Acts 12
[an error occurred while processing this directive] Parallel GRK [BSB CSB ESV HCS KJV ISV NAS NET NIV NLT GRK]
[an error occurred while processing this directive]Greek Study Bible
1[an error occurred while processing this directive]1Κατ’ ἐκεῖνον δὲ τὸν καιρὸν ἐπέβαλεν Ἡρῴδης βασιλεὺς τὰς χεῖρας κακῶσαί τινας τῶν ἀπὸ τῆς ἐκκλησίας
2[an error occurred while processing this directive]2ἀνεῖλεν δὲ Ἰάκωβον τὸν ἀδελφὸν Ἰωάννου μαχαίρῃ
3[an error occurred while processing this directive]3ἰδὼν δὲ ὅτι ἀρεστόν ἐστιν τοῖς Ἰουδαίοις προσέθετο συλλαβεῖν καὶ Πέτρον ἦσαν δὲ [αἱ] ἡμέραι τῶν ἀζύμων
4[an error occurred while processing this directive]4ὃν καὶ πιάσας ἔθετο εἰς φυλακήν παραδοὺς τέσσαρσιν τετραδίοις στρατιωτῶν φυλάσσειν αὐτόν βουλόμενος μετὰ τὸ πάσχα ἀναγαγεῖν αὐτὸν τῷ λαῷ
5[an error occurred while processing this directive]5 μὲν οὖν Πέτρος ἐτηρεῖτο ἐν τῇ φυλακῇ προσευχὴ δὲ ἦν ἐκτενῶς γινομένη ὑπὸ τῆς ἐκκλησίας πρὸς τὸν Θεὸν περὶ αὐτοῦ
6[an error occurred while processing this directive]6Ὅτε δὲ ἤμελλεν προαγαγεῖν αὐτὸν Ἡρῴδης τῇ νυκτὶ ἐκείνῃ ἦν Πέτρος κοιμώμενος μεταξὺ δύο στρατιωτῶν δεδεμένος ἁλύσεσιν δυσίν φύλακές τε πρὸ τῆς θύρας ἐτήρουν τὴν φυλακήν
7[an error occurred while processing this directive]7καὶ ἰδοὺ ἄγγελος Κυρίου ἐπέστη καὶ φῶς ἔλαμψεν ἐν τῷ οἰκήματι πατάξας δὲ τὴν πλευρὰν τοῦ Πέτρου ἤγειρεν αὐτὸν λέγων Ἀνάστα ἐν τάχει καὶ ἐξέπεσαν αὐτοῦ αἱ ἁλύσεις ἐκ τῶν χειρῶν
8[an error occurred while processing this directive]8εἶπεν δὲ ἄγγελος πρὸς αὐτόν Ζῶσαι καὶ ὑπόδησαι τὰ σανδάλιά σου ἐποίησεν δὲ οὕτως καὶ λέγει αὐτῷ Περιβαλοῦ τὸ ἱμάτιόν σου καὶ ἀκολούθει μοι
9[an error occurred while processing this directive]9Καὶ ἐξελθὼν ἠκολούθει καὶ οὐκ ᾔδει ὅτι ἀληθές ἐστιν τὸ γινόμενον διὰ τοῦ ἀγγέλου ἐδόκει δὲ ὅραμα βλέπειν
10[an error occurred while processing this directive]10διελθόντες δὲ πρώτην φυλακὴν καὶ δευτέραν ἦλθαν ἐπὶ τὴν πύλην τὴν σιδηρᾶν τὴν φέρουσαν εἰς τὴν πόλιν ἥτις αὐτομάτη ἠνοίγη αὐτοῖς καὶ ἐξελθόντες προῆλθον ῥύμην μίαν καὶ εὐθέως ἀπέστη ἄγγελος ἀπ’ αὐτοῦ
11[an error occurred while processing this directive]11Καὶ Πέτρος ἐν ἑαυτῷ γενόμενος εἶπεν Νῦν οἶδα ἀληθῶς ὅτι ἐξαπέστειλεν Κύριος τὸν ἄγγελον αὐτοῦ καὶ ἐξείλατό με ἐκ χειρὸς Ἡρῴδου καὶ πάσης τῆς προσδοκίας τοῦ λαοῦ τῶν Ἰουδαίων
12[an error occurred while processing this directive]12Συνιδών τε ἦλθεν ἐπὶ τὴν οἰκίαν τῆς Μαρίας τῆς μητρὸς Ἰωάννου τοῦ ἐπικαλουμένου Μάρκου οὗ ἦσαν ἱκανοὶ συνηθροισμένοι καὶ προσευχόμενοι
13[an error occurred while processing this directive]13κρούσαντος δὲ αὐτοῦ τὴν θύραν τοῦ πυλῶνος προσῆλθεν παιδίσκη ὑπακοῦσαι ὀνόματι Ῥόδη
14[an error occurred while processing this directive]14καὶ ἐπιγνοῦσα τὴν φωνὴν τοῦ Πέτρου ἀπὸ τῆς χαρᾶς οὐκ ἤνοιξεν τὸν πυλῶνα εἰσδραμοῦσα δὲ ἀπήγγειλεν ἑστάναι τὸν Πέτρον πρὸ τοῦ πυλῶνος
15[an error occurred while processing this directive]15Οἱ δὲ πρὸς αὐτὴν εἶπαν Μαίνῃ δὲ διϊσχυρίζετο οὕτως ἔχειν οἱ δὲ ἔλεγον ἄγγελός ἐστιν αὐτοῦ
16[an error occurred while processing this directive]16 δὲ Πέτρος ἐπέμενεν κρούων ἀνοίξαντες δὲ εἶδαν αὐτὸν καὶ ἐξέστησαν
17[an error occurred while processing this directive]17κατασείσας δὲ αὐτοῖς τῇ χειρὶ σιγᾶν διηγήσατο αὐτοῖς πῶς Κύριος αὐτὸν ἐξήγαγεν ἐκ τῆς φυλακῆς εἶπέν τε Ἀπαγγείλατε Ἰακώβῳ καὶ τοῖς ἀδελφοῖς ταῦτα καὶ ἐξελθὼν ἐπορεύθη εἰς ἕτερον τόπον
18[an error occurred while processing this directive]18Γενομένης δὲ ἡμέρας ἦν τάραχος οὐκ ὀλίγος ἐν τοῖς στρατιώταις τί ἄρα Πέτρος ἐγένετο
19[an error occurred while processing this directive]19Ἡρῴδης δὲ ἐπιζητήσας αὐτὸν καὶ μὴ εὑρὼν ἀνακρίνας τοὺς φύλακας ἐκέλευσεν ἀπαχθῆναι καὶ κατελθὼν ἀπὸ τῆς Ἰουδαίας εἰς Καισάρειαν διέτριβεν
20[an error occurred while processing this directive]20Ἦν δὲ θυμομαχῶν Τυρίοις καὶ Σιδωνίοις ὁμοθυμαδὸν δὲ παρῆσαν πρὸς αὐτόν καὶ πείσαντες Βλάστον τὸν ἐπὶ τοῦ κοιτῶνος τοῦ βασιλέως ᾐτοῦντο εἰρήνην διὰ τὸ τρέφεσθαι αὐτῶν τὴν χώραν ἀπὸ τῆς βασιλικῆς
21[an error occurred while processing this directive]21τακτῇ δὲ ἡμέρᾳ Ἡρῴδης ἐνδυσάμενος ἐσθῆτα βασιλικὴν ‹καὶ› καθίσας ἐπὶ τοῦ βήματος ἐδημηγόρει πρὸς αὐτούς
22[an error occurred while processing this directive]22 δὲ δῆμος ἐπεφώνει Θεοῦ φωνὴ καὶ οὐκ ἀνθρώπου
23[an error occurred while processing this directive]23Παραχρῆμα δὲ ἐπάταξεν αὐτὸν ἄγγελος Κυρίου ἀνθ’ ὧν οὐκ ἔδωκεν τὴν δόξαν τῷ Θεῷ καὶ γενόμενος σκωληκόβρωτος ἐξέψυξεν
24[an error occurred while processing this directive]24 δὲ λόγος τοῦ θεοῦ* ηὔξανεν καὶ ἐπληθύνετο
25[an error occurred while processing this directive]25Βαρνάβας δὲ καὶ Σαῦλος ὑπέστρεψαν εἰς* Ἰερουσαλὴμ πληρώσαντες τὴν διακονίαν συμπαραλαβόντες Ἰωάννην τὸν ἐπικληθέντα Μάρκον
[an error occurred while processing this directive]Greek and Hebrew Study Bible courtesy Bible Hub and the Discovery Bible team.
Acts 11
Top of Page
Top of Page