Matthew 25
[an error occurred while processing this directive] Parallel GRK [BSB CSB ESV HCS KJV ISV NAS NET NIV NLT GRK]
[an error occurred while processing this directive]Greek Study Bible
1[an error occurred while processing this directive]1Τότε ὁμοιωθήσεται βασιλεία τῶν οὐρανῶν δέκα παρθένοις αἵτινες λαβοῦσαι τὰς λαμπάδας ἑαυτῶν ἐξῆλθον εἰς ὑπάντησιν τοῦ νυμφίου
2[an error occurred while processing this directive]2πέντε δὲ ἐξ αὐτῶν ἦσαν μωραὶ καὶ πέντε φρόνιμοι
3[an error occurred while processing this directive]3αἱ γὰρ μωραὶ λαβοῦσαι τὰς λαμπάδας ‹αὐτῶν› οὐκ ἔλαβον μεθ’ ἑαυτῶν ἔλαιον
4[an error occurred while processing this directive]4αἱ δὲ φρόνιμοι ἔλαβον ἔλαιον ἐν τοῖς ἀγγείοις μετὰ τῶν λαμπάδων ἑαυτῶν
5[an error occurred while processing this directive]5χρονίζοντος δὲ τοῦ νυμφίου ἐνύσταξαν πᾶσαι καὶ ἐκάθευδον
6[an error occurred while processing this directive]6Μέσης δὲ νυκτὸς κραυγὴ γέγονεν Ἰδοὺ νυμφίος ἐξέρχεσθε εἰς ἀπάντησιν ‹αὐτοῦ›
7[an error occurred while processing this directive]7Τότε ἠγέρθησαν πᾶσαι αἱ παρθένοι ἐκεῖναι καὶ ἐκόσμησαν τὰς λαμπάδας ἑαυτῶν
8[an error occurred while processing this directive]8αἱ δὲ μωραὶ ταῖς φρονίμοις εἶπαν Δότε ἡμῖν ἐκ τοῦ ἐλαίου ὑμῶν ὅτι αἱ λαμπάδες ἡμῶν σβέννυνται
9[an error occurred while processing this directive]9Ἀπεκρίθησαν δὲ αἱ φρόνιμοι λέγουσαι Μή¦Ποτε οὐ μὴ ἀρκέσῃ ἡμῖν καὶ ὑμῖν πορεύεσθε μᾶλλον πρὸς τοὺς πωλοῦντας καὶ ἀγοράσατε ἑαυταῖς
10[an error occurred while processing this directive]10Ἀπερχομένων δὲ αὐτῶν ἀγοράσαι ἦλθεν νυμφίος καὶ αἱ ἕτοιμοι εἰσῆλθον μετ’ αὐτοῦ εἰς τοὺς γάμους καὶ ἐκλείσθη θύρα
11[an error occurred while processing this directive]11Ὕστερον δὲ ἔρχονται καὶ αἱ λοιπαὶ παρθένοι λέγουσαι Κύριε κύριε ἄνοιξον ἡμῖν
12[an error occurred while processing this directive]12 δὲ ἀποκριθεὶς εἶπεν Ἀμὴν λέγω ὑμῖν οὐκ οἶδα ὑμᾶς
13[an error occurred while processing this directive]13Γρηγορεῖτε οὖν ὅτι οὐκ οἴδατε τὴν ἡμέραν οὐδὲ τὴν ὥραν ⧼ἐν υἱὸς τοῦ ἀνθρώπου ἔρχεται⧽
14[an error occurred while processing this directive]14Ὥσπερ γὰρ ἄνθρωπος ἀποδημῶν ἐκάλεσεν τοὺς ἰδίους δούλους καὶ παρέδωκεν αὐτοῖς τὰ ὑπάρχοντα αὐτοῦ
15[an error occurred while processing this directive]15καὶ μὲν ἔδωκεν πέντε τάλαντα δὲ δύο δὲ ἕν ἑκάστῳ κατὰ τὴν ἰδίαν δύναμιν καὶ ἀπεδήμησεν Εὐθέως
16[an error occurred while processing this directive]16Πορευθεὶς τὰ πέντε τάλαντα λαβὼν ἠργάσατο ἐν αὐτοῖς καὶ ἐκέρδησεν ἄλλα πέντε
17[an error occurred while processing this directive]17ὡσαύτως τὰ δύο ἐκέρδησεν ἄλλα δύο
18[an error occurred while processing this directive]18 δὲ τὸ ἓν λαβὼν ἀπελθὼν ὤρυξεν γῆν καὶ ἔκρυψεν τὸ ἀργύριον τοῦ κυρίου αὐτοῦ
19[an error occurred while processing this directive]19Μετὰ δὲ πολὺν χρόνον ἔρχεται κύριος τῶν δούλων ἐκείνων καὶ συναίρει λόγον μετ’ αὐτῶν
20[an error occurred while processing this directive]20καὶ προσελθὼν τὰ πέντε τάλαντα λαβὼν προσήνεγκεν ἄλλα πέντε τάλαντα λέγων Κύριε πέντε τάλαντά μοι παρέδωκας ἴδε ἄλλα πέντε τάλαντα ἐκέρδησα
21[an error occurred while processing this directive]21Ἔφη αὐτῷ κύριος αὐτοῦ Εὖ δοῦλε ἀγαθὲ καὶ πιστέ ἐπὶ ὀλίγα ἦς πιστός ἐπὶ πολλῶν σε καταστήσω εἴσελθε εἰς τὴν χαρὰν τοῦ κυρίου σου
22[an error occurred while processing this directive]22Προσελθὼν ‹δὲ› καὶ τὰ δύο τάλαντα εἶπεν Κύριε δύο τάλαντά μοι παρέδωκας ἴδε ἄλλα δύο τάλαντα ἐκέρδησα
23[an error occurred while processing this directive]23Ἔφη αὐτῷ κύριος αὐτοῦ Εὖ δοῦλε ἀγαθὲ καὶ πιστέ ἐπὶ ὀλίγα ἦς πιστός ἐπὶ πολλῶν σε καταστήσω εἴσελθε εἰς τὴν χαρὰν τοῦ κυρίου σου
24[an error occurred while processing this directive]24Προσελθὼν δὲ καὶ τὸ ἓν τάλαντον εἰληφὼς εἶπεν Κύριε ἔγνων σε ὅτι σκληρὸς εἶ ἄνθρωπος θερίζων ὅπου οὐκ ἔσπειρας καὶ συνάγων ὅθεν οὐ διεσκόρπισας
25[an error occurred while processing this directive]25καὶ φοβηθεὶς ἀπελθὼν ἔκρυψα τὸ τάλαντόν σου ἐν τῇ γῇ ἴδε ἔχεις τὸ σόν
26[an error occurred while processing this directive]26Ἀποκριθεὶς δὲ κύριος αὐτοῦ εἶπεν αὐτῷ Πονηρὲ δοῦλε καὶ ὀκνηρέ ᾔδεις ὅτι θερίζω ὅπου οὐκ ἔσπειρα καὶ συνάγω ὅθεν οὐ διεσκόρπισα
27[an error occurred while processing this directive]27ἔδει σε οὖν βαλεῖν τὰ ἀργύριά μου τοῖς τραπεζίταις καὶ ἐλθὼν ἐγὼ ἐκομισάμην ἂν τὸ ἐμὸν σὺν τόκῳ
28[an error occurred while processing this directive]28Ἄρατε οὖν ἀπ’ αὐτοῦ τὸ τάλαντον καὶ δότε τῷ ἔχοντι τὰ δέκα τάλαντα
29[an error occurred while processing this directive]29τῷ γὰρ ἔχοντι παντὶ δοθήσεται καὶ περισσευθήσεται τοῦ δὲ μὴ ἔχοντος καὶ ἔχει ἀρθήσεται ἀπ’ αὐτοῦ
30[an error occurred while processing this directive]30καὶ τὸν ἀχρεῖον δοῦλον ἐκβάλετε εἰς τὸ σκότος τὸ ἐξώτερον ἐκεῖ ἔσται κλαυθμὸς καὶ βρυγμὸς τῶν ὀδόντων
31[an error occurred while processing this directive]31Ὅταν δὲ ἔλθῃ υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ δόξῃ αὐτοῦ καὶ πάντες οἱ ἄγγελοι μετ’ αὐτοῦ τότε καθίσει ἐπὶ θρόνου δόξης αὐτοῦ
32[an error occurred while processing this directive]32καὶ συναχθήσονται ἔμπροσθεν αὐτοῦ πάντα τὰ ἔθνη καὶ ἀφορίσει αὐτοὺς ἀπ’ ἀλλήλων ὥσπερ ποιμὴν ἀφορίζει τὰ πρόβατα ἀπὸ τῶν ἐρίφων
33[an error occurred while processing this directive]33καὶ στήσει τὰ μὲν πρόβατα ἐκ δεξιῶν αὐτοῦ τὰ δὲ ἐρίφια ἐξ εὐωνύμων
34[an error occurred while processing this directive]34Τότε ἐρεῖ Βασιλεὺς τοῖς ἐκ δεξιῶν αὐτοῦ Δεῦτε οἱ εὐλογημένοι τοῦ Πατρός μου κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου
35[an error occurred while processing this directive]35ἐπείνασα γὰρ καὶ ἐδώκατέ μοι φαγεῖν ἐδίψησα καὶ ἐποτίσατέ με ξένος ἤμην καὶ συνηγάγετέ με
36[an error occurred while processing this directive]36γυμνὸς καὶ περιεβάλετέ με ἠσθένησα καὶ ἐπεσκέψασθέ με ἐν φυλακῇ ἤμην καὶ ἤλθατε πρός με
37[an error occurred while processing this directive]37Τότε ἀποκριθήσονται αὐτῷ οἱ δίκαιοι λέγοντες Κύριε πότε σε εἴδομεν πεινῶντα καὶ ἐθρέψαμεν διψῶντα καὶ ἐποτίσαμεν
38[an error occurred while processing this directive]38πότε δέ σε εἴδομεν ξένον καὶ συνηγάγομεν γυμνὸν καὶ περιεβάλομεν
39[an error occurred while processing this directive]39πότε δέ σε εἴδομεν ἀσθενοῦντα ἐν φυλακῇ καὶ ἤλθομεν πρός σε
40[an error occurred while processing this directive]40Καὶ ἀποκριθεὶς Βασιλεὺς ἐρεῖ αὐτοῖς Ἀμὴν λέγω ὑμῖν ἐφ’ ὅσον ἐποιήσατε ἑνὶ τούτων τῶν ἀδελφῶν μου τῶν ἐλαχίστων ἐμοὶ ἐποιήσατε
41[an error occurred while processing this directive]41Τότε ἐρεῖ καὶ τοῖς ἐξ εὐωνύμων Πορεύεσθε ἀπ’ ἐμοῦ ‹οἱ› κατηραμένοι εἰς τὸ πῦρ τὸ αἰώνιον τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ
42[an error occurred while processing this directive]42ἐπείνασα γὰρ καὶ οὐκ ἐδώκατέ μοι φαγεῖν (καὶ) ἐδίψησα καὶ οὐκ ἐποτίσατέ με
43[an error occurred while processing this directive]43ξένος ἤμην καὶ οὐ συνηγάγετέ με γυμνὸς καὶ οὐ περιεβάλετέ με ἀσθενὴς καὶ ἐν φυλακῇ καὶ οὐκ ἐπεσκέψασθέ με
44[an error occurred while processing this directive]44Τότε ἀποκριθήσονται καὶ αὐτοὶ λέγοντες Κύριε πότε σε εἴδομεν πεινῶντα διψῶντα ξένον γυμνὸν ἀσθενῆ ἐν φυλακῇ καὶ οὐ διηκονήσαμέν σοι
45[an error occurred while processing this directive]45Τότε ἀποκριθήσεται αὐτοῖς λέγων Ἀμὴν λέγω ὑμῖν ἐφ’ ὅσον οὐκ ἐποιήσατε ἑνὶ τούτων τῶν ἐλαχίστων οὐδὲ ἐμοὶ ἐποιήσατε
46[an error occurred while processing this directive]46Καὶ ἀπελεύσονται οὗτοι εἰς κόλασιν αἰώνιον οἱ δὲ δίκαιοι εἰς ζωὴν αἰώνιον
[an error occurred while processing this directive]Greek and Hebrew Study Bible courtesy Bible Hub and the Discovery Bible team.
Matthew 24
Top of Page
Top of Page