Matthew 18
[an error occurred while processing this directive] Parallel GRK [BSB CSB ESV HCS KJV ISV NAS NET NIV NLT GRK]
[an error occurred while processing this directive]Greek Study Bible
1[an error occurred while processing this directive]1Ἐν ἐκείνῃ τῇ ὥρᾳ προσῆλθον οἱ μαθηταὶ τῷ Ἰησοῦ λέγοντες Τίς ἄρα μείζων ἐστὶν ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν
2[an error occurred while processing this directive]2Καὶ προσκαλεσάμενος παιδίον ἔστησεν αὐτὸ ἐν μέσῳ αὐτῶν
3[an error occurred while processing this directive]3καὶ εἶπεν Ἀμὴν λέγω ὑμῖν ἐὰν μὴ στραφῆτε καὶ γένησθε ὡς τὰ παιδία οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν
4[an error occurred while processing this directive]4ὅστις οὖν ταπεινώσει ἑαυτὸν ὡς τὸ παιδίον τοῦτο οὗτός ἐστιν μείζων ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν
5[an error occurred while processing this directive]5καὶ ὃς ἐὰν δέξηται ἓν παιδίον τοιοῦτο ἐπὶ τῷ ὀνόματί μου ἐμὲ δέχεται
6[an error occurred while processing this directive]6Ὃς δ’ ἂν σκανδαλίσῃ ἕνα τῶν μικρῶν τούτων τῶν πιστευόντων εἰς ἐμέ συμφέρει αὐτῷ ἵνα κρεμασθῇ μύλος ὀνικὸς περὶ τὸν τράχηλον αὐτοῦ καὶ καταποντισθῇ ἐν τῷ πελάγει τῆς θαλάσσης
7[an error occurred while processing this directive]7Οὐαὶ τῷ κόσμῳ ἀπὸ τῶν σκανδάλων ἀνάγκη γὰρ ἐλθεῖν τὰ σκάνδαλα πλὴν οὐαὶ τῷ ἀνθρώπῳ δι’ οὗ τὸ σκάνδαλον ἔρχεται
8[an error occurred while processing this directive]8Εἰ δὲ χείρ σου πούς σου σκανδαλίζει σε ἔκκοψον αὐτὸν καὶ βάλε ἀπὸ σοῦ καλόν σοί ἐστιν εἰσελθεῖν εἰς τὴν ζωὴν κυλλὸν χωλόν δύο χεῖρας δύο πόδας ἔχοντα βληθῆναι εἰς τὸ πῦρ τὸ αἰώνιον
9[an error occurred while processing this directive]9καὶ εἰ ὀφθαλμός σου σκανδαλίζει σε ἔξελε αὐτὸν καὶ βάλε ἀπὸ σοῦ καλόν σοί ἐστιν μονόφθαλμον εἰς τὴν ζωὴν εἰσελθεῖν δύο ὀφθαλμοὺς ἔχοντα βληθῆναι εἰς τὴν γέενναν τοῦ πυρός
10[an error occurred while processing this directive]10Ὁρᾶτε μὴ καταφρονήσητε ἑνὸς τῶν μικρῶν τούτων λέγω γὰρ ὑμῖν ὅτι οἱ ἄγγελοι αὐτῶν ἐν οὐρανοῖς διὰ παντὸς βλέπουσι τὸ πρόσωπον τοῦ Πατρός μου τοῦ ἐν οὐρανοῖς
11[an error occurred while processing this directive]11⧼Ἦλθεν γὰρ υἱὸς τοῦ ἀνθρώπου σῶσαι τὸ ἀπολωλός⧽
12[an error occurred while processing this directive]12Τί ὑμῖν δοκεῖ ἐὰν γένηταί τινι ἀνθρώπῳ ἑκατὸν πρόβατα καὶ πλανηθῇ ἓν ἐξ αὐτῶν οὐχὶ ἀφήσει τὰ ἐνενήκοντα ἐννέα ἐπὶ τὰ ὄρη καὶ πορευθεὶς ζητεῖ τὸ πλανώμενον
13[an error occurred while processing this directive]13καὶ ἐὰν γένηται εὑρεῖν αὐτό ἀμὴν λέγω ὑμῖν ὅτι χαίρει ἐπ’ αὐτῷ μᾶλλον ἐπὶ τοῖς ἐνενήκοντα ἐννέα τοῖς μὴ πεπλανημένοις
14[an error occurred while processing this directive]14οὕτως οὐκ ἔστιν θέλημα ἔμπροσθεν τοῦ Πατρὸς ὑμῶν τοῦ ἐν οὐρανοῖς ἵνα ἀπόληται ἓν τῶν μικρῶν τούτων
15[an error occurred while processing this directive]15Ἐὰν δὲ ἁμαρτήσῃ ‹εἰς σὲ› ἀδελφός σου ὕπαγε ἔλεγξον αὐτὸν μεταξὺ σοῦ καὶ αὐτοῦ μόνου ἐάν σου ἀκούσῃ ἐκέρδησας τὸν ἀδελφόν σου
16[an error occurred while processing this directive]16ἐὰν δὲ μὴ ἀκούσῃ παράλαβε μετὰ σοῦ ἔτι ἕνα δύο ἵνα Ἐπὶ στόματος δύο μαρτύρων τριῶν σταθῇ πᾶν ῥῆμα
17[an error occurred while processing this directive]17ἐὰν δὲ παρακούσῃ αὐτῶν εἰπὸν τῇ ἐκκλησίᾳ ἐὰν δὲ καὶ τῆς ἐκκλησίας παρακούσῃ ἔστω σοι ὥσπερ ἐθνικὸς καὶ τελώνης
18[an error occurred while processing this directive]18Ἀμὴν λέγω ὑμῖν ὅσα ἐὰν δήσητε ἐπὶ τῆς γῆς ἔσται δεδεμένα ἐν οὐρανῷ καὶ ὅσα ἐὰν λύσητε ἐπὶ τῆς γῆς ἔσται λελυμένα ἐν οὐρανῷ
19[an error occurred while processing this directive]19Πάλιν ἀμὴν λέγω ὑμῖν ὅτι ἐὰν δύο συμφωνήσωσιν ἐξ ὑμῶν ἐπὶ τῆς γῆς περὶ παντὸς πράγματος οὗ ἐὰν αἰτήσωνται γενήσεται αὐτοῖς παρὰ τοῦ Πατρός μου τοῦ ἐν οὐρανοῖς
20[an error occurred while processing this directive]20οὗ γάρ εἰσιν δύο τρεῖς συνηγμένοι εἰς τὸ ἐμὸν ὄνομα ἐκεῖ εἰμι ἐν μέσῳ αὐτῶν
21[an error occurred while processing this directive]21Τότε προσελθὼν «ὁ Πέτρος εἶπεν» αὐτῷ Κύριε ποσάκις ἁμαρτήσει εἰς ἐμὲ ἀδελφός μου καὶ ἀφήσω αὐτῷ ἕως ἑπτάκις
22[an error occurred while processing this directive]22Λέγει αὐτῷ Ἰησοῦς Οὐ λέγω σοι ἕως ἑπτάκις ἀλλὰ ἕως ἑβδομηκοντάκις ἑπτά
23[an error occurred while processing this directive]23Διὰ τοῦτο ὡμοιώθη βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ βασιλεῖ ὃς ἠθέλησεν συνᾶραι λόγον μετὰ τῶν δούλων αὐτοῦ
24[an error occurred while processing this directive]24ἀρξαμένου δὲ αὐτοῦ συναίρειν προσηνέχθη* εἷς αὐτῷ ὀφειλέτης μυρίων ταλάντων
25[an error occurred while processing this directive]25μὴ ἔχοντος δὲ αὐτοῦ ἀποδοῦναι ἐκέλευσεν αὐτὸν κύριος πραθῆναι καὶ τὴν γυναῖκα καὶ τὰ τέκνα καὶ πάντα ὅσα ἔχει καὶ ἀποδοθῆναι
26[an error occurred while processing this directive]26Πεσὼν οὖν δοῦλος προσεκύνει αὐτῷ λέγων Μακροθύμησον ἐπ’ ἐμοί καὶ πάντα ἀποδώσω σοι
27[an error occurred while processing this directive]27Σπλαγχνισθεὶς δὲ κύριος τοῦ δούλου ἐκείνου ἀπέλυσεν αὐτόν καὶ τὸ δάνειον ἀφῆκεν αὐτῷ
28[an error occurred while processing this directive]28Ἐξελθὼν δὲ δοῦλος ἐκεῖνος εὗρεν ἕνα τῶν συνδούλων αὐτοῦ ὃς ὤφειλεν αὐτῷ ἑκατὸν δηνάρια καὶ κρατήσας αὐτὸν ἔπνιγεν λέγων Ἀπόδος εἴ τι ὀφείλεις
29[an error occurred while processing this directive]29Πεσὼν οὖν σύνδουλος αὐτοῦ παρεκάλει αὐτὸν λέγων Μακροθύμησον ἐπ’ ἐμοί καὶ ἀποδώσω σοι
30[an error occurred while processing this directive]30 δὲ οὐκ ἤθελεν ἀλλὰ ἀπελθὼν ἔβαλεν αὐτὸν εἰς φυλακὴν ἕως ‹οὗ› ἀποδῷ τὸ ὀφειλόμενον
31[an error occurred while processing this directive]31Ἰδόντες οὖν οἱ σύνδουλοι αὐτοῦ τὰ γενόμενα ἐλυπήθησαν σφόδρα καὶ ἐλθόντες διεσάφησαν τῷ κυρίῳ ἑαυτῶν πάντα τὰ γενόμενα
32[an error occurred while processing this directive]32Τότε προσκαλεσάμενος αὐτὸν κύριος αὐτοῦ λέγει αὐτῷ Δοῦλε πονηρέ πᾶσαν τὴν ὀφειλὴν ἐκείνην ἀφῆκά σοι ἐπεὶ παρεκάλεσάς με
33[an error occurred while processing this directive]33οὐκ ἔδει καὶ σὲ ἐλεῆσαι τὸν σύνδουλόν σου ὡς κἀγὼ σὲ ἠλέησα
34[an error occurred while processing this directive]34καὶ ὀργισθεὶς κύριος αὐτοῦ παρέδωκεν αὐτὸν τοῖς βασανισταῖς ἕως οὗ ἀποδῷ πᾶν τὸ ὀφειλόμενον 〈αὐτῷ〉
35[an error occurred while processing this directive]35Οὕτως καὶ Πατήρ μου οὐράνιος ποιήσει ὑμῖν ἐὰν μὴ ἀφῆτε ἕκαστος τῷ ἀδελφῷ αὐτοῦ ἀπὸ τῶν καρδιῶν ὑμῶν
[an error occurred while processing this directive]Greek and Hebrew Study Bible courtesy Bible Hub and the Discovery Bible team.
Matthew 17
Top of Page
Top of Page