1 Corinthians 7:2-40Hebrew & Greek Study Bible Hebrew & Greek Study Bible ▾ AMP · Amplified Bible ASV · American Standard Version BAB · Berean Annotated Bible BLB · Berean Literal Bible BSB · Berean Standard Bible BSB STRONGS · BSB with Strong's CPDV · Catholic Public Domain Version CSB · Christian Standard Bible DRB · Douay-Rheims Bible ERV · English Revised Version ESV · English Standard Version GWT · God's Word Translation HCSB · Holman Christian Standard Bible HCSB STRONGS · HCSB with Strong's ISV · Intl. Standard Version KJV · King James Version KJV STRONGS · KJV with Strong's LSB · Legacy Standard Bible LSV · Literal Standard Version MSB · Majority Standard Bible NABRE · New American Bible Revised NASB · New American Standard Bible NASB77 · New American Standard 1977 NASB95 · New American Standard 1995 NASB95 STRONGS · NASB95 with Strong's NET · New English Translation NHEB · New Heart English Bible NIV · New International Version NKJV · New King James Version NLT · New Living Translation NRSVCE · NRSV Catholic Edition SLT · Smith's Literal Translation STUDY · Hebrew & Greek Study Bible WBT · Webster's Bible Translation WEB · World English Bible YLT · Young's Literal Translation YLT STRONGS · YLT with Strong's Par ▾ 2 διὰ δὲ τὰς πορνείας ἕκαστος τὴν ἑαυτοῦ γυναῖκα ἐχέτω καὶ ἑκάστη τὸν ἴδιον ἄνδρα ἐχέτω3 Τῇ γυναικὶ ὁ ἀνὴρ τὴν ὀφειλὴν ἀποδιδότω ὁμοίως δὲ καὶ ἡ γυνὴ τῷ ἀνδρί4 ἡ γυνὴ τοῦ ἰδίου σώματος οὐκ ἐξουσιάζει ἀλλὰ ὁ ἀνήρ ὁμοίως δὲ καὶ ὁ ἀνὴρ τοῦ ἰδίου σώματος οὐκ ἐξουσιάζει ἀλλὰ ἡ γυνή5 Μὴ ἀποστερεῖτε ἀλλήλους εἰ μήτι ἂν ἐκ συμφώνου πρὸς καιρὸν ἵνα σχολάσητε τῇ προσευχῇ καὶ πάλιν ἐπὶ τὸ αὐτὸ ἦτε ἵνα μὴ πειράζῃ ὑμᾶς ὁ Σατανᾶς διὰ τὴν ἀκρασίαν ὑμῶν6 τοῦτο δὲ λέγω κατὰ συνγνώμην οὐ κατ’ ἐπιταγήν7 θέλω δὲ πάντας ἀνθρώπους εἶναι ὡς καὶ ἐμαυτόν ἀλλὰ ἕκαστος ἴδιον ἔχει χάρισμα ἐκ Θεοῦ ὁ μὲν οὕτως ὁ δὲ οὕτως8 Λέγω δὲ τοῖς ἀγάμοις καὶ ταῖς χήραις καλὸν αὐτοῖς ἐὰν μείνωσιν ὡς κἀγώ9 εἰ δὲ οὐκ ἐγκρατεύονται γαμησάτωσαν κρεῖττον γάρ ἐστιν γαμῆσαι* ἢ πυροῦσθαι10 Τοῖς δὲ γεγαμηκόσιν παραγγέλλω οὐκ ἐγὼ ἀλλὰ ὁ Κύριος γυναῖκα ἀπὸ ἀνδρὸς μὴ χωρισθῆναι11 ἐὰν δὲ καὶ χωρισθῇ μενέτω ἄγαμος ἢ τῷ ἀνδρὶ καταλλαγήτω καὶ ἄνδρα γυναῖκα μὴ ἀφιέναι12 Τοῖς δὲ λοιποῖς λέγω ἐγώ οὐχ ὁ Κύριος εἴ τις ἀδελφὸς γυναῖκα ἔχει ἄπιστον καὶ αὕτη συνευδοκεῖ οἰκεῖν μετ’ αὐτοῦ μὴ ἀφιέτω αὐτήν13 καὶ γυνὴ ‹εἴ τις› ἔχει ἄνδρα ἄπιστον καὶ οὗτος συνευδοκεῖ οἰκεῖν μετ’ αὐτῆς μὴ ἀφιέτω τὸν ἄνδρα14 ἡγίασται γὰρ ὁ ἀνὴρ ὁ ἄπιστος ἐν τῇ γυναικί καὶ ἡγίασται ἡ γυνὴ ἡ ἄπιστος ἐν τῷ ἀδελφῷ ἐπεὶ ἄρα τὰ τέκνα ὑμῶν ἀκάθαρτά ἐστιν νῦν δὲ ἅγιά ἐστιν15 Εἰ δὲ ὁ ἄπιστος χωρίζεται χωριζέσθω οὐ δεδούλωται ὁ ἀδελφὸς ἢ ἡ ἀδελφὴ ἐν τοῖς τοιούτοις ἐν δὲ εἰρήνῃ κέκληκεν ὑμᾶς ὁ Θεός16 τί γὰρ οἶδας γύναι εἰ τὸν ἄνδρα σώσεις ἢ τί οἶδας ἄνερ εἰ τὴν γυναῖκα σώσεις17 Εἰ μὴ ἑκάστῳ ὡς ἐμέρισεν* ὁ Κύριος ἕκαστον ὡς κέκληκεν ὁ Θεός οὕτως περιπατείτω καὶ οὕτως ἐν ταῖς ἐκκλησίαις πάσαις διατάσσομαι18 περιτετμημένος τις ἐκλήθη μὴ ἐπισπάσθω ἐν ἀκροβυστίᾳ κέκληταί τις μὴ περιτεμνέσθω19 ἡ περιτομὴ οὐδέν ἐστιν καὶ ἡ ἀκροβυστία οὐδέν ἐστιν ἀλλὰ τήρησις ἐντολῶν Θεοῦ20 Ἕκαστος ἐν τῇ κλήσει ᾗ ἐκλήθη ἐν ταύτῃ μενέτω21 δοῦλος ἐκλήθης μή σοι μελέτω ἀλλ’ εἰ καὶ δύνασαι ἐλεύθερος γενέσθαι μᾶλλον χρῆσαι22 ὁ γὰρ ἐν Κυρίῳ κληθεὶς δοῦλος ἀπελεύθερος Κυρίου ἐστίν ὁμοίως ὁ ἐλεύθερος κληθεὶς δοῦλός ἐστιν Χριστοῦ23 Τιμῆς ἠγοράσθητε μὴ γίνεσθε δοῦλοι ἀνθρώπων24 ἕκαστος ἐν ᾧ ἐκλήθη ἀδελφοί ἐν τούτῳ μενέτω παρὰ Θεῷ25 Περὶ δὲ τῶν παρθένων ἐπιταγὴν Κυρίου οὐκ ἔχω γνώμην δὲ δίδωμι ὡς ἠλεημένος ὑπὸ Κυρίου πιστὸς εἶναι26 Νομίζω οὖν τοῦτο καλὸν ὑπάρχειν διὰ τὴν ἐνεστῶσαν ἀνάγκην ὅτι καλὸν ἀνθρώπῳ τὸ οὕτως εἶναι27 δέδεσαι γυναικί μὴ ζήτει λύσιν λέλυσαι ἀπὸ γυναικός μὴ ζήτει γυναῖκα28 ἐὰν δὲ καὶ γαμήσῃς οὐχ ἥμαρτες καὶ ἐὰν γήμῃ ἡ παρθένος οὐχ ἥμαρτεν θλῖψιν δὲ τῇ σαρκὶ ἕξουσιν οἱ τοιοῦτοι ἐγὼ δὲ ὑμῶν φείδομαι29 Τοῦτο δέ φημι ἀδελφοί ὁ καιρὸς συνεσταλμένος ἐστίν τὸ λοιπὸν ἵνα καὶ οἱ ἔχοντες γυναῖκας ὡς μὴ ἔχοντες ὦσιν30 καὶ οἱ κλαίοντες ὡς μὴ κλαίοντες καὶ οἱ χαίροντες ὡς μὴ χαίροντες καὶ οἱ ἀγοράζοντες ὡς μὴ κατέχοντες31 καὶ οἱ χρώμενοι τὸν κόσμον ὡς μὴ καταχρώμενοι παράγει γὰρ τὸ σχῆμα τοῦ κόσμου τούτου32 Θέλω δὲ ὑμᾶς ἀμερίμνους εἶναι ὁ ἄγαμος μεριμνᾷ τὰ τοῦ Κυρίου πῶς ἀρέσῃ τῷ Κυρίῳ33 ὁ δὲ γαμήσας μεριμνᾷ τὰ τοῦ κόσμου πῶς ἀρέσῃ τῇ γυναικί34 καὶ μεμέρισται καὶ ἡ γυνὴ ἡ ἄγαμος καὶ ἡ παρθένος μεριμνᾷ τὰ τοῦ Κυρίου ἵνα ᾖ ἁγία καὶ τῷ σώματι καὶ τῷ πνεύματι ἡ δὲ γαμήσασα μεριμνᾷ τὰ τοῦ κόσμου πῶς ἀρέσῃ τῷ ἀνδρί35 Τοῦτο δὲ πρὸς τὸ ὑμῶν αὐτῶν σύμφορον λέγω οὐχ ἵνα βρόχον ὑμῖν ἐπιβάλω ἀλλὰ πρὸς τὸ εὔσχημον καὶ εὐπάρεδρον τῷ Κυρίῳ ἀπερισπάστως36 Εἰ δέ τις ἀσχημονεῖν ἐπὶ τὴν παρθένον αὐτοῦ νομίζει ἐὰν ᾖ ὑπέρακμος καὶ οὕτως ὀφείλει γίνεσθαι ὃ θέλει ποιείτω οὐχ ἁμαρτάνει γαμείτωσαν37 ὃς δὲ ἕστηκεν ἐν τῇ καρδίᾳ αὐτοῦ ἑδραῖος μὴ ἔχων ἀνάγκην ἐξουσίαν δὲ ἔχει περὶ τοῦ ἰδίου θελήματος καὶ τοῦτο κέκρικεν ἐν τῇ ἰδίᾳ καρδίᾳ τηρεῖν τὴν ἑαυτοῦ παρθένον καλῶς ποιήσει38 Ὥστε καὶ ὁ γαμίζων τὴν ἑαυτοῦ παρθένον καλῶς ποιεῖ καὶ ὁ μὴ γαμίζων κρεῖσσον ποιήσει39 Γυνὴ δέδεται ἐφ’ ὅσον χρόνον ζῇ ὁ ἀνὴρ αὐτῆς ἐὰν δὲ κοιμηθῇ ὁ ἀνήρ ἐλευθέρα ἐστὶν ᾧ θέλει γαμηθῆναι μόνον ἐν Κυρίῳ40 μακαριωτέρα δέ ἐστιν ἐὰν οὕτως μείνῃ κατὰ τὴν ἐμὴν γνώμην δοκῶ δὲ κἀγὼ Πνεῦμα Θεοῦ ἔχειν ← Show Verse 1 Full chapter Parallel translations Study & commentary Cross-references 1 Corinthians 7:2-40, Hebrew & Greek Study Bible. Public domain.