Hebrews 12
[an error occurred while processing this directive] Parallel GRK [BSB CSB ESV HCS KJV ISV NAS NET NIV NLT GRK]
[an error occurred while processing this directive]Greek Study Bible
1[an error occurred while processing this directive]1Τοιγαροῦν καὶ ἡμεῖς τοσοῦτον ἔχοντες περικείμενον ἡμῖν νέφος μαρτύρων ὄγκον ἀποθέμενοι πάντα καὶ τὴν εὐπερίστατον ἁμαρτίαν δι’ ὑπομονῆς τρέχωμεν τὸν προκείμενον ἡμῖν ἀγῶνα
2[an error occurred while processing this directive]2ἀφορῶντες εἰς τὸν τῆς πίστεως ἀρχηγὸν καὶ τελειωτὴν Ἰησοῦν ὃς ἀντὶ τῆς προκειμένης αὐτῷ χαρᾶς ὑπέμεινεν σταυρὸν αἰσχύνης καταφρονήσας ἐν δεξιᾷ τε τοῦ θρόνου τοῦ Θεοῦ κεκάθικεν
3[an error occurred while processing this directive]3ἀναλογίσασθε γὰρ τὸν τοιαύτην ὑπομεμενηκότα ὑπὸ τῶν ἁμαρτωλῶν εἰς ἑαυτὸν ἀντιλογίαν ἵνα μὴ κάμητε ταῖς ψυχαῖς ὑμῶν ἐκλυόμενοι
4[an error occurred while processing this directive]4Οὔπω μέχρις αἵματος ἀντικατέστητε πρὸς τὴν ἁμαρτίαν ἀνταγωνιζόμενοι
5[an error occurred while processing this directive]5καὶ ἐκλέλησθε τῆς παρακλήσεως ἥτις ὑμῖν ὡς υἱοῖς διαλέγεται Υἱέ μου μὴ ὀλιγώρει παιδείας Κυρίου μηδὲ ἐκλύου ὑπ’ αὐτοῦ ἐλεγχόμενος
6[an error occurred while processing this directive]6ὃν γὰρ ἀγαπᾷ Κύριος παιδεύει μαστιγοῖ δὲ πάντα υἱὸν ὃν παραδέχεται
7[an error occurred while processing this directive]7Εἰς παιδείαν ὑπομένετε ὡς υἱοῖς ὑμῖν προσφέρεται Θεός τίς γὰρ υἱὸς ὃν οὐ παιδεύει πατήρ
8[an error occurred while processing this directive]8εἰ δὲ χωρίς ἐστε παιδείας ἧς μέτοχοι γεγόνασιν πάντες ἄρα νόθοι καὶ οὐχ υἱοί ἐστε
9[an error occurred while processing this directive]9εἶτα τοὺς μὲν τῆς σαρκὸς ἡμῶν πατέρας εἴχομεν παιδευτὰς καὶ ἐνετρεπόμεθα οὐ πολὺ [δὲ] μᾶλλον ὑποταγησόμεθα τῷ Πατρὶ τῶν πνευμάτων καὶ ζήσομεν
10[an error occurred while processing this directive]10Οἱ μὲν γὰρ πρὸς ὀλίγας ἡμέρας κατὰ τὸ δοκοῦν αὐτοῖς ἐπαίδευον δὲ ἐπὶ τὸ συμφέρον εἰς τὸ μεταλαβεῖν τῆς ἁγιότητος αὐτοῦ
11[an error occurred while processing this directive]11πᾶσα δὲ* παιδεία πρὸς μὲν τὸ παρὸν οὐ δοκεῖ χαρᾶς εἶναι ἀλλὰ λύπης ὕστερον δὲ καρπὸν εἰρηνικὸν τοῖς δι’ αὐτῆς γεγυμνασμένοις ἀποδίδωσιν δικαιοσύνης
12[an error occurred while processing this directive]12Διὸ τὰς παρειμένας χεῖρας καὶ τὰ παραλελυμένα γόνατα ἀνορθώσατε
13[an error occurred while processing this directive]13καὶ τροχιὰς ὀρθὰς ποιεῖτε τοῖς ποσὶν ὑμῶν ἵνα μὴ τὸ χωλὸν ἐκτραπῇ ἰαθῇ δὲ μᾶλλον
14[an error occurred while processing this directive]14Εἰρήνην διώκετε μετὰ πάντων καὶ τὸν ἁγιασμόν οὗ χωρὶς οὐδεὶς ὄψεται τὸν Κύριον
15[an error occurred while processing this directive]15ἐπισκοποῦντες μή τις ὑστερῶν ἀπὸ τῆς χάριτος τοῦ Θεοῦ μή τις ῥίζα πικρίας ἄνω φύουσα ἐνοχλῇ καὶ δι’* αὐτῆς* μιανθῶσιν 〈οἱ〉 πολλοί
16[an error occurred while processing this directive]16μή τις πόρνος βέβηλος ὡς Ἠσαῦ ὃς ἀντὶ βρώσεως μιᾶς ἀπέδετο τὰ πρωτοτόκια ἑαυτοῦ
17[an error occurred while processing this directive]17ἴστε γὰρ ὅτι καὶ μετέπειτα θέλων κληρονομῆσαι τὴν εὐλογίαν ἀπεδοκιμάσθη μετανοίας γὰρ τόπον οὐχ εὗρεν καίπερ μετὰ δακρύων ἐκζητήσας αὐτήν
18[an error occurred while processing this directive]18Οὐ γὰρ προσεληλύθατε ψηλαφωμένῳ καὶ κεκαυμένῳ πυρὶ καὶ γνόφῳ καὶ ζόφῳ καὶ θυέλλῃ
19[an error occurred while processing this directive]19καὶ σάλπιγγος ἤχῳ καὶ φωνῇ ῥημάτων ἧς οἱ ἀκούσαντες παρῃτήσαντο μὴ προστεθῆναι αὐτοῖς λόγον
20[an error occurred while processing this directive]20οὐκ ἔφερον γὰρ τὸ διαστελλόμενον Κἂν θηρίον θίγῃ τοῦ ὄρους λιθοβοληθήσεται
21[an error occurred while processing this directive]21καί οὕτω φοβερὸν ἦν τὸ φανταζόμενον Μωϋσῆς εἶπεν Ἔκφοβός εἰμι καὶ ἔντρομος
22[an error occurred while processing this directive]22Ἀλλὰ προσεληλύθατε Σιὼν ὄρει καὶ πόλει Θεοῦ ζῶντος Ἰερουσαλὴμ ἐπουρανίῳ καὶ μυριάσιν ἀγγέλων
23[an error occurred while processing this directive]23πανηγύρει καὶ ἐκκλησίᾳ πρωτοτόκων ἀπογεγραμμένων ἐν οὐρανοῖς καὶ Κριτῇ Θεῷ πάντων καὶ πνεύμασι δικαίων τετελειωμένων
24[an error occurred while processing this directive]24καὶ διαθήκης νέας μεσίτῃ Ἰησοῦ καὶ αἵματι ῥαντισμοῦ κρεῖττον λαλοῦντι παρὰ τὸν Ἅβελ
25[an error occurred while processing this directive]25Βλέπετε μὴ παραιτήσησθε τὸν λαλοῦντα εἰ γὰρ ἐκεῖνοι οὐκ ἐξέφυγον ἐπὶ γῆς παραιτησάμενοι τὸν χρηματίζοντα πολὺ μᾶλλον ἡμεῖς οἱ τὸν ἀπ’ οὐρανῶν ἀποστρεφόμενοι
26[an error occurred while processing this directive]26οὗ φωνὴ τὴν γῆν ἐσάλευσεν τότε νῦν δὲ ἐπήγγελται λέγων Ἔτι ἅπαξ ἐγὼ σείσω οὐ μόνον τὴν γῆν ἀλλὰ καὶ τὸν οὐρανόν
27[an error occurred while processing this directive]27τὸ δὲ Ἔτι ἅπαξ δηλοῖ τὴν τῶν σαλευομένων μετάθεσιν ὡς πεποιημένων ἵνα μείνῃ τὰ μὴ σαλευόμενα
28[an error occurred while processing this directive]28Διὸ βασιλείαν ἀσάλευτον παραλαμβάνοντες ἔχωμεν χάριν δι’ ἧς λατρεύωμεν εὐαρέστως τῷ Θεῷ μετὰ εὐλαβείας καὶ δέους
29[an error occurred while processing this directive]29καὶ γὰρ Θεὸς ἡμῶν πῦρ καταναλίσκον
[an error occurred while processing this directive]Greek and Hebrew Study Bible courtesy Bible Hub and the Discovery Bible team.
Hebrews 11
Top of Page
Top of Page