Matthew 15
[an error occurred while processing this directive] Parallel GRK [BSB CSB ESV HCS KJV ISV NAS NET NIV NLT GRK]
[an error occurred while processing this directive]Greek Study Bible
1[an error occurred while processing this directive]1Τότε προσέρχονται τῷ Ἰησοῦ ἀπὸ Ἱεροσολύμων Φαρισαῖοι καὶ γραμματεῖς λέγοντες
2[an error occurred while processing this directive]2Διὰ τί οἱ μαθηταί σου παραβαίνουσιν τὴν παράδοσιν τῶν πρεσβυτέρων οὐ γὰρ νίπτονται τὰς χεῖρας ‹αὐτῶν› ὅταν ἄρτον ἐσθίωσιν
3[an error occurred while processing this directive]3 δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς Διὰ τί καὶ ὑμεῖς παραβαίνετε τὴν ἐντολὴν τοῦ Θεοῦ διὰ τὴν παράδοσιν ὑμῶν
4[an error occurred while processing this directive]4 γὰρ Θεὸς εἶπεν Τίμα τὸν πατέρα καὶ τὴν μητέρα καί κακολογῶν πατέρα μητέρα θανάτῳ τελευτάτω
5[an error occurred while processing this directive]5ὑμεῖς δὲ λέγετε Ὃς ἂν εἴπῃ τῷ πατρὶ τῇ μητρί Δῶρον ἐὰν ἐξ ἐμοῦ ὠφεληθῇς
6[an error occurred while processing this directive]6οὐ μὴ τιμήσει τὸν πατέρα αὐτοῦ 〈ἢ τὴν μητέρα αὐτοῦ〉 καὶ ἠκυρώσατε τὸν λόγον τοῦ Θεοῦ διὰ τὴν παράδοσιν ὑμῶν
7[an error occurred while processing this directive]7ὑποκριταί καλῶς ἐπροφήτευσεν περὶ ὑμῶν Ἠσαΐας λέγων
8[an error occurred while processing this directive]8 λαὸς οὗτος τοῖς χείλεσίν με τιμᾷ δὲ καρδία αὐτῶν πόρρω ἀπέχει ἀπ’ ἐμοῦ
9[an error occurred while processing this directive]9Μάτην δὲ σέβονταί με Διδάσκοντες διδασκαλίας ἐντάλματα ἀνθρώπων
10[an error occurred while processing this directive]10Καὶ προσκαλεσάμενος τὸν ὄχλον εἶπεν αὐτοῖς Ἀκούετε καὶ συνίετε
11[an error occurred while processing this directive]11οὐ τὸ εἰσερχόμενον εἰς τὸ στόμα κοινοῖ τὸν ἄνθρωπον ἀλλὰ τὸ ἐκπορευόμενον ἐκ τοῦ στόματος τοῦτο κοινοῖ τὸν ἄνθρωπον
12[an error occurred while processing this directive]12Τότε προσελθόντες οἱ μαθηταὶ λέγουσιν αὐτῷ Οἶδας ὅτι οἱ Φαρισαῖοι ἀκούσαντες τὸν λόγον ἐσκανδαλίσθησαν
13[an error occurred while processing this directive]13 δὲ ἀποκριθεὶς εἶπεν Πᾶσα φυτεία ἣν οὐκ ἐφύτευσεν Πατήρ μου οὐράνιος ἐκριζωθήσεται
14[an error occurred while processing this directive]14ἄφετε αὐτούς τυφλοί εἰσιν ὁδηγοί τυφλῶν τυφλὸς δὲ τυφλὸν ἐὰν ὁδηγῇ ἀμφότεροι εἰς βόθυνον πεσοῦνται
15[an error occurred while processing this directive]15Ἀποκριθεὶς δὲ Πέτρος εἶπεν αὐτῷ Φράσον ἡμῖν τὴν παραβολήν ‹ταύτην›
16[an error occurred while processing this directive]16 δὲ εἶπεν Ἀκμὴν καὶ ὑμεῖς ἀσύνετοί ἐστε
17[an error occurred while processing this directive]17οὐ νοεῖτε ὅτι πᾶν τὸ εἰσπορευόμενον εἰς τὸ στόμα εἰς τὴν κοιλίαν χωρεῖ καὶ εἰς ἀφεδρῶνα ἐκβάλλεται
18[an error occurred while processing this directive]18τὰ δὲ ἐκπορευόμενα ἐκ τοῦ στόματος ἐκ τῆς καρδίας ἐξέρχεται κἀκεῖνα κοινοῖ τὸν ἄνθρωπον
19[an error occurred while processing this directive]19ἐκ γὰρ τῆς καρδίας ἐξέρχονται διαλογισμοὶ πονηροί φόνοι μοιχεῖαι πορνεῖαι κλοπαί ψευδομαρτυρίαι βλασφημίαι
20[an error occurred while processing this directive]20ταῦτά ἐστιν τὰ κοινοῦντα τὸν ἄνθρωπον τὸ δὲ ἀνίπτοις χερσὶν φαγεῖν οὐ κοινοῖ τὸν ἄνθρωπον
21[an error occurred while processing this directive]21Καὶ ἐξελθὼν ἐκεῖθεν Ἰησοῦς ἀνεχώρησεν εἰς τὰ μέρη Τύρου καὶ Σιδῶνος
22[an error occurred while processing this directive]22καὶ ἰδοὺ γυνὴ Χαναναία ἀπὸ τῶν ὁρίων ἐκείνων ἐξελθοῦσα ἔκραζεν λέγουσα Ἐλέησόν με Κύριε υἱὸς Δαυίδ θυγάτηρ μου κακῶς δαιμονίζεται
23[an error occurred while processing this directive]23 δὲ οὐκ ἀπεκρίθη αὐτῇ λόγον καὶ προσελθόντες οἱ μαθηταὶ αὐτοῦ ἠρώτουν αὐτὸν λέγοντες Ἀπόλυσον αὐτήν ὅτι κράζει ὄπισθεν ἡμῶν
24[an error occurred while processing this directive]24 δὲ ἀποκριθεὶς εἶπεν Οὐκ ἀπεστάλην εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ
25[an error occurred while processing this directive]25 δὲ ἐλθοῦσα προσεκύνει αὐτῷ λέγουσα Κύριε βοήθει μοι
26[an error occurred while processing this directive]26 δὲ ἀποκριθεὶς εἶπεν Οὐκ ἔστιν καλὸν λαβεῖν τὸν ἄρτον τῶν τέκνων καὶ βαλεῖν τοῖς κυναρίοις
27[an error occurred while processing this directive]27 δὲ εἶπεν Ναί κύριε καὶ γὰρ τὰ κυνάρια ἐσθίει ἀπὸ τῶν ψιχίων τῶν πιπτόντων ἀπὸ τῆς τραπέζης τῶν κυρίων αὐτῶν
28[an error occurred while processing this directive]28Τότε ἀποκριθεὶς Ἰησοῦς εἶπεν αὐτῇ γύναι μεγάλη σου πίστις γενηθήτω σοι ὡς θέλεις καὶ ἰάθη θυγάτηρ αὐτῆς ἀπὸ τῆς ὥρας ἐκείνης
29[an error occurred while processing this directive]29Καὶ μεταβὰς ἐκεῖθεν Ἰησοῦς ἦλθεν παρὰ τὴν θάλασσαν τῆς Γαλιλαίας καὶ ἀναβὰς εἰς τὸ ὄρος ἐκάθητο ἐκεῖ
30[an error occurred while processing this directive]30καὶ προσῆλθον αὐτῷ ὄχλοι πολλοὶ ἔχοντες μεθ’ ἑαυτῶν χωλούς κυλλούς τυφλούς κωφούς καὶ ἑτέρους πολλούς καὶ ἔρριψαν* αὐτοὺς παρὰ τοὺς πόδας αὐτοῦ καὶ ἐθεράπευσεν αὐτούς
31[an error occurred while processing this directive]31ὥστε τὸν ὄχλον θαυμάσαι βλέποντας κωφοὺς λαλοῦντας κυλλοὺς ὑγιεῖς καὶ χωλοὺς περιπατοῦντας καὶ τυφλοὺς βλέποντας καὶ ἐδόξασαν τὸν Θεὸν Ἰσραήλ
32[an error occurred while processing this directive]32 δὲ Ἰησοῦς προσκαλεσάμενος τοὺς μαθητὰς αὐτοῦ εἶπεν Σπλαγχνίζομαι ἐπὶ τὸν ὄχλον ὅτι ἤδη ἡμέραι τρεῖς προσμένουσίν μοι καὶ οὐκ ἔχουσιν τί φάγωσιν καὶ ἀπολῦσαι αὐτοὺς νήστεις οὐ θέλω μή‿ ποτε ἐκλυθῶσιν ἐν τῇ ὁδῷ
33[an error occurred while processing this directive]33Καὶ λέγουσιν αὐτῷ οἱ μαθηταί Πόθεν ἡμῖν ἐν ἐρημίᾳ ἄρτοι τοσοῦτοι ὥστε χορτάσαι ὄχλον τοσοῦτον
34[an error occurred while processing this directive]34Καὶ λέγει αὐτοῖς Ἰησοῦς Πόσους ἄρτους ἔχετε Οἱ δὲ εἶπαν Ἑπτά καὶ ὀλίγα ἰχθύδια
35[an error occurred while processing this directive]35Καὶ παραγγείλας τῷ ὄχλῳ ἀναπεσεῖν ἐπὶ τὴν γῆν
36[an error occurred while processing this directive]36ἔλαβεν τοὺς ἑπτὰ ἄρτους καὶ τοὺς ἰχθύας καὶ εὐχαριστήσας ἔκλασεν καὶ ἐδίδου τοῖς μαθηταῖς οἱ δὲ μαθηταὶ τοῖς ὄχλοις
37[an error occurred while processing this directive]37Καὶ ἔφαγον πάντες καὶ ἐχορτάσθησαν καὶ τὸ περισσεῦον τῶν κλασμάτων ἦραν ἑπτὰ σπυρίδας πλήρεις
38[an error occurred while processing this directive]38οἱ δὲ ἐσθίοντες ἦσαν τετρακισχίλιοι ἄνδρες χωρὶς γυναικῶν καὶ παιδίων
39[an error occurred while processing this directive]39Καὶ ἀπολύσας τοὺς ὄχλους ἐνέβη εἰς τὸ πλοῖον καὶ ἦλθεν εἰς τὰ ὅρια Μαγαδάν
[an error occurred while processing this directive]Greek and Hebrew Study Bible courtesy Bible Hub and the Discovery Bible team.
Matthew 14
Top of Page
Top of Page