Acts 20
ESV Parallel GRK [BSB CSB ESV HCS KJV ISV NAS NET NIV NLT GRK]
English Standard VersionGreek Study Bible
1After the uproar ceased, Paul sent for the disciples, and after encouraging them, he said farewell and departed for Macedonia.1Μετὰ δὲ τὸ παύσασθαι τὸν θόρυβον μεταπεμψάμενος Παῦλος τοὺς μαθητὰς καὶ παρακαλέσας ἀσπασάμενος ἐξῆλθεν πορεύεσθαι εἰς Μακεδονίαν
2When he had gone through those regions and had given them much encouragement, he came to Greece.2διελθὼν δὲ τὰ μέρη ἐκεῖνα καὶ παρακαλέσας αὐτοὺς λόγῳ πολλῷ ἦλθεν εἰς τὴν Ἑλλάδα
3There he spent three months, and when a plot was made against him by the Jews as he was about to set sail for Syria, he decided to return through Macedonia.3ποιήσας τε μῆνας τρεῖς γενομένης ἐπιβουλῆς αὐτῷ ὑπὸ τῶν Ἰουδαίων μέλλοντι ἀνάγεσθαι εἰς τὴν Συρίαν ἐγένετο γνώμης τοῦ ὑποστρέφειν διὰ Μακεδονίας
4Sopater the Berean, son of Pyrrhus, accompanied him; and of the Thessalonians, Aristarchus and Secundus; and Gaius of Derbe, and Timothy; and the Asians, Tychicus and Trophimus.4Συνείπετο δὲ αὐτῷ Σώπατρος Πύρρου Βεροιαῖος Θεσσαλονικέων δὲ Ἀρίσταρχος καὶ Σεκοῦνδος καὶ Γάϊος Δερβαῖος καὶ Τιμόθεος Ἀσιανοὶ δὲ Τυχικὸς καὶ Τρόφιμος
5These went on ahead and were waiting for us at Troas,5οὗτοι δὲ προελθόντες ἔμενον ἡμᾶς ἐν Τρῳάδι
6but we sailed away from Philippi after the days of Unleavened Bread, and in five days we came to them at Troas, where we stayed for seven days.6ἡμεῖς δὲ ἐξεπλεύσαμεν μετὰ τὰς ἡμέρας τῶν ἀζύμων ἀπὸ Φιλίππων καὶ ἤλθομεν πρὸς αὐτοὺς εἰς τὴν Τρῳάδα ἄχρι ἡμερῶν πέντε ὅπου διετρίψαμεν ἡμέρας ἑπτά
7On the first day of the week, when we were gathered together to break bread, Paul talked with them, intending to depart on the next day, and he prolonged his speech until midnight.7Ἐν δὲ τῇ μιᾷ τῶν σαββάτων συνηγμένων ἡμῶν κλάσαι ἄρτον Παῦλος διελέγετο αὐτοῖς μέλλων ἐξιέναι τῇ ἐπαύριον παρέτεινέν τε τὸν λόγον μέχρι μεσονυκτίου
8There were many lamps in the upper room where we were gathered.8Ἦσαν δὲ λαμπάδες ἱκαναὶ ἐν τῷ ὑπερῴῳ οὗ ἦμεν συνηγμένοι
9And a young man named Eutychus, sitting at the window, sank into a deep sleep as Paul talked still longer. And being overcome by sleep, he fell down from the third story and was taken up dead.9καθεζόμενος δέ τις νεανίας ὀνόματι Εὔτυχος ἐπὶ τῆς θυρίδος καταφερόμενος ὕπνῳ βαθεῖ διαλεγομένου τοῦ Παύλου ἐπὶ πλεῖον κατενεχθεὶς ἀπὸ τοῦ ὕπνου ἔπεσεν ἀπὸ τοῦ τριστέγου κάτω καὶ ἤρθη νεκρός
10But Paul went down and bent over him, and taking him in his arms, said, “Do not be alarmed, for his life is in him.”10καταβὰς δὲ Παῦλος ἐπέπεσεν αὐτῷ καὶ συμπεριλαβὼν εἶπεν Μὴ θορυβεῖσθε γὰρ ψυχὴ αὐτοῦ ἐν αὐτῷ ἐστιν
11And when Paul had gone up and had broken bread and eaten, he conversed with them a long while, until daybreak, and so departed.11Ἀναβὰς δὲ καὶ κλάσας τὸν ἄρτον καὶ γευσάμενος ἐφ’ ἱκανόν τε ὁμιλήσας ἄχρι αὐγῆς οὕτως ἐξῆλθεν
12And they took the youth away alive, and were not a little comforted.12ἤγαγον δὲ τὸν παῖδα ζῶντα καὶ παρεκλήθησαν οὐ μετρίως
13But going ahead to the ship, we set sail for Assos, intending to take Paul aboard there, for so he had arranged, intending himself to go by land.13Ἡμεῖς δὲ προελθόντες ἐπὶ τὸ πλοῖον ἀνήχθημεν ἐπὶ τὴν Ἆσσον ἐκεῖθεν μέλλοντες ἀναλαμβάνειν τὸν Παῦλον οὕτως γὰρ διατεταγμένος ἦν μέλλων αὐτὸς πεζεύειν
14And when he met us at Assos, we took him on board and went to Mitylene.14ὡς δὲ συνέβαλλεν ἡμῖν εἰς τὴν Ἆσσον ἀναλαβόντες αὐτὸν ἤλθομεν εἰς Μιτυλήνην
15And sailing from there we came the following day opposite Chios; the next day we touched at Samos; and the day after that we went to Miletus.15κἀκεῖθεν ἀποπλεύσαντες τῇ ἐπιούσῃ κατηντήσαμεν ἄντικρυς Χίου τῇ δὲ ἑτέρᾳ παρεβάλομεν εἰς Σάμον τῇ δὲ ἐχομένῃ ἤλθομεν εἰς Μίλητον
16For Paul had decided to sail past Ephesus, so that he might not have to spend time in Asia, for he was hastening to be at Jerusalem, if possible, on the day of Pentecost.16Κεκρίκει γὰρ Παῦλος παραπλεῦσαι τὴν Ἔφεσον ὅπως μὴ γένηται αὐτῷ χρονοτριβῆσαι ἐν τῇ Ἀσίᾳ ἔσπευδεν γὰρ εἰ δυνατὸν εἴη αὐτῷ τὴν ἡμέραν τῆς Πεντηκοστῆς γενέσθαι εἰς Ἱεροσόλυμα
17Now from Miletus he sent to Ephesus and called the elders of the church to come to him.17Ἀπὸ δὲ τῆς Μιλήτου πέμψας εἰς Ἔφεσον μετεκαλέσατο τοὺς πρεσβυτέρους τῆς ἐκκλησίας
18And when they came to him, he said to them: “You yourselves know how I lived among you the whole time from the first day that I set foot in Asia,18Ὡς δὲ παρεγένοντο πρὸς αὐτὸν εἶπεν αὐτοῖς Ὑμεῖς ἐπίστασθε ἀπὸ πρώτης ἡμέρας ἀφ’ ἧς ἐπέβην εἰς τὴν Ἀσίαν πῶς μεθ’ ὑμῶν τὸν πάντα χρόνον ἐγενόμην
19serving the Lord with all humility and with tears and with trials that happened to me through the plots of the Jews;19δουλεύων τῷ Κυρίῳ μετὰ πάσης ταπεινοφροσύνης καὶ δακρύων καὶ πειρασμῶν τῶν συμβάντων μοι ἐν ταῖς ἐπιβουλαῖς τῶν Ἰουδαίων
20how I did not shrink from declaring to you anything that was profitable, and teaching you in public and from house to house,20ὡς οὐδὲν ὑπεστειλάμην τῶν συμφερόντων τοῦ μὴ ἀναγγεῖλαι ὑμῖν καὶ διδάξαι ὑμᾶς δημοσίᾳ καὶ κατ’ οἴκους
21testifying both to Jews and to Greeks of repentance toward God and of faith in our Lord Jesus Christ.21διαμαρτυρόμενος Ἰουδαίοις τε καὶ Ἕλλησιν τὴν εἰς Θεὸν μετάνοιαν καὶ πίστιν εἰς τὸν Κύριον ἡμῶν Ἰησοῦν {Χριστόν}
22And now, behold, I am going to Jerusalem, constrained by the Spirit, not knowing what will happen to me there,22Καὶ νῦν ἰδοὺ δεδεμένος ἐγὼ τῷ πνεύματι πορεύομαι εἰς Ἰερουσαλήμ τὰ ἐν αὐτῇ συναντήσοντά μοι* μὴ εἰδώς
23except that the Holy Spirit testifies to me in every city that imprisonment and afflictions await me.23πλὴν ὅτι τὸ Πνεῦμα τὸ Ἅγιον κατὰ πόλιν διαμαρτύρεταί μοι λέγον ὅτι δεσμὰ καὶ θλίψεις με μένουσιν
24But I do not account my life of any value nor as precious to myself, if only I may finish my course and the ministry that I received from the Lord Jesus, to testify to the gospel of the grace of God.24ἀλλ’ οὐδενὸς λόγου ποιοῦμαι τὴν ψυχὴν τιμίαν ἐμαυτῷ ὡς τελειῶσαι* τὸν δρόμον μου καὶ τὴν διακονίαν ἣν ἔλαβον παρὰ τοῦ Κυρίου Ἰησοῦ διαμαρτύρασθαι τὸ εὐαγγέλιον τῆς χάριτος τοῦ Θεοῦ
25And now, behold, I know that none of you among whom I have gone about proclaiming the kingdom will see my face again.25Καὶ νῦν ἰδοὺ ἐγὼ οἶδα ὅτι οὐκέτι ὄψεσθε τὸ πρόσωπόν μου ὑμεῖς πάντες ἐν οἷς διῆλθον κηρύσσων τὴν βασιλείαν
26Therefore I testify to you this day that I am innocent of the blood of all,26διότι μαρτύρομαι ὑμῖν ἐν τῇ σήμερον ἡμέρᾳ ὅτι καθαρός εἰμι ἀπὸ τοῦ αἵματος πάντων
27for I did not shrink from declaring to you the whole counsel of God.27οὐ γὰρ ὑπεστειλάμην τοῦ μὴ ἀναγγεῖλαι πᾶσαν τὴν βουλὴν τοῦ Θεοῦ ὑμῖν
28Pay careful attention to yourselves and to all the flock, in which the Holy Spirit has made you overseers, to care for the church of God, which he obtained with his own blood.28Προσέχετε ἑαυτοῖς καὶ παντὶ τῷ ποιμνίῳ ἐν ὑμᾶς τὸ Πνεῦμα τὸ Ἅγιον ἔθετο ἐπισκόπους ποιμαίνειν τὴν ἐκκλησίαν τοῦ Θεοῦ ἣν περιεποιήσατο διὰ τοῦ αἵματος τοῦ ἰδίου
29I know that after my departure fierce wolves will come in among you, not sparing the flock;29ἐγὼ οἶδα ὅτι εἰσελεύσονται μετὰ τὴν ἄφιξίν μου λύκοι βαρεῖς εἰς ὑμᾶς μὴ φειδόμενοι τοῦ ποιμνίου
30and from among your own selves will arise men speaking twisted things, to draw away the disciples after them.30καὶ ἐξ ὑμῶν αὐτῶν ἀναστήσονται ἄνδρες λαλοῦντες διεστραμμένα τοῦ ἀποσπᾶν τοὺς μαθητὰς ὀπίσω ἑαυτῶν
31Therefore be alert, remembering that for three years I did not cease night or day to admonish every one with tears.31διὸ γρηγορεῖτε μνημονεύοντες ὅτι τριετίαν νύκτα καὶ ἡμέραν οὐκ ἐπαυσάμην μετὰ δακρύων νουθετῶν ἕνα ἕκαστον
32And now I commend you to God and to the word of his grace, which is able to build you up and to give you the inheritance among all those who are sanctified.32Καὶ τὰ νῦν παρατίθεμαι ὑμᾶς τῷ θεῷ* καὶ τῷ λόγῳ τῆς χάριτος αὐτοῦ τῷ δυναμένῳ οἰκοδομῆσαι καὶ δοῦναι τὴν κληρονομίαν ἐν τοῖς ἡγιασμένοις πᾶσιν
33I coveted no one’s silver or gold or apparel.33Ἀργυρίου χρυσίου ἱματισμοῦ οὐδενὸς ἐπεθύμησα
34You yourselves know that these hands ministered to my necessities and to those who were with me.34αὐτοὶ γινώσκετε ὅτι ταῖς χρείαις μου καὶ τοῖς οὖσιν μετ’ ἐμοῦ ὑπηρέτησαν αἱ χεῖρες αὗται
35In all things I have shown you that by working hard in this way we must help the weak and remember the words of the Lord Jesus, how he himself said, ‘It is more blessed to give than to receive.’”35πάντα ὑπέδειξα ὑμῖν ὅτι οὕτως κοπιῶντας δεῖ ἀντιλαμβάνεσθαι τῶν ἀσθενούντων μνημονεύειν τε τῶν λόγων τοῦ Κυρίου Ἰησοῦ ὅτι αὐτὸς εἶπεν Μακάριόν ἐστιν μᾶλλον διδόναι λαμβάνειν
36And when he had said these things, he knelt down and prayed with them all.36Καὶ ταῦτα εἰπὼν θεὶς τὰ γόνατα αὐτοῦ σὺν πᾶσιν αὐτοῖς προσηύξατο
37And there was much weeping on the part of all; they embraced Paul and kissed him,37ἱκανὸς δὲ κλαυθμὸς ἐγένετο πάντων καὶ ἐπιπεσόντες ἐπὶ τὸν τράχηλον τοῦ Παύλου κατεφίλουν αὐτόν
38being sorrowful most of all because of the word he had spoken, that they would not see his face again. And they accompanied him to the ship.38ὀδυνώμενοι μάλιστα ἐπὶ τῷ λόγῳ εἰρήκει ὅτι οὐκέτι μέλλουσιν τὸ πρόσωπον αὐτοῦ θεωρεῖν προέπεμπον δὲ αὐτὸν εἰς τὸ πλοῖον
ESV Text Edition: 2016. The ESV® Bible (The Holy Bible, English Standard Version®) copyright © 2001 by Crossway Bibles, a publishing ministry of Good News Publishers. The ESV® text has been reproduced in cooperation with and by permission of Good News Publishers. Unauthorized reproduction of this publication is prohibited. All rights reserved.Greek and Hebrew Study Bible courtesy Bible Hub and the Discovery Bible team.
Acts 19
Top of Page
Top of Page