John 4
[an error occurred while processing this directive] Parallel GRK [BSB CSB ESV HCS KJV ISV NAS NET NIV NLT GRK]
[an error occurred while processing this directive]Greek Study Bible
1[an error occurred while processing this directive]1Ὡς οὖν ἔγνω Ἰησοῦς* ὅτι ἤκουσαν οἱ Φαρισαῖοι ὅτι Ἰησοῦς πλείονας μαθητὰς ποιεῖ καὶ βαπτίζει Ἰωάννης
2[an error occurred while processing this directive]2καίτοιγε Ἰησοῦς αὐτὸς οὐκ ἐβάπτιζεν ἀλλ’ οἱ μαθηταὶ αὐτοῦ
3[an error occurred while processing this directive]3ἀφῆκεν τὴν Ἰουδαίαν καὶ ἀπῆλθεν πάλιν εἰς τὴν Γαλιλαίαν
4[an error occurred while processing this directive]4Ἔδει δὲ αὐτὸν διέρχεσθαι διὰ τῆς Σαμαρείας
5[an error occurred while processing this directive]5ἔρχεται οὖν εἰς πόλιν τῆς Σαμαρείας λεγομένην Συχὰρ πλησίον τοῦ χωρίου ἔδωκεν Ἰακὼβ ‹τῷ› Ἰωσὴφ τῷ υἱῷ αὐτοῦ
6[an error occurred while processing this directive]6ἦν δὲ ἐκεῖ πηγὴ τοῦ Ἰακώβ οὖν Ἰησοῦς κεκοπιακὼς ἐκ τῆς ὁδοιπορίας ἐκαθέζετο οὕτως ἐπὶ τῇ πηγῇ ὥρα ἦν ὡς ἕκτη
7[an error occurred while processing this directive]7Ἔρχεται γυνὴ ἐκ τῆς Σαμαρείας ἀντλῆσαι ὕδωρ λέγει αὐτῇ Ἰησοῦς Δός μοι πεῖν
8[an error occurred while processing this directive]8οἱ γὰρ μαθηταὶ αὐτοῦ ἀπεληλύθεισαν εἰς τὴν πόλιν ἵνα τροφὰς ἀγοράσωσιν
9[an error occurred while processing this directive]9Λέγει οὖν αὐτῷ γυνὴ Σαμαρῖτις Πῶς σὺ Ἰουδαῖος ὢν παρ’ ἐμοῦ πεῖν αἰτεῖς γυναικὸς Σαμαρίτιδος οὔσης οὐ γὰρ συνχρῶνται Ἰουδαῖοι Σαμαρίταις
10[an error occurred while processing this directive]10Ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῇ Εἰ ᾔδεις τὴν δωρεὰν τοῦ Θεοῦ καὶ τίς ἐστιν λέγων σοι Δός μοι πεῖν σὺ ἂν ᾔτησας αὐτὸν καὶ ἔδωκεν ἄν σοι ὕδωρ ζῶν
11[an error occurred while processing this directive]11Λέγει αὐτῷ ‹ἡ γυνή› Κύριε οὔτε ἄντλημα ἔχεις καὶ τὸ φρέαρ ἐστὶν βαθύ πόθεν οὖν ἔχεις τὸ ὕδωρ τὸ ζῶν
12[an error occurred while processing this directive]12μὴ σὺ μείζων εἶ τοῦ πατρὸς ἡμῶν Ἰακώβ ὃς ἔδωκεν ἡμῖν τὸ φρέαρ καὶ αὐτὸς ἐξ αὐτοῦ ἔπιεν καὶ οἱ υἱοὶ αὐτοῦ καὶ τὰ θρέμματα αὐτοῦ
13[an error occurred while processing this directive]13Ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῇ Πᾶς πίνων ἐκ τοῦ ὕδατος τούτου διψήσει πάλιν
14[an error occurred while processing this directive]14ὃς δ’ ἂν πίῃ ἐκ τοῦ ὕδατος οὗ ἐγὼ δώσω αὐτῷ οὐ μὴ διψήσει εἰς τὸν αἰῶνα ἀλλὰ τὸ ὕδωρ δώσω αὐτῷ γενήσεται ἐν αὐτῷ πηγὴ ὕδατος ἁλλομένου εἰς ζωὴν αἰώνιον
15[an error occurred while processing this directive]15Λέγει πρὸς αὐτὸν γυνή Κύριε δός μοι τοῦτο τὸ ὕδωρ ἵνα μὴ διψῶ μηδὲ διέρχωμαι ἐνθάδε ἀντλεῖν
16[an error occurred while processing this directive]16Λέγει αὐτῇ Ὕπαγε φώνησον τὸν ἄνδρα σου καὶ ἐλθὲ ἐνθάδε
17[an error occurred while processing this directive]17Ἀπεκρίθη γυνὴ καὶ εἶπεν ‹αὐτῷ› Οὐκ ἔχω ἄνδρα Λέγει αὐτῇ Ἰησοῦς Καλῶς εἶπας* ὅτι Ἄνδρα οὐκ ἔχω
18[an error occurred while processing this directive]18πέντε γὰρ ἄνδρας ἔσχες καὶ νῦν ὃν ἔχεις οὐκ ἔστιν σου ἀνήρ τοῦτο ἀληθὲς εἴρηκας
19[an error occurred while processing this directive]19Λέγει αὐτῷ γυνή Κύριε θεωρῶ ὅτι προφήτης εἶ σύ
20[an error occurred while processing this directive]20οἱ πατέρες ἡμῶν ἐν τῷ ὄρει τούτῳ προσεκύνησαν καὶ ὑμεῖς λέγετε ὅτι ἐν Ἱεροσολύμοις ἐστὶν τόπος ὅπου προσκυνεῖν δεῖ
21[an error occurred while processing this directive]21Λέγει αὐτῇ Ἰησοῦς Πίστευέ μοι γύναι ὅτι ἔρχεται ὥρα ὅτε οὔτε ἐν τῷ ὄρει τούτῳ οὔτε ἐν Ἱεροσολύμοις προσκυνήσετε τῷ Πατρί
22[an error occurred while processing this directive]22ὑμεῖς προσκυνεῖτε οὐκ οἴδατε ἡμεῖς προσκυνοῦμεν οἴδαμεν ὅτι σωτηρία ἐκ τῶν Ἰουδαίων ἐστίν
23[an error occurred while processing this directive]23ἀλλὰ ἔρχεται ὥρα καὶ νῦν ἐστιν ὅτε οἱ ἀληθινοὶ προσκυνηταὶ προσκυνήσουσιν τῷ Πατρὶ ἐν πνεύματι καὶ ἀληθείᾳ καὶ γὰρ Πατὴρ τοιούτους ζητεῖ τοὺς προσκυνοῦντας αὐτόν
24[an error occurred while processing this directive]24Πνεῦμα Θεός καὶ τοὺς προσκυνοῦντας ‹αὐτὸν› ἐν πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν
25[an error occurred while processing this directive]25Λέγει αὐτῷ γυνή Οἶδα ὅτι Μεσσίας ἔρχεται λεγόμενος Χριστός ὅταν ἔλθῃ ἐκεῖνος ἀναγγελεῖ ἡμῖν ἅπαντα
26[an error occurred while processing this directive]26Λέγει αὐτῇ Ἰησοῦς Ἐγώ εἰμι λαλῶν σοι
27[an error occurred while processing this directive]27Καὶ ἐπὶ τούτῳ ἦλθαν οἱ μαθηταὶ αὐτοῦ καὶ ἐθαύμαζον ὅτι μετὰ γυναικὸς ἐλάλει οὐδεὶς μέντοι εἶπεν Τί ζητεῖς Τί λαλεῖς μετ’ αὐτῆς
28[an error occurred while processing this directive]28Ἀφῆκεν οὖν τὴν ὑδρίαν αὐτῆς γυνὴ καὶ ἀπῆλθεν εἰς τὴν πόλιν καὶ λέγει τοῖς ἀνθρώποις
29[an error occurred while processing this directive]29Δεῦτε ἴδετε ἄνθρωπον ὃς εἶπέν μοι πάντα ὅσα* ἐποίησα μήτι οὗτός ἐστιν Χριστός
30[an error occurred while processing this directive]30ἐξῆλθον ἐκ τῆς πόλεως καὶ ἤρχοντο πρὸς αὐτόν
31[an error occurred while processing this directive]31Ἐν τῷ μεταξὺ ἠρώτων αὐτὸν οἱ μαθηταὶ λέγοντες Ῥαββί φάγε
32[an error occurred while processing this directive]32 δὲ εἶπεν αὐτοῖς Ἐγὼ βρῶσιν ἔχω φαγεῖν ἣν ὑμεῖς οὐκ οἴδατε
33[an error occurred while processing this directive]33Ἔλεγον οὖν οἱ μαθηταὶ πρὸς ἀλλήλους Μή τις ἤνεγκεν αὐτῷ φαγεῖν
34[an error occurred while processing this directive]34Λέγει αὐτοῖς Ἰησοῦς Ἐμὸν βρῶμά ἐστιν ἵνα ποιήσω* τὸ θέλημα τοῦ πέμψαντός με καὶ τελειώσω αὐτοῦ τὸ ἔργον
35[an error occurred while processing this directive]35οὐχ ὑμεῖς λέγετε ὅτι Ἔτι τετράμηνός ἐστιν καὶ θερισμὸς ἔρχεται ἰδοὺ λέγω ὑμῖν ἐπάρατε τοὺς ὀφθαλμοὺς ὑμῶν καὶ θεάσασθε τὰς χώρας ὅτι λευκαί εἰσιν πρὸς θερισμόν ἤδη
36[an error occurred while processing this directive]36 θερίζων μισθὸν λαμβάνει καὶ συνάγει καρπὸν εἰς ζωὴν αἰώνιον ἵνα σπείρων ὁμοῦ χαίρῃ καὶ θερίζων
37[an error occurred while processing this directive]37ἐν γὰρ τούτῳ λόγος ἐστὶν ἀληθινὸς ὅτι Ἄλλος ἐστὶν σπείρων καὶ ἄλλος θερίζων
38[an error occurred while processing this directive]38ἐγὼ ἀπέστειλα ὑμᾶς θερίζειν οὐχ ὑμεῖς κεκοπιάκατε ἄλλοι κεκοπιάκασιν καὶ ὑμεῖς εἰς τὸν κόπον αὐτῶν εἰσεληλύθατε
39[an error occurred while processing this directive]39Ἐκ δὲ τῆς πόλεως ἐκείνης πολλοὶ ἐπίστευσαν εἰς αὐτὸν τῶν Σαμαριτῶν διὰ τὸν λόγον τῆς γυναικὸς μαρτυρούσης ὅτι Εἶπέν μοι πάντα ἐποίησα
40[an error occurred while processing this directive]40ὡς οὖν ἦλθον πρὸς αὐτὸν οἱ Σαμαρῖται ἠρώτων αὐτὸν μεῖναι παρ’ αὐτοῖς καὶ ἔμεινεν ἐκεῖ δύο ἡμέρας
41[an error occurred while processing this directive]41Καὶ πολλῷ πλείους ἐπίστευσαν διὰ τὸν λόγον αὐτοῦ
42[an error occurred while processing this directive]42τῇ τε γυναικὶ ἔλεγον ὅτι Οὐκέτι διὰ τὴν σὴν λαλιὰν πιστεύομεν αὐτοὶ γὰρ ἀκηκόαμεν καὶ οἴδαμεν ὅτι οὗτός ἐστιν ἀληθῶς Σωτὴρ τοῦ κόσμου
43[an error occurred while processing this directive]43Μετὰ δὲ τὰς δύο ἡμέρας ἐξῆλθεν ἐκεῖθεν εἰς τὴν Γαλιλαίαν
44[an error occurred while processing this directive]44αὐτὸς γὰρ Ἰησοῦς ἐμαρτύρησεν ὅτι προφήτης ἐν τῇ ἰδίᾳ πατρίδι τιμὴν οὐκ ἔχει
45[an error occurred while processing this directive]45ὅτε οὖν ἦλθεν εἰς τὴν Γαλιλαίαν ἐδέξαντο αὐτὸν οἱ Γαλιλαῖοι πάντα ἑωρακότες ὅσα ἐποίησεν ἐν Ἱεροσολύμοις ἐν τῇ ἑορτῇ καὶ αὐτοὶ γὰρ ἦλθον εἰς τὴν ἑορτήν
46[an error occurred while processing this directive]46Ἦλθεν οὖν πάλιν εἰς τὴν Κανὰ τῆς Γαλιλαίας ὅπου ἐποίησεν τὸ ὕδωρ οἶνον Καὶ ἦν τις βασιλικὸς οὗ υἱὸς ἠσθένει ἐν Καφαρναούμ
47[an error occurred while processing this directive]47οὗτος ἀκούσας ὅτι Ἰησοῦς ἥκει ἐκ τῆς Ἰουδαίας εἰς τὴν Γαλιλαίαν ἀπῆλθεν πρὸς αὐτὸν καὶ ἠρώτα ἵνα καταβῇ καὶ ἰάσηται αὐτοῦ τὸν υἱόν ἤμελλεν γὰρ ἀποθνήσκειν
48[an error occurred while processing this directive]48Εἶπεν οὖν Ἰησοῦς πρὸς αὐτόν Ἐὰν μὴ σημεῖα καὶ τέρατα ἴδητε οὐ μὴ πιστεύσητε
49[an error occurred while processing this directive]49Λέγει πρὸς αὐτὸν βασιλικός Κύριε κατάβηθι πρὶν ἀποθανεῖν τὸ παιδίον μου
50[an error occurred while processing this directive]50Λέγει αὐτῷ Ἰησοῦς Πορεύου υἱός σου ζῇ Ἐπίστευσεν ἄνθρωπος τῷ λόγῳ ὃν εἶπεν αὐτῷ Ἰησοῦς καὶ ἐπορεύετο
51[an error occurred while processing this directive]51ἤδη δὲ αὐτοῦ καταβαίνοντος οἱ δοῦλοι ‹αὐτοῦ› ὑπήντησαν αὐτῷ λέγοντες ὅτι παῖς αὐτοῦ ζῇ
52[an error occurred while processing this directive]52Ἐπύθετο οὖν τὴν ὥραν παρ’ αὐτῶν ἐν κομψότερον ἔσχεν εἶπαν οὖν αὐτῷ ὅτι Ἐχθὲς ὥραν ἑβδόμην ἀφῆκεν αὐτὸν πυρετός
53[an error occurred while processing this directive]53Ἔγνω οὖν πατὴρ ὅτι [ἐν] ἐκείνῃ τῇ ὥρᾳ ἐν εἶπεν αὐτῷ Ἰησοῦς υἱός σου ζῇ καὶ ἐπίστευσεν αὐτὸς καὶ οἰκία αὐτοῦ ὅλη
54[an error occurred while processing this directive]54Τοῦτο δὲ πάλιν δεύτερον σημεῖον ἐποίησεν Ἰησοῦς ἐλθὼν ἐκ τῆς Ἰουδαίας εἰς τὴν Γαλιλαίαν
[an error occurred while processing this directive]Greek and Hebrew Study Bible courtesy Bible Hub and the Discovery Bible team.
John 3
Top of Page
Top of Page