Hebrews 11
[an error occurred while processing this directive] Parallel GRK [BSB CSB ESV HCS KJV ISV NAS NET NIV NLT GRK]
[an error occurred while processing this directive]Greek Study Bible
1[an error occurred while processing this directive]1Ἔστιν δὲ πίστις ἐλπιζομένων ὑπόστασις πραγμάτων ἔλεγχος οὐ βλεπομένων
2[an error occurred while processing this directive]2ἐν ταύτῃ γὰρ ἐμαρτυρήθησαν οἱ πρεσβύτεροι
3[an error occurred while processing this directive]3Πίστει νοοῦμεν κατηρτίσθαι τοὺς αἰῶνας ῥήματι Θεοῦ εἰς τὸ μὴ ἐκ φαινομένων τὸ βλεπόμενον γεγονέναι
4[an error occurred while processing this directive]4Πίστει πλείονα θυσίαν Ἅβελ παρὰ Κάϊν προσήνεγκεν τῷ Θεῷ δι’ ἧς ἐμαρτυρήθη εἶναι δίκαιος μαρτυροῦντος ἐπὶ τοῖς δώροις αὐτοῦ τοῦ Θεοῦ καὶ δι’ αὐτῆς ἀποθανὼν ἔτι λαλεῖ
5[an error occurred while processing this directive]5Πίστει Ἑνὼχ μετετέθη τοῦ μὴ ἰδεῖν θάνατον καὶ οὐχ ηὑρίσκετο διότι μετέθηκεν αὐτὸν Θεός πρὸ γὰρ τῆς μεταθέσεως μεμαρτύρηται εὐαρεστηκέναι τῷ Θεῷ
6[an error occurred while processing this directive]6χωρὶς δὲ πίστεως ἀδύνατον εὐαρεστῆσαι πιστεῦσαι γὰρ δεῖ τὸν προσερχόμενον τῷ Θεῷ ὅτι ἔστιν καὶ τοῖς ἐκζητοῦσιν αὐτὸν μισθαποδότης γίνεται
7[an error occurred while processing this directive]7Πίστει χρηματισθεὶς Νῶε περὶ τῶν μηδέπω βλεπομένων εὐλαβηθεὶς κατεσκεύασεν κιβωτὸν εἰς σωτηρίαν τοῦ οἴκου αὐτοῦ δι’ ἧς κατέκρινεν τὸν κόσμον καὶ τῆς κατὰ πίστιν δικαιοσύνης ἐγένετο κληρονόμος
8[an error occurred while processing this directive]8Πίστει καλούμενος Ἀβραὰμ ὑπήκουσεν ἐξελθεῖν εἰς τόπον ὃν ἤμελλεν λαμβάνειν εἰς κληρονομίαν καὶ ἐξῆλθεν μὴ ἐπιστάμενος ποῦ ἔρχεται
9[an error occurred while processing this directive]9Πίστει παρῴκησεν εἰς γῆν τῆς ἐπαγγελίας ὡς ἀλλοτρίαν ἐν σκηναῖς κατοικήσας μετὰ Ἰσαὰκ καὶ Ἰακὼβ τῶν συνκληρονόμων τῆς ἐπαγγελίας τῆς αὐτῆς
10[an error occurred while processing this directive]10ἐξεδέχετο γὰρ τὴν τοὺς θεμελίους ἔχουσαν πόλιν ἧς τεχνίτης καὶ δημιουργὸς Θεός
11[an error occurred while processing this directive]11Πίστει καὶ αὐτῇ Σάρρᾳ [στεῖρα] δύναμιν εἰς καταβολὴν σπέρματος ἔλαβεν καὶ παρὰ καιρὸν ἡλικίας ἐπεὶ πιστὸν ἡγήσατο τὸν ἐπαγγειλάμενον
12[an error occurred while processing this directive]12διὸ καὶ ἀφ’ ἑνὸς ἐγεννήθησαν καὶ ταῦτα νενεκρωμένου καθὼς τὰ ἄστρα τοῦ οὐρανοῦ τῷ πλήθει καὶ ὡς ἄμμος παρὰ τὸ χεῖλος τῆς θαλάσσης ἀναρίθμητος
13[an error occurred while processing this directive]13Κατὰ πίστιν ἀπέθανον οὗτοι πάντες μὴ κομισάμενοι τὰς ἐπαγγελίας ἀλλὰ πόρρωθεν αὐτὰς ἰδόντες καὶ ἀσπασάμενοι καὶ ὁμολογήσαντες ὅτι ξένοι καὶ παρεπίδημοί εἰσιν ἐπὶ τῆς γῆς
14[an error occurred while processing this directive]14οἱ γὰρ τοιαῦτα λέγοντες ἐμφανίζουσιν ὅτι πατρίδα ἐπιζητοῦσιν
15[an error occurred while processing this directive]15καὶ εἰ μὲν ἐκείνης ἐμνημόνευον ἀφ’ ἧς ἐξέβησαν εἶχον ἂν καιρὸν ἀνακάμψαι
16[an error occurred while processing this directive]16νῦν δὲ κρείττονος ὀρέγονται τοῦτ’ ἔστιν ἐπουρανίου διὸ οὐκ ἐπαισχύνεται αὐτοὺς Θεὸς Θεὸς ἐπικαλεῖσθαι αὐτῶν ἡτοίμασεν γὰρ αὐτοῖς πόλιν
17[an error occurred while processing this directive]17Πίστει προσενήνοχεν Ἀβραὰμ τὸν Ἰσαὰκ πειραζόμενος καὶ τὸν μονογενῆ προσέφερεν τὰς ἐπαγγελίας ἀναδεξάμενος
18[an error occurred while processing this directive]18πρὸς ὃν ἐλαλήθη ὅτι Ἐν Ἰσαὰκ κληθήσεταί σοι σπέρμα
19[an error occurred while processing this directive]19λογισάμενος ὅτι καὶ ἐκ νεκρῶν ἐγείρειν δυνατὸς Θεός ὅθεν αὐτὸν καὶ ἐν παραβολῇ ἐκομίσατο
20[an error occurred while processing this directive]20Πίστει καὶ περὶ μελλόντων εὐλόγησεν Ἰσαὰκ τὸν Ἰακὼβ καὶ τὸν Ἠσαῦ
21[an error occurred while processing this directive]21Πίστει Ἰακὼβ ἀποθνῄσκων ἕκαστον τῶν υἱῶν Ἰωσὴφ εὐλόγησεν καὶ προσεκύνησεν ἐπὶ τὸ ἄκρον τῆς ῥάβδου αὐτοῦ
22[an error occurred while processing this directive]22Πίστει Ἰωσὴφ τελευτῶν περὶ τῆς ἐξόδου τῶν υἱῶν Ἰσραὴλ ἐμνημόνευσεν καὶ περὶ τῶν ὀστέων αὐτοῦ ἐνετείλατο
23[an error occurred while processing this directive]23Πίστει Μωϋσῆς γεννηθεὶς ἐκρύβη τρίμηνον ὑπὸ τῶν πατέρων αὐτοῦ διότι εἶδον ἀστεῖον τὸ παιδίον καὶ οὐκ ἐφοβήθησαν τὸ διάταγμα τοῦ βασιλέως
24[an error occurred while processing this directive]24Πίστει Μωϋσῆς μέγας γενόμενος ἠρνήσατο λέγεσθαι υἱὸς θυγατρὸς Φαραώ
25[an error occurred while processing this directive]25μᾶλλον ἑλόμενος συνκακουχεῖσθαι τῷ λαῷ τοῦ Θεοῦ πρόσκαιρον ἔχειν ἁμαρτίας ἀπόλαυσιν
26[an error occurred while processing this directive]26μείζονα πλοῦτον ἡγησάμενος τῶν Αἰγύπτου θησαυρῶν τὸν ὀνειδισμὸν τοῦ Χριστοῦ ἀπέβλεπεν γὰρ εἰς τὴν μισθαποδοσίαν
27[an error occurred while processing this directive]27Πίστει κατέλιπεν Αἴγυπτον μὴ φοβηθεὶς τὸν θυμὸν τοῦ βασιλέως τὸν γὰρ ἀόρατον ὡς ὁρῶν ἐκαρτέρησεν
28[an error occurred while processing this directive]28Πίστει πεποίηκεν τὸ πάσχα καὶ τὴν πρόσχυσιν τοῦ αἵματος ἵνα μὴ ὀλοθρεύων τὰ πρωτότοκα θίγῃ αὐτῶν
29[an error occurred while processing this directive]29Πίστει διέβησαν τὴν Ἐρυθρὰν Θάλασσαν ὡς διὰ ξηρᾶς γῆς ἧς πεῖραν λαβόντες οἱ Αἰγύπτιοι κατεπόθησαν
30[an error occurred while processing this directive]30Πίστει τὰ τείχη Ἰεριχὼ ἔπεσαν κυκλωθέντα ἐπὶ ἑπτὰ ἡμέρας
31[an error occurred while processing this directive]31Πίστει Ῥαὰβ πόρνη οὐ συναπώλετο τοῖς ἀπειθήσασιν δεξαμένη τοὺς κατασκόπους μετ’ εἰρήνης
32[an error occurred while processing this directive]32Καὶ τί ἔτι λέγω ἐπιλείψει με γὰρ διηγούμενον χρόνος περὶ Γεδεών Βαράκ Σαμψών Ἰεφθάε Δαυίδ τε καὶ Σαμουὴλ καὶ τῶν προφητῶν
33[an error occurred while processing this directive]33οἳ διὰ πίστεως κατηγωνίσαντο βασιλείας εἰργάσαντο* δικαιοσύνην ἐπέτυχον ἐπαγγελιῶν ἔφραξαν στόματα λεόντων
34[an error occurred while processing this directive]34ἔσβεσαν δύναμιν πυρός ἔφυγον στόματα μαχαίρης ἐδυναμώθησαν ἀπὸ ἀσθενείας ἐγενήθησαν ἰσχυροὶ ἐν πολέμῳ παρεμβολὰς ἔκλιναν ἀλλοτρίων
35[an error occurred while processing this directive]35Ἔλαβον γυναῖκες ἐξ ἀναστάσεως τοὺς νεκροὺς αὐτῶν ἄλλοι δὲ ἐτυμπανίσθησαν οὐ προσδεξάμενοι τὴν ἀπολύτρωσιν ἵνα κρείττονος ἀναστάσεως τύχωσιν
36[an error occurred while processing this directive]36ἕτεροι δὲ ἐμπαιγμῶν καὶ μαστίγων πεῖραν ἔλαβον ἔτι δὲ δεσμῶν καὶ φυλακῆς
37[an error occurred while processing this directive]37Ἐλιθάσθησαν 〈ἐπειράσθησαν〉 ἐπρίσθησαν ἐν φόνῳ μαχαίρης ἀπέθανον περιῆλθον ἐν μηλωταῖς ἐν αἰγείοις δέρμασιν ὑστερούμενοι θλιβόμενοι κακουχούμενοι
38[an error occurred while processing this directive]38ὧν οὐκ ἦν ἄξιος κόσμος ἐπὶ ἐρημίαις πλανώμενοι καὶ ὄρεσιν καὶ σπηλαίοις καὶ ταῖς ὀπαῖς τῆς γῆς
39[an error occurred while processing this directive]39Καὶ οὗτοι πάντες μαρτυρηθέντες διὰ τῆς πίστεως οὐκ ἐκομίσαντο τὴν ἐπαγγελίαν
40[an error occurred while processing this directive]40τοῦ Θεοῦ περὶ ἡμῶν κρεῖττόν τι προβλεψαμένου ἵνα μὴ χωρὶς ἡμῶν τελειωθῶσιν
[an error occurred while processing this directive]Greek and Hebrew Study Bible courtesy Bible Hub and the Discovery Bible team.
Hebrews 10
Top of Page
Top of Page