Matthew 20
[an error occurred while processing this directive] Parallel GRK [BSB CSB ESV HCS KJV ISV NAS NET NIV NLT GRK]
[an error occurred while processing this directive]Greek Study Bible
1[an error occurred while processing this directive]1Ὁμοία γάρ ἐστιν βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ οἰκοδεσπότῃ ὅστις ἐξῆλθεν ἅμα πρωῒ μισθώσασθαι ἐργάτας εἰς τὸν ἀμπελῶνα αὐτοῦ
2[an error occurred while processing this directive]2συμφωνήσας δὲ μετὰ τῶν ἐργατῶν ἐκ δηναρίου τὴν ἡμέραν ἀπέστειλεν αὐτοὺς εἰς τὸν ἀμπελῶνα αὐτοῦ
3[an error occurred while processing this directive]3Καὶ ἐξελθὼν περὶ τρίτην ὥραν εἶδεν ἄλλους ἑστῶτας ἐν τῇ ἀγορᾷ ἀργούς
4[an error occurred while processing this directive]4καὶ ἐκείνοις εἶπεν Ὑπάγετε καὶ ὑμεῖς εἰς τὸν ἀμπελῶνα καὶ ἐὰν δίκαιον δώσω ὑμῖν
5[an error occurred while processing this directive]5οἱ δὲ ἀπῆλθον Πάλιν δὲ ἐξελθὼν περὶ ἕκτην καὶ ἐνάτην ὥραν ἐποίησεν ὡσαύτως
6[an error occurred while processing this directive]6Περὶ δὲ τὴν ἑνδεκάτην ἐξελθὼν εὗρεν ἄλλους ἑστῶτας καὶ λέγει αὐτοῖς Τί ὧδε ἑστήκατε ὅλην τὴν ἡμέραν ἀργοί
7[an error occurred while processing this directive]7Λέγουσιν αὐτῷ Ὅτι οὐδεὶς ἡμᾶς ἐμισθώσατο Λέγει αὐτοῖς Ὑπάγετε καὶ ὑμεῖς εἰς τὸν ἀμπελῶνα ⧼καὶ ἐὰν δίκαιον λήψεσθε⧽
8[an error occurred while processing this directive]8Ὀψίας δὲ γενομένης λέγει κύριος τοῦ ἀμπελῶνος τῷ ἐπιτρόπῳ αὐτοῦ Κάλεσον τοὺς ἐργάτας καὶ ἀπόδος ‹αὐτοῖς› τὸν μισθόν ἀρξάμενος ἀπὸ τῶν ἐσχάτων ἕως τῶν πρώτων
9[an error occurred while processing this directive]9Καὶ* ἐλθόντες οἱ περὶ τὴν ἑνδεκάτην ὥραν ἔλαβον ἀνὰ δηνάριον
10[an error occurred while processing this directive]10καὶ ἐλθόντες οἱ πρῶτοι ἐνόμισαν ὅτι πλεῖον λήμψονται καὶ ἔλαβον τὸ ἀνὰ δηνάριον καὶ αὐτοί
11[an error occurred while processing this directive]11Λαβόντες δὲ ἐγόγγυζον κατὰ τοῦ οἰκοδεσπότου
12[an error occurred while processing this directive]12λέγοντες Οὗτοι οἱ ἔσχατοι μίαν ὥραν ἐποίησαν καὶ ἴσους αὐτοὺς ἡμῖν ἐποίησας τοῖς βαστάσασι τὸ βάρος τῆς ἡμέρας καὶ τὸν καύσωνα
13[an error occurred while processing this directive]13 δὲ ἀποκριθεὶς ἑνὶ αὐτῶν εἶπεν Ἑταῖρε οὐκ ἀδικῶ σε οὐχὶ δηναρίου συνεφώνησάς μοι
14[an error occurred while processing this directive]14ἆρον τὸ σὸν καὶ ὕπαγε θέλω δὲ τούτῳ τῷ ἐσχάτῳ δοῦναι ὡς καὶ σοί
15[an error occurred while processing this directive]15[ἢ] οὐκ ἔξεστίν μοι θέλω ποιῆσαι ἐν τοῖς ἐμοῖς ὀφθαλμός σου πονηρός ἐστιν ὅτι ἐγὼ ἀγαθός εἰμι
16[an error occurred while processing this directive]16Οὕτως ἔσονται οἱ ἔσχατοι πρῶτοι καὶ οἱ πρῶτοι ἔσχατοι ⧼πολλοὶ γάρ εἰσιν κλητοί ὀλίγοι δὲ ἐκλεκτοί⧽
17[an error occurred while processing this directive]17‹Καὶ ἀναβαίνων ὁ› Ἰησοῦς εἰς Ἱεροσόλυμα παρέλαβεν τοὺς δώδεκα ‹μαθητὰς› κατ’ ἰδίαν καὶ ἐν τῇ ὁδῷ εἶπεν αὐτοῖς
18[an error occurred while processing this directive]18Ἰδοὺ ἀναβαίνομεν εἰς Ἱεροσόλυμα καὶ Υἱὸς τοῦ ἀνθρώπου παραδοθήσεται τοῖς ἀρχιερεῦσιν καὶ γραμματεῦσιν καὶ κατακρινοῦσιν αὐτὸν 〈εἰς〉 θανάτῳ*
19[an error occurred while processing this directive]19καὶ παραδώσουσιν αὐτὸν τοῖς ἔθνεσιν εἰς τὸ ἐμπαῖξαι καὶ μαστιγῶσαι καὶ σταυρῶσαι καὶ τῇ τρίτῃ ἡμέρᾳ ἐγερθήσεται
20[an error occurred while processing this directive]20Τότε προσῆλθεν αὐτῷ μήτηρ τῶν υἱῶν Ζεβεδαίου μετὰ τῶν υἱῶν αὐτῆς προσκυνοῦσα καὶ αἰτοῦσά τι ἀπ’ αὐτοῦ
21[an error occurred while processing this directive]21 δὲ εἶπεν αὐτῇ Τί θέλεις Λέγει αὐτῷ Εἰπὲ ἵνα καθίσωσιν οὗτοι οἱ δύο υἱοί μου εἷς ἐκ δεξιῶν ‹σου› καὶ εἷς ἐξ εὐωνύμων σου ἐν τῇ βασιλείᾳ σου
22[an error occurred while processing this directive]22Ἀποκριθεὶς δὲ Ἰησοῦς εἶπεν Οὐκ οἴδατε τί αἰτεῖσθε δύνασθε πιεῖν τὸ ποτήριον ἐγὼ μέλλω πίνειν ⧼ἢ τὸ βάπτισμα ἐγὼ βαπτίζομαι βαπτισθῆναι⧽ Λέγουσιν αὐτῷ Δυνάμεθα
23[an error occurred while processing this directive]23Λέγει αὐτοῖς Τὸ μὲν ποτήριόν μου πίεσθε ⧼βάπτισμα ἐγὼ βαπτίζομαι βαπτισθήσεσθε⧽ τὸ δὲ καθίσαι ἐκ δεξιῶν μου καὶ ἐξ εὐωνύμων οὐκ ἔστιν ἐμὸν τοῦτο δοῦναι ἀλλ’ οἷς ἡτοίμασται ὑπὸ τοῦ Πατρός μου
24[an error occurred while processing this directive]24Καὶ ἀκούσαντες οἱ δέκα ἠγανάκτησαν περὶ τῶν δύο ἀδελφῶν
25[an error occurred while processing this directive]25 δὲ Ἰησοῦς προσκαλεσάμενος αὐτοὺς εἶπεν Οἴδατε ὅτι οἱ ἄρχοντες τῶν ἐθνῶν κατακυριεύουσιν αὐτῶν καὶ οἱ μεγάλοι κατεξουσιάζουσιν αὐτῶν
26[an error occurred while processing this directive]26οὐχ οὕτως ἔσται* ἐν ὑμῖν ἀλλ’ ὃς ἐὰν θέλῃ ἐν ὑμῖν μέγας γενέσθαι ἔσται ὑμῶν διάκονος
27[an error occurred while processing this directive]27καὶ ὃς ἂν θέλῃ ἐν ὑμῖν εἶναι πρῶτος ἔσται ὑμῶν δοῦλος
28[an error occurred while processing this directive]28ὥσπερ Υἱὸς τοῦ ἀνθρώπου οὐκ ἦλθεν διακονηθῆναι ἀλλὰ διακονῆσαι καὶ δοῦναι τὴν ψυχὴν αὐτοῦ λύτρον ἀντὶ πολλῶν
29[an error occurred while processing this directive]29Καὶ ἐκπορευομένων αὐτῶν ἀπὸ Ἰεριχὼ ἠκολούθησεν αὐτῷ ὄχλος πολύς
30[an error occurred while processing this directive]30καὶ ἰδοὺ δύο τυφλοὶ καθήμενοι παρὰ τὴν ὁδόν ἀκούσαντες ὅτι Ἰησοῦς παράγει ἔκραξαν λέγοντες Κύριε «ἐλέησον ἡμᾶς» υἱὸς Δαυίδ
31[an error occurred while processing this directive]31 δὲ ὄχλος ἐπετίμησεν αὐτοῖς ἵνα σιωπήσωσιν οἱ δὲ μεῖζον ἔκραξαν λέγοντες Κύριε «ἐλέησον ἡμᾶς» υἱὸς Δαυίδ
32[an error occurred while processing this directive]32Καὶ στὰς Ἰησοῦς ἐφώνησεν αὐτοὺς καὶ εἶπεν Τί θέλετε ποιήσω ὑμῖν
33[an error occurred while processing this directive]33Λέγουσιν αὐτῷ Κύριε ἵνα ἀνοιγῶσιν οἱ ὀφθαλμοὶ ἡμῶν
34[an error occurred while processing this directive]34Σπλαγχνισθεὶς δὲ Ἰησοῦς ἥψατο τῶν ὀμμάτων αὐτῶν καὶ εὐθέως ἀνέβλεψαν καὶ ἠκολούθησαν αὐτῷ
[an error occurred while processing this directive]Greek and Hebrew Study Bible courtesy Bible Hub and the Discovery Bible team.
Matthew 19
Top of Page
Top of Page