1 Corinthians 7
[an error occurred while processing this directive] Parallel GRK [BSB CSB ESV HCS KJV ISV NAS NET NIV NLT GRK]
[an error occurred while processing this directive]Greek Study Bible
1[an error occurred while processing this directive]1Περὶ δὲ ὧν ἐγράψατε καλὸν ἀνθρώπῳ γυναικὸς μὴ ἅπτεσθαι
2[an error occurred while processing this directive]2διὰ δὲ τὰς πορνείας ἕκαστος τὴν ἑαυτοῦ γυναῖκα ἐχέτω καὶ ἑκάστη τὸν ἴδιον ἄνδρα ἐχέτω
3[an error occurred while processing this directive]3Τῇ γυναικὶ ἀνὴρ τὴν ὀφειλὴν ἀποδιδότω ὁμοίως δὲ καὶ γυνὴ τῷ ἀνδρί
4[an error occurred while processing this directive]4 γυνὴ τοῦ ἰδίου σώματος οὐκ ἐξουσιάζει ἀλλὰ ἀνήρ ὁμοίως δὲ καὶ ἀνὴρ τοῦ ἰδίου σώματος οὐκ ἐξουσιάζει ἀλλὰ γυνή
5[an error occurred while processing this directive]5Μὴ ἀποστερεῖτε ἀλλήλους εἰ μήτι ἂν ἐκ συμφώνου πρὸς καιρὸν ἵνα σχολάσητε τῇ προσευχῇ καὶ πάλιν ἐπὶ τὸ αὐτὸ ἦτε ἵνα μὴ πειράζῃ ὑμᾶς Σατανᾶς διὰ τὴν ἀκρασίαν ὑμῶν
6[an error occurred while processing this directive]6τοῦτο δὲ λέγω κατὰ συνγνώμην οὐ κατ’ ἐπιταγήν
7[an error occurred while processing this directive]7θέλω δὲ πάντας ἀνθρώπους εἶναι ὡς καὶ ἐμαυτόν ἀλλὰ ἕκαστος ἴδιον ἔχει χάρισμα ἐκ Θεοῦ μὲν οὕτως δὲ οὕτως
8[an error occurred while processing this directive]8Λέγω δὲ τοῖς ἀγάμοις καὶ ταῖς χήραις καλὸν αὐτοῖς ἐὰν μείνωσιν ὡς κἀγώ
9[an error occurred while processing this directive]9εἰ δὲ οὐκ ἐγκρατεύονται γαμησάτωσαν κρεῖττον γάρ ἐστιν γαμῆσαι* πυροῦσθαι
10[an error occurred while processing this directive]10Τοῖς δὲ γεγαμηκόσιν παραγγέλλω οὐκ ἐγὼ ἀλλὰ Κύριος γυναῖκα ἀπὸ ἀνδρὸς μὴ χωρισθῆναι
11[an error occurred while processing this directive]11ἐὰν δὲ καὶ χωρισθῇ μενέτω ἄγαμος τῷ ἀνδρὶ καταλλαγήτω καὶ ἄνδρα γυναῖκα μὴ ἀφιέναι
12[an error occurred while processing this directive]12Τοῖς δὲ λοιποῖς λέγω ἐγώ οὐχ Κύριος εἴ τις ἀδελφὸς γυναῖκα ἔχει ἄπιστον καὶ αὕτη συνευδοκεῖ οἰκεῖν μετ’ αὐτοῦ μὴ ἀφιέτω αὐτήν
13[an error occurred while processing this directive]13καὶ γυνὴ ‹εἴ τις› ἔχει ἄνδρα ἄπιστον καὶ οὗτος συνευδοκεῖ οἰκεῖν μετ’ αὐτῆς μὴ ἀφιέτω τὸν ἄνδρα
14[an error occurred while processing this directive]14ἡγίασται γὰρ ἀνὴρ ἄπιστος ἐν τῇ γυναικί καὶ ἡγίασται γυνὴ ἄπιστος ἐν τῷ ἀδελφῷ ἐπεὶ ἄρα τὰ τέκνα ὑμῶν ἀκάθαρτά ἐστιν νῦν δὲ ἅγιά ἐστιν
15[an error occurred while processing this directive]15Εἰ δὲ ἄπιστος χωρίζεται χωριζέσθω οὐ δεδούλωται ἀδελφὸς ἀδελφὴ ἐν τοῖς τοιούτοις ἐν δὲ εἰρήνῃ κέκληκεν ὑμᾶς Θεός
16[an error occurred while processing this directive]16τί γὰρ οἶδας γύναι εἰ τὸν ἄνδρα σώσεις τί οἶδας ἄνερ εἰ τὴν γυναῖκα σώσεις
17[an error occurred while processing this directive]17Εἰ μὴ ἑκάστῳ ὡς ἐμέρισεν* Κύριος ἕκαστον ὡς κέκληκεν Θεός οὕτως περιπατείτω καὶ οὕτως ἐν ταῖς ἐκκλησίαις πάσαις διατάσσομαι
18[an error occurred while processing this directive]18περιτετμημένος τις ἐκλήθη μὴ ἐπισπάσθω ἐν ἀκροβυστίᾳ κέκληταί τις μὴ περιτεμνέσθω
19[an error occurred while processing this directive]19 περιτομὴ οὐδέν ἐστιν καὶ ἀκροβυστία οὐδέν ἐστιν ἀλλὰ τήρησις ἐντολῶν Θεοῦ
20[an error occurred while processing this directive]20Ἕκαστος ἐν τῇ κλήσει ἐκλήθη ἐν ταύτῃ μενέτω
21[an error occurred while processing this directive]21δοῦλος ἐκλήθης μή σοι μελέτω ἀλλ’ εἰ καὶ δύνασαι ἐλεύθερος γενέσθαι μᾶλλον χρῆσαι
22[an error occurred while processing this directive]22 γὰρ ἐν Κυρίῳ κληθεὶς δοῦλος ἀπελεύθερος Κυρίου ἐστίν ὁμοίως ἐλεύθερος κληθεὶς δοῦλός ἐστιν Χριστοῦ
23[an error occurred while processing this directive]23Τιμῆς ἠγοράσθητε μὴ γίνεσθε δοῦλοι ἀνθρώπων
24[an error occurred while processing this directive]24ἕκαστος ἐν ἐκλήθη ἀδελφοί ἐν τούτῳ μενέτω παρὰ Θεῷ
25[an error occurred while processing this directive]25Περὶ δὲ τῶν παρθένων ἐπιταγὴν Κυρίου οὐκ ἔχω γνώμην δὲ δίδωμι ὡς ἠλεημένος ὑπὸ Κυρίου πιστὸς εἶναι
26[an error occurred while processing this directive]26Νομίζω οὖν τοῦτο καλὸν ὑπάρχειν διὰ τὴν ἐνεστῶσαν ἀνάγκην ὅτι καλὸν ἀνθρώπῳ τὸ οὕτως εἶναι
27[an error occurred while processing this directive]27δέδεσαι γυναικί μὴ ζήτει λύσιν λέλυσαι ἀπὸ γυναικός μὴ ζήτει γυναῖκα
28[an error occurred while processing this directive]28ἐὰν δὲ καὶ γαμήσῃς οὐχ ἥμαρτες καὶ ἐὰν γήμῃ παρθένος οὐχ ἥμαρτεν θλῖψιν δὲ τῇ σαρκὶ ἕξουσιν οἱ τοιοῦτοι ἐγὼ δὲ ὑμῶν φείδομαι
29[an error occurred while processing this directive]29Τοῦτο δέ φημι ἀδελφοί καιρὸς συνεσταλμένος ἐστίν τὸ λοιπὸν ἵνα καὶ οἱ ἔχοντες γυναῖκας ὡς μὴ ἔχοντες ὦσιν
30[an error occurred while processing this directive]30καὶ οἱ κλαίοντες ὡς μὴ κλαίοντες καὶ οἱ χαίροντες ὡς μὴ χαίροντες καὶ οἱ ἀγοράζοντες ὡς μὴ κατέχοντες
31[an error occurred while processing this directive]31καὶ οἱ χρώμενοι τὸν κόσμον ὡς μὴ καταχρώμενοι παράγει γὰρ τὸ σχῆμα τοῦ κόσμου τούτου
32[an error occurred while processing this directive]32Θέλω δὲ ὑμᾶς ἀμερίμνους εἶναι ἄγαμος μεριμνᾷ τὰ τοῦ Κυρίου πῶς ἀρέσῃ τῷ Κυρίῳ
33[an error occurred while processing this directive]33 δὲ γαμήσας μεριμνᾷ τὰ τοῦ κόσμου πῶς ἀρέσῃ τῇ γυναικί
34[an error occurred while processing this directive]34καὶ μεμέρισται καὶ γυνὴ ἄγαμος καὶ παρθένος μεριμνᾷ τὰ τοῦ Κυρίου ἵνα ἁγία καὶ τῷ σώματι καὶ τῷ πνεύματι δὲ γαμήσασα μεριμνᾷ τὰ τοῦ κόσμου πῶς ἀρέσῃ τῷ ἀνδρί
35[an error occurred while processing this directive]35Τοῦτο δὲ πρὸς τὸ ὑμῶν αὐτῶν σύμφορον λέγω οὐχ ἵνα βρόχον ὑμῖν ἐπιβάλω ἀλλὰ πρὸς τὸ εὔσχημον καὶ εὐπάρεδρον τῷ Κυρίῳ ἀπερισπάστως
36[an error occurred while processing this directive]36Εἰ δέ τις ἀσχημονεῖν ἐπὶ τὴν παρθένον αὐτοῦ νομίζει ἐὰν ὑπέρακμος καὶ οὕτως ὀφείλει γίνεσθαι θέλει ποιείτω οὐχ ἁμαρτάνει γαμείτωσαν
37[an error occurred while processing this directive]37ὃς δὲ ἕστηκεν ἐν τῇ καρδίᾳ αὐτοῦ ἑδραῖος μὴ ἔχων ἀνάγκην ἐξουσίαν δὲ ἔχει περὶ τοῦ ἰδίου θελήματος καὶ τοῦτο κέκρικεν ἐν τῇ ἰδίᾳ καρδίᾳ τηρεῖν τὴν ἑαυτοῦ παρθένον καλῶς ποιήσει
38[an error occurred while processing this directive]38Ὥστε καὶ γαμίζων τὴν ἑαυτοῦ παρθένον καλῶς ποιεῖ καὶ μὴ γαμίζων κρεῖσσον ποιήσει
39[an error occurred while processing this directive]39Γυνὴ δέδεται ἐφ’ ὅσον χρόνον ζῇ ἀνὴρ αὐτῆς ἐὰν δὲ κοιμηθῇ ἀνήρ ἐλευθέρα ἐστὶν θέλει γαμηθῆναι μόνον ἐν Κυρίῳ
40[an error occurred while processing this directive]40μακαριωτέρα δέ ἐστιν ἐὰν οὕτως μείνῃ κατὰ τὴν ἐμὴν γνώμην δοκῶ δὲ κἀγὼ Πνεῦμα Θεοῦ ἔχειν
[an error occurred while processing this directive]Greek and Hebrew Study Bible courtesy Bible Hub and the Discovery Bible team.
1 Corinthians 6
Top of Page
Top of Page