Matthew 19
[an error occurred while processing this directive] Parallel GRK [BSB CSB ESV HCS KJV ISV NAS NET NIV NLT GRK]
[an error occurred while processing this directive]Greek Study Bible
1[an error occurred while processing this directive]1Καὶ ἐγένετο ὅτε ἐτέλεσεν Ἰησοῦς τοὺς λόγους τούτους μετῆρεν ἀπὸ τῆς Γαλιλαίας καὶ ἦλθεν εἰς τὰ ὅρια τῆς Ἰουδαίας πέραν τοῦ Ἰορδάνου
2[an error occurred while processing this directive]2καὶ ἠκολούθησαν αὐτῷ ὄχλοι πολλοί καὶ ἐθεράπευσεν αὐτοὺς ἐκεῖ
3[an error occurred while processing this directive]3Καὶ προσῆλθον αὐτῷ Φαρισαῖοι πειράζοντες αὐτὸν καὶ λέγοντες Εἰ ἔξεστιν ‹ἀνθρώπῳ› ἀπολῦσαι τὴν γυναῖκα αὐτοῦ κατὰ πᾶσαν αἰτίαν
4[an error occurred while processing this directive]4 δὲ ἀποκριθεὶς εἶπεν Οὐκ ἀνέγνωτε ὅτι κτίσας ἀπ’ ἀρχῆς Ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτοὺς
5[an error occurred while processing this directive]5καὶ εἶπεν Ἕνεκα τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα καὶ τὴν μητέρα καὶ κολληθήσεται τῇ γυναικὶ αὐτοῦ καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν
6[an error occurred while processing this directive]6ὥστε οὐκέτι εἰσὶν δύο ἀλλὰ σὰρξ μία οὖν Θεὸς συνέζευξεν ἄνθρωπος μὴ χωριζέτω
7[an error occurred while processing this directive]7Λέγουσιν αὐτῷ Τί οὖν Μωϋσῆς ἐνετείλατο δοῦναι βιβλίον ἀποστασίου καὶ ἀπολῦσαι ‹αὐτήν›
8[an error occurred while processing this directive]8Λέγει αὐτοῖς Ὅτι Μωϋσῆς πρὸς τὴν σκληροκαρδίαν ὑμῶν ἐπέτρεψεν ὑμῖν ἀπολῦσαι τὰς γυναῖκας ὑμῶν ἀπ’ ἀρχῆς δὲ οὐ γέγονεν οὕτως
9[an error occurred while processing this directive]9λέγω δὲ ὑμῖν ὅτι ὃς ἂν ἀπολύσῃ τὴν γυναῖκα αὐτοῦ μὴ ἐπὶ πορνείᾳ καὶ γαμήσῃ ἄλλην μοιχᾶται ‹καὶ ἀπολελυμένην γαμήσας μοιχᾶται›
10[an error occurred while processing this directive]10Λέγουσιν αὐτῷ οἱ μαθηταί [αὐτοῦ] Εἰ οὕτως ἐστὶν αἰτία τοῦ ἀνθρώπου μετὰ τῆς γυναικός οὐ συμφέρει γαμῆσαι
11[an error occurred while processing this directive]11 δὲ εἶπεν αὐτοῖς Οὐ πάντες χωροῦσιν τὸν λόγον τοῦτον ἀλλ’ οἷς δέδοται
12[an error occurred while processing this directive]12εἰσὶν γὰρ εὐνοῦχοι οἵτινες ἐκ κοιλίας μητρὸς ἐγεννήθησαν οὕτως καὶ εἰσὶν εὐνοῦχοι οἵτινες εὐνουχίσθησαν ὑπὸ τῶν ἀνθρώπων καὶ εἰσὶν εὐνοῦχοι οἵτινες εὐνούχισαν ἑαυτοὺς διὰ τὴν βασιλείαν τῶν οὐρανῶν δυνάμενος χωρεῖν χωρείτω
13[an error occurred while processing this directive]13Τότε προσηνέχθησαν αὐτῷ παιδία ἵνα τὰς χεῖρας ἐπιθῇ αὐτοῖς καὶ προσεύξηται οἱ δὲ μαθηταὶ ἐπετίμησαν αὐτοῖς
14[an error occurred while processing this directive]14 δὲ Ἰησοῦς εἶπεν Ἄφετε τὰ παιδία καὶ μὴ κωλύετε αὐτὰ ἐλθεῖν πρός με τῶν γὰρ τοιούτων ἐστὶν βασιλεία τῶν οὐρανῶν
15[an error occurred while processing this directive]15καὶ ἐπιθεὶς τὰς χεῖρας αὐτοῖς ἐπορεύθη ἐκεῖθεν
16[an error occurred while processing this directive]16Καὶ ἰδοὺ εἷς προσελθὼν αὐτῷ εἶπεν Διδάσκαλε τί ἀγαθὸν ποιήσω ἵνα σχῶ ζωὴν αἰώνιον
17[an error occurred while processing this directive]17 δὲ εἶπεν αὐτῷ Τί με ἐρωτᾷς περὶ τοῦ ἀγαθοῦ εἷς ἐστιν ἀγαθός εἰ δὲ θέλεις εἰς τὴν ζωὴν εἰσελθεῖν τήρησον* τὰς ἐντολάς
18[an error occurred while processing this directive]18Λέγει αὐτῷ Ποίας δὲ Ἰησοῦς εἶπεν* Τὸ Οὐ φονεύσεις Οὐ μοιχεύσεις Οὐ κλέψεις Οὐ ψευδομαρτυρήσεις
19[an error occurred while processing this directive]19Τίμα τὸν πατέρα καὶ τὴν μητέρα καὶ Ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν
20[an error occurred while processing this directive]20Λέγει αὐτῷ νεανίσκος Ταῦτα πάντα ἐφύλαξα τί ἔτι ὑστερῶ
21[an error occurred while processing this directive]21Ἔφη αὐτῷ Ἰησοῦς Εἰ θέλεις τέλειος εἶναι ὕπαγε πώλησόν σου τὰ ὑπάρχοντα καὶ δὸς [τοῖς] πτωχοῖς καὶ ἕξεις θησαυρὸν ἐν οὐρανοῖς καὶ δεῦρο ἀκολούθει μοι
22[an error occurred while processing this directive]22Ἀκούσας δὲ νεανίσκος τὸν λόγον (τοῦτον) ἀπῆλθεν λυπούμενος ἦν γὰρ ἔχων κτήματα πολλά
23[an error occurred while processing this directive]23 δὲ Ἰησοῦς εἶπεν τοῖς μαθηταῖς αὐτοῦ Ἀμὴν λέγω ὑμῖν ὅτι πλούσιος δυσκόλως εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν
24[an error occurred while processing this directive]24πάλιν δὲ λέγω ὑμῖν εὐκοπώτερόν ἐστιν κάμηλον διὰ τρυπήματος ῥαφίδος εἰσελθεῖν πλούσιον [εἰσελθεῖν] εἰς τὴν βασιλείαν τοῦ Θεοῦ
25[an error occurred while processing this directive]25Ἀκούσαντες δὲ οἱ μαθηταὶ ἐξεπλήσσοντο σφόδρα λέγοντες Τίς ἄρα δύναται σωθῆναι
26[an error occurred while processing this directive]26Ἐμβλέψας δὲ Ἰησοῦς εἶπεν αὐτοῖς Παρὰ ἀνθρώποις τοῦτο ἀδύνατόν ἐστιν παρὰ δὲ Θεῷ πάντα δυνατά
27[an error occurred while processing this directive]27Τότε ἀποκριθεὶς Πέτρος εἶπεν αὐτῷ Ἰδοὺ ἡμεῖς ἀφήκαμεν πάντα καὶ ἠκολουθήσαμέν σοι τί ἄρα ἔσται ἡμῖν
28[an error occurred while processing this directive]28 δὲ Ἰησοῦς εἶπεν αὐτοῖς Ἀμὴν λέγω ὑμῖν ὅτι ὑμεῖς οἱ ἀκολουθήσαντές μοι ἐν τῇ παλινγενεσίᾳ ὅταν καθίσῃ Υἱὸς τοῦ ἀνθρώπου ἐπὶ θρόνου δόξης αὐτοῦ καθήσεσθε καὶ ὑμεῖς* ἐπὶ δώδεκα θρόνους κρίνοντες τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ
29[an error occurred while processing this directive]29καὶ πᾶς ὅστις ἀφῆκεν οἰκίας ἀδελφοὺς ἀδελφὰς πατέρα μητέρα ‹ἢ γυναῖκα› τέκνα ἀγροὺς ἕνεκεν τοῦ μου* ὀνόματός ἑκατονταπλασίονα* λήμψεται καὶ ζωὴν αἰώνιον κληρονομήσει
30[an error occurred while processing this directive]30Πολλοὶ δὲ ἔσονται πρῶτοι ἔσχατοι καὶ ἔσχατοι πρῶτοι
[an error occurred while processing this directive]Greek and Hebrew Study Bible courtesy Bible Hub and the Discovery Bible team.
Matthew 18
Top of Page
Top of Page