν.  καὶ  εἰς  ἣν  ἂν  οἰκίαν  εἰσέλθητε,  ἐκεῖ  μένετε  καὶ  ἐκεῖθεν  ἐξέρχεσθε.  καὶ  ὅσοι  ἂν  μὴ  δέχωνται  ὑμᾶς,  ἐξερχόμενοι  ἀπὸ  τῆς  πόλεως  ἐκείνης  τὸν  κονιορτὸν  ἀπὸ  τῶν  ποδῶν  ὑμῶν  ἀποτινάσσετε  εἰς  μαρτύριον  ἐπ’  αὐτούς.  ἐξερχόμενοι  δὲ  διήρχοντο  κατὰ  τὰς  κώμας  εὐαγγελιζόμενοι  καὶ  θεραπεύοντες  πανταχοῦ. 

Herod Desires to See Jesus

Ἤκουσεν  δὲ  Ἡρῴδης    τετραάρχης  τὰ  γινόμενα  πάντα,  καὶ  διηπόρει  διὰ  τὸ  λέγεσθαι  ὑπό  τινων  ὅτι  Ἰωάννης*  ἠγέρθη  ἐκ  νεκρῶν,  ὑπό  τινων  δὲ  ὅτι  Ἠλίας*  ἐφάνη,  ἄλλων  δὲ  ὅτι  προφήτης  τις  τῶν  ἀρχαίων  ἀνέστη.  εἶπεν  δὲ  ‹ὁ›  Ἡρῴδης  Ἰωάννην*  ἐγὼ  ἀπεκεφάλισα·  τίς  δέ  ἐστιν  οὗτος  περὶ  οὗ  ἀκούω  τοιαῦτα;  καὶ  ἐζήτει  ἰδεῖν  αὐτόν. 

The Feeding of the Five Thousand

10 Καὶ  ὑποστρέψαντες  οἱ  ἀπόστολοι  διηγήσαντο  αὐτῷ  ὅσα  ἐποίησαν.  Καὶ  παραλαβὼν  αὐτοὺς  ὑπεχώρησεν  κατ’  ἰδίαν  εἰς  πόλιν  καλουμένην  Βηθσαϊδά.  11 οἱ  δὲ  ὄχλοι  γνόντες  ἠκολούθησαν  αὐτῷ·  καὶ  ἀποδεξάμενος  αὐτοὺς  ἐλάλει  αὐτοῖς  περὶ  τῆς  βασιλείας  τοῦ  Θεοῦ,  καὶ  τοὺς  χρείαν  ἔχοντας  θεραπείας  ἰᾶτο. 

12   δὲ  ἡμέρα  ἤρξατο  κλίνειν·  προσελθόντες  δὲ  οἱ  δώδεκα  εἶπαν  αὐτῷ  Ἀπόλυσον  τὸν  ὄχλον,  ἵνα  πορευθέντες  εἰς  τὰς  κύκλῳ  κώμας  καὶ  ἀγροὺς  καταλύσωσιν  καὶ  εὕρωσιν  ἐπισιτισμόν,  ὅτι  ὧδε  ἐν  ἐρήμῳ  τόπῳ  ἐσμέν.  13 εἶπεν  δὲ  πρὸς  αὐτούς  Δότε  αὐτοῖς  φαγεῖν ⇔  ὑμεῖς.  οἱ  δὲ  εἶπαν  Οὐκ  εἰσὶν  ἡμῖν  πλεῖον    ἄρτοι  πέντε  καὶ  ἰχθύες  δύο,  εἰ  μήτι  πορευθέντες  ἡμεῖς  ἀγοράσωμεν  εἰς  πάντα  τὸν  λαὸν  τοῦτον  βρώματα.  14 ἦσαν  γὰρ  ὡσεὶ  ἄνδρες  πεντακισχίλιοι.  εἶπεν  δὲ  πρὸς  τοὺς  μαθητὰς  αὐτοῦ  Κατακλίνατε  αὐτοὺς  κλισίας  ὡσεὶ  ἀνὰ  πεντήκοντα.  15 καὶ  ἐποίησαν  οὕτως  καὶ  κατέκλιναν  ἅπαντας.  16 λαβὼν  δὲ  τοὺς  πέντε  ἄρτους  καὶ  τοὺς  δύο  ἰχθύας,  ἀναβλέψας  εἰς  τὸν  οὐρανὸν  εὐλόγησεν  αὐτοὺς  καὶ  κατέκλασεν,  καὶ  ἐδίδου  τοῖς  μαθηταῖς  παραθεῖναι  τῷ  ὄχλῳ.  17 καὶ  ἔφαγον  καὶ  ἐχορτάσθησαν  πάντες,  καὶ  ἤρθη  τὸ  περισσεῦσαν  αὐτοῖς  κλασμάτων  κόφινοι  δώδεκα. 

Peter's Confession of Christ

18 Καὶ  ἐγένετο  ἐν  τῷ  εἶναι  αὐτὸν  προσευχόμενον  κατὰ  μόνας  συνῆσαν  αὐτῷ  οἱ  μαθηταί,  καὶ  ἐπηρώτησεν  αὐτοὺς  λέγων  Τίνα  με  «οἱ  ὄχλοι» ⇔  λέγουσιν  εἶναι;  19 οἱ  δὲ  ἀποκριθέντες  εἶπαν  Ἰωάννην*  τὸν  Βαπτιστήν,  ἄλλοι  δὲ  Ἠλίαν*,  ἄλλοι  δὲ  ὅτι  προφήτης  τις  τῶν  ἀρχαίων  ἀνέστη.  20 εἶπεν  δὲ  αὐτοῖς  Ὑμεῖς  δὲ  τίνα  με  λέγετε  εἶναι;  Πέτρος  δὲ  ἀποκριθεὶς  εἶπεν  Τὸν  Χριστὸν  τοῦ  Θεοῦ. 

Jesus Predicts His Death

21   δὲ  ἐπιτιμήσας  αὐτοῖς  παρήγγειλεν  μηδενὶ  λέγειν  τοῦτο,  22 εἰπὼν  ὅτι  Δεῖ  τὸν  Υἱὸν  τοῦ  ἀνθρώπου  πολλὰ  παθεῖν  καὶ  ἀποδοκιμασθῆναι  ἀπὸ  τῶν  πρεσβυτέρων  καὶ  ἀρχιερέων  καὶ  γραμματέων  καὶ  ἀποκτανθῆναι  καὶ  τῇ  τρίτῃ  ἡμέρᾳ  ἐγερθῆναι. 

23 Ἔλεγεν  δὲ  πρὸς  πάντας  Εἴ  τις  θέλει  ὀπίσω  μου  ἔρχεσθαι,  ἀρνησάσθω  ἑαυτὸν  καὶ  ἀράτω  τὸν  σταυρὸν  αὐτοῦ  καθ’  ἡμέραν,  καὶ  ἀκολουθείτω  μοι.  24 ὃς  γὰρ  ἂν*  θέλῃ  τὴν  ψυχὴν  αὐτοῦ  σῶσαι,  ἀπολέσει  αὐτήν·  ὃς  δ’  ἂν  ἀπολέσῃ  τὴν  ψυχὴν  αὐτοῦ  ἕνεκεν  ἐμοῦ,  οὗτος  σώσει  αὐτήν.  25 τί  γὰρ  ὠφελεῖται  ἄνθρωπος  κερδήσας  τὸν  κόσμον  ὅλον  ἑαυτὸν  δὲ  ἀπολέσας    ζημιωθείς;  26 ὃς  γὰρ  ἂν  ἐπαισχυνθῇ  με  καὶ  τοὺς  ἐμοὺς  λόγους,  τοῦτον    Υἱὸς  τοῦ  ἀνθρώπου  ἐπαισχυνθήσεται,  ὅταν  ἔλθῃ  ἐν  τῇ  δόξῃ  αὐτοῦ  καὶ  τοῦ  Πατρὸς  καὶ  τῶν  ἁγίων  ἀγγέλων.  27 λέγω  δὲ  ὑμῖν  ἀληθῶς,  εἰσίν  τινες  τῶν  αὐτοῦ  ἑστηκότων  οἳ  οὐ  μὴ  γεύσωνται  θανάτου  ἕως  ἂν  ἴδωσιν  τὴν  βασιλείαν  τοῦ  Θεοῦ. 

28 Ἐγένετο  δὲ  μετὰ  τοὺς  λόγους  τούτους  ὡσεὶ  ἡμέραι  ὀκτὼ,  καὶ  παραλαβὼν  Πέτρον  καὶ  Ἰωάννην*  καὶ  Ἰάκωβον  ἀνέβη  εἰς  τὸ  ὄρος  προσεύξασθαι.  29 καὶ  ἐγένετο  ἐν  τῷ  προσεύχεσθαι  αὐτὸν  τὸ  εἶδος  τοῦ  προσώπου  αὐτοῦ  ἕτερον  καὶ    ἱματισμὸς  αὐτοῦ  λευκὸς  ἐξαστράπτων.  30 καὶ  ἰδοὺ  ἄνδρες  δύο  συνελάλουν  αὐτῷ,  οἵτινες  ἦσαν  Μωϋσῆς  καὶ  Ἠλίας*,  31 οἳ  ὀφθέντες  ἐν  δόξῃ  ἔλεγον  τὴν  ἔξοδον  αὐτοῦ,  ἣν  ἤμελλεν  πληροῦν  ἐν  Ἰερουσαλήμ*.  32   δὲ  Πέτρος  καὶ  οἱ  σὺν  αὐτῷ  ἦσαν  βεβαρημένοι  ὕπνῳ·  διαγρηγορήσαντες  δὲ  εἶδον*  τὴν  δόξαν  αὐτοῦ  καὶ  τοὺς  δύο  ἄνδρας  τοὺς  συνεστῶτας  αὐτῷ.  33 καὶ  ἐγένετο  ἐν  τῷ  διαχωρίζεσθαι  αὐτοὺς  ἀπ’  αὐτοῦ  εἶπεν    Πέτρος  πρὸς  τὸν  Ἰησοῦν  Ἐπιστάτα,  καλόν  ἐστιν  ἡμᾶς  ὧδε  εἶναι,  καὶ  ποιήσωμεν  σκηνὰς  τρεῖς,  μίαν  σοὶ  καὶ  μίαν  Μωϋσεῖ  καὶ  μίαν  Ἠλίᾳ*,  μὴ  εἰδὼς    λέγει.  34 ταῦτα  δὲ  αὐτοῦ  λέγοντος  ἐγένετο  νεφέλη  καὶ  ἐπεσκίαζεν  αὐτούς·  ἐφοβήθησαν  δὲ  ἐν  τῷ  εἰσελθεῖν  αὐτοὺς  εἰς  τὴν  νεφέλην.  35 καὶ  φωνὴ  ἐγένετο  ἐκ  τῆς  νεφέλης  λέγουσα  Οὗτός  ἐστιν    Υἱός  μου    ἐκλελεγμένος,  αὐτοῦ  ἀκούετε.  36 καὶ  ἐν  τῷ  γενέσθαι  τὴν  φωνὴν  εὑρέθη  Ἰησοῦς  μόνος.  καὶ  αὐτοὶ  ἐσίγησαν  καὶ  οὐδενὶ  ἀπήγγειλαν  ἐν  ἐκείναις  ταῖς  ἡμέραις  οὐδὲν  ὧν  ἑώρακαν. 

Jesus Heals a Boy with an Evil Spirit

37 Ἐγένετο  δὲ  τῇ  ἑξῆς  ἡμέρᾳ  κατελθόντων  αὐτῶν  ἀπὸ  τοῦ  ὄρους  συνήντησεν  αὐτῷ  ὄχλος  πολύς.  38 καὶ  ἰδοὺ  ἀνὴρ  ἀπὸ  τοῦ  ὄχλου  ἐβόησεν  λέγων  Διδάσκαλε,  δέομαί  σου  ἐπιβλέψαι  ἐπὶ  τὸν  υἱόν  μου,  ὅτι  μονογενής  μοί  ἐστιν,  39 καὶ  ἰδοὺ  πνεῦμα  λαμβάνει  αὐτόν,  καὶ  ἐξαίφνης  κράζει  καὶ  σπαράσσει  αὐτὸν  μετὰ  ἀφροῦ,  καὶ  μόγις*  ἀποχωρεῖ  ἀπ’  αὐτοῦ  συντρῖβον  αὐτόν·  40 καὶ  ἐδεήθην  τῶν  μαθητῶν  σου  ἵνα  ἐκβάλωσιν  αὐτό,  καὶ  οὐκ  ἠδυνήθησαν.  41 ἀποκριθεὶς  δὲ    Ἰησοῦς  εἶπεν    γενεὰ  ἄπιστος  καὶ  διεστραμμένη,  ἕως  πότε  ἔσομαι  πρὸς  ὑμᾶς  καὶ  ἀνέξομαι  ὑμῶν;  προσάγαγε  ὧδε  τὸν  υἱόν  σου.  42 ἔτι  δὲ  προσερχομένου  αὐτοῦ  ἔρρηξεν  αὐτὸν  τὸ  δαιμόνιον  καὶ  συνεσπάραξεν·  ἐπετίμησεν  δὲ    Ἰησοῦς  τῷ  πνεύματι  τῷ  ἀκαθάρτῳ,  καὶ  ἰάσατο  τὸν  παῖδα  καὶ  ἀπέδωκεν  αὐτὸν  τῷ  πατρὶ  αὐτοῦ. 

Jesus Again Predicts His Death

43 ἐξεπλήσσοντο  δὲ  πάντες  ἐπὶ  τῇ  μεγαλειότητι  τοῦ  Θεοῦ.  Πάντων  δὲ  θαυμαζόντων  ἐπὶ  πᾶσιν  οἷς  ἐποίει  εἶπεν  πρὸς  τοὺς  μαθητὰς  αὐτοῦ  44 Θέσθε  ὑμεῖς  εἰς  τὰ  ὦτα  ὑμῶν  τοὺς  λόγους  τούτους·    γὰρ  Υἱὸς  τοῦ  ἀνθρώπου  μέλλει  παραδίδοσθαι  εἰς  χεῖρας  ἀνθρώπων.  45 οἱ  δὲ  ἠγνόουν  τὸ  ῥῆμα  τοῦτο,  καὶ  ἦν  παρακεκαλυμμένον  ἀπ’  αὐτῶν  ἵνα  μὴ  αἴσθωνται  αὐτό,  καὶ  ἐφοβοῦντο  ἐρωτῆσαι  αὐτὸν  περὶ  τοῦ  ῥήματος  τούτου. 

The Greatest in the Kingdom

46 Εἰσῆλθεν  δὲ  διαλογισμὸς  ἐν  αὐτοῖς,  τὸ  τίς  ἂν  εἴη  μείζων  αὐτῶν.  47   δὲ  Ἰησοῦς  εἰδὼς  τὸν  διαλογισμὸν  τῆς  καρδίας  αὐτῶν,  ἐπιλαβόμενος  παιδίον  ἔστησεν  αὐτὸ  παρ’  ἑαυτῷ,  48 καὶ  εἶπεν  αὐτοῖς  Ὃς  ἐὰν  δέξηται  τοῦτο  τὸ  παιδίον  ἐπὶ  τῷ  ὀνόματί  μου,  ἐμὲ  δέχεται·  καὶ  ὃς  ἂν  ἐμὲ  δέξηται,  δέχεται  τὸν  ἀποστείλαντά  με·    γὰρ  μικρότερος  ἐν  πᾶσιν  ὑμῖν  ὑπάρχων  οὗτός  ἐστιν  μέγας. 

49 Ἀποκριθεὶς  δὲ  〈ὁ〉  Ἰωάννης*  εἶπεν  Ἐπιστάτα,  εἴδομέν  τινα  ἐν  τῷ  ὀνόματί  σου  ἐκβάλλοντα  δαιμόνια,  καὶ  ἐκωλύομεν  αὐτὸν,  ὅτι  οὐκ  ἀκολουθεῖ  μεθ’  ἡμῶν.  50 εἶπεν  δὲ  πρὸς  αὐτὸν  ‹ὁ›  Ἰησοῦς  Μὴ  κωλύετε·  ὃς  γὰρ  οὐκ  ἔστιν  καθ’  ὑμῶν,  ὑπὲρ  ὑμῶν  ἐστιν. 

Samaritans Reject Jesus

51 Ἐγένετο  δὲ  ἐν  τῷ  συμπληροῦσθαι  τὰς  ἡμέρας  τῆς  ἀναλήμψεως  αὐτοῦ  καὶ  αὐτὸς  τὸ  πρόσωπον  ἐστήρισεν  τοῦ  πορεύεσθαι  εἰς  Ἰερουσαλήμ*,  52 καὶ  ἀπέστειλεν  ἀγγέλους  πρὸ  προσώπου  αὐτοῦ.  καὶ  πορευθέντες  εἰσῆλθον  εἰς  κώμην  Σαμαριτῶν*,  ὡς**  ἑτοιμάσαι  αὐτῷ·  53 καὶ  οὐκ  ἐδέξαντο  αὐτόν,  ὅτι  τὸ  πρόσωπον  αὐτοῦ  ἦν  πορευόμενον  εἰς  Ἰερουσαλήμ*.  54 ἰδόντες  δὲ  οἱ  μαθηταὶ  Ἰάκωβος  καὶ  Ἰωάννης*  εἶπαν  Κύριε,  θέλεις  εἴπωμεν  πῦρ  καταβῆναι  ἀπὸ  τοῦ  οὐρανοῦ  καὶ  ἀναλῶσαι  αὐτούς;  55 στραφεὶς  δὲ  ἐπετίμησεν  αὐτοῖς.  ⧼καὶ  εἴπεν,  Οὐκ  οἴδατε  οἵου  πνεύματός  ἐστε  ὑμεῖς⧽·  56 ⧼ὁ  γὰρ  υἱὸς  τοῦ  ἀνθρώπου  οὐκ  ἦλθεν  ψυχὰς  ἀνθρώπων  ἀπολέσαι,  ἀλλὰ  σῶσαι⧽.  καὶ  ἐπορεύθησαν  εἰς  ἑτέραν  κώμην. 

The Cost of Following Jesus

57 Καὶ  πορευομένων  αὐτῶν  ἐν  τῇ  ὁδῷ  εἶπέν  τις  πρὸς  αὐτόν  Ἀκολουθήσω  σοι  ὅπου  ἐὰν  ἀπέρχῃ.  58 καὶ  εἶπεν  αὐτῷ    Ἰησοῦς  Αἱ  ἀλώπεκες  φωλεοὺς  ἔχουσιν  καὶ  τὰ  πετεινὰ  τοῦ  οὐρανοῦ  κατασκηνώσεις,    δὲ  Υἱὸς  τοῦ  ἀνθρώπου  οὐκ  ἔχει  ποῦ  τὴν  κεφαλὴν  κλίνῃ.  59 Εἶπεν  δὲ  πρὸς  ἕτερον  Ἀκολούθει  μοι.    δὲ  εἶπεν  ‹Κύριε›  Ἐπίτρεψόν  μοι  πρῶτον ⇔  ἀπελθόντι  θάψαι  τὸν  πατέρα  μου.  60 εἶπεν  δὲ  αὐτῷ  Ἄφες  τοὺς  νεκροὺς  θάψαι  τοὺς  ἑαυτῶν  νεκρούς,  σὺ  δὲ  ἀπελθὼν  διάγγελλε  τὴν  βασιλείαν  τοῦ  Θεοῦ.  61 Εἶπεν  δὲ  καὶ  ἕτερος  Ἀκολουθήσω  σοι,  Κύριε·  πρῶτον  δὲ  ἐπίτρεψόν  μοι  ἀποτάξασθαι  τοῖς  εἰς  τὸν  οἶκόν  μου.  62 εἶπεν  δὲ  πρὸς  αὐτὸν    Ἰησοῦς  Οὐδεὶς  ἐπιβαλὼν  τὴν  χεῖρα  ἐπ’  ἄροτρον  καὶ  βλέπων  εἰς  τὰ  ὀπίσω  εὔθετός  ἐστιν  τῇ  βασιλείᾳ  τοῦ  Θεοῦ. 

Greek and Hebrew Study Bible Base Texts:

Hebrew Text: Westminster Leningrad Codex
Greek Text: Nestle 1904; Variants: {TR} ⧼RP⧽ (WH) 〈NE〉 [NA] ‹SBL›

Study Bible © 2011 - 2013 by Biblos.com in cooperation with Helps Ministries. For comparative study, where possible, chapter and verse numbers on Biblos.com sites are mapped to the traditional convention used by the KJV, NASB, NIV and others. Section Headings Courtesy INT Bible © 2012, Used by Permission.

Bible Hub

Luke 8
Top of Page
Top of Page