Philippians 2
[an error occurred while processing this directive] Parallel GRK [BSB CSB ESV HCS KJV ISV NAS NET NIV NLT GRK]
[an error occurred while processing this directive]Greek Study Bible
1[an error occurred while processing this directive]1Εἴ τις οὖν παράκλησις ἐν Χριστῷ εἴ τι παραμύθιον ἀγάπης εἴ τις κοινωνία Πνεύματος εἴ τις σπλάγχνα καὶ οἰκτιρμοί
2[an error occurred while processing this directive]2πληρώσατέ μου τὴν χαρὰν ἵνα τὸ αὐτὸ φρονῆτε τὴν αὐτὴν ἀγάπην ἔχοντες σύμψυχοι τὸ ἓν φρονοῦντες
3[an error occurred while processing this directive]3μηδὲν κατ’ ἐριθείαν μηδὲ κατὰ κενοδοξίαν ἀλλὰ τῇ ταπεινοφροσύνῃ ἀλλήλους ἡγούμενοι ὑπερέχοντας ἑαυτῶν
4[an error occurred while processing this directive]4μὴ τὰ ἑαυτῶν ἕκαστοι σκοποῦντες ἀλλὰ καὶ τὰ ἑτέρων ἕκαστοι
5[an error occurred while processing this directive]5Τοῦτο φρονεῖτε ἐν ὑμῖν καὶ ἐν Χριστῷ Ἰησοῦ
6[an error occurred while processing this directive]6Ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ
7[an error occurred while processing this directive]7ἀλλὰ ἑαυτὸν ἐκένωσεν μορφὴν δούλου λαβών ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος
8[an error occurred while processing this directive]8καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος ἐταπείνωσεν ἑαυτὸν γενόμενος ὑπήκοος μέχρι θανάτου θανάτου δὲ σταυροῦ
9[an error occurred while processing this directive]9Διὸ καὶ Θεὸς αὐτὸν ὑπερύψωσεν καὶ ἐχαρίσατο αὐτῷ τὸ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα
10[an error occurred while processing this directive]10ἵνα ἐν τῷ ὀνόματι Ἰησοῦ πᾶν γόνυ κάμψῃ ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων
11[an error occurred while processing this directive]11καὶ πᾶσα γλῶσσα ἐξομολογήσηται ὅτι ΚΥΡΙΟΣ ΙΗΣΟΥΣ ΧΡΙΣΤΟΣ εἰς δόξαν Θεοῦ Πατρός
12[an error occurred while processing this directive]12Ὥστε ἀγαπητοί μου καθὼς πάντοτε ὑπηκούσατε μὴ ὡς ἐν τῇ παρουσίᾳ μου μόνον ἀλλὰ νῦν πολλῷ μᾶλλον ἐν τῇ ἀπουσίᾳ μου μετὰ φόβου καὶ τρόμου τὴν ἑαυτῶν σωτηρίαν κατεργάζεσθε
13[an error occurred while processing this directive]13Θεὸς γάρ ἐστιν ἐνεργῶν ἐν ὑμῖν καὶ τὸ θέλειν καὶ τὸ ἐνεργεῖν ὑπὲρ τῆς εὐδοκίας
14[an error occurred while processing this directive]14Πάντα ποιεῖτε χωρὶς γογγυσμῶν καὶ διαλογισμῶν
15[an error occurred while processing this directive]15ἵνα γένησθε ἄμεμπτοι καὶ ἀκέραιοι τέκνα Θεοῦ ἄμωμα μέσον γενεᾶς σκολιᾶς καὶ διεστραμμένης ἐν οἷς φαίνεσθε ὡς φωστῆρες ἐν κόσμῳ
16[an error occurred while processing this directive]16λόγον ζωῆς ἐπέχοντες εἰς καύχημα ἐμοὶ εἰς ἡμέραν Χριστοῦ ὅτι οὐκ εἰς κενὸν ἔδραμον οὐδὲ εἰς κενὸν ἐκοπίασα
17[an error occurred while processing this directive]17Ἀλλὰ εἰ καὶ σπένδομαι ἐπὶ τῇ θυσίᾳ καὶ λειτουργίᾳ τῆς πίστεως ὑμῶν χαίρω καὶ συνχαίρω πᾶσιν ὑμῖν
18[an error occurred while processing this directive]18τὸ δὲ αὐτὸ καὶ ὑμεῖς χαίρετε καὶ συνχαίρετέ μοι
19[an error occurred while processing this directive]19Ἐλπίζω δὲ ἐν Κυρίῳ Ἰησοῦ Τιμόθεον ταχέως πέμψαι ὑμῖν ἵνα κἀγὼ εὐψυχῶ γνοὺς τὰ περὶ ὑμῶν
20[an error occurred while processing this directive]20οὐδένα γὰρ ἔχω ἰσόψυχον ὅστις γνησίως τὰ περὶ ὑμῶν μεριμνήσει
21[an error occurred while processing this directive]21οἱ πάντες γὰρ τὰ ἑαυτῶν ζητοῦσιν οὐ τὰ Χριστοῦ Ἰησοῦ
22[an error occurred while processing this directive]22τὴν δὲ δοκιμὴν αὐτοῦ γινώσκετε ὅτι ὡς πατρὶ τέκνον σὺν ἐμοὶ ἐδούλευσεν εἰς τὸ εὐαγγέλιον
23[an error occurred while processing this directive]23Τοῦτον μὲν οὖν ἐλπίζω πέμψαι ὡς ἂν ἀφίδω τὰ περὶ ἐμὲ ἐξαυτῆς
24[an error occurred while processing this directive]24πέποιθα δὲ ἐν Κυρίῳ ὅτι καὶ αὐτὸς ταχέως ἐλεύσομαι
25[an error occurred while processing this directive]25Ἀναγκαῖον δὲ ἡγησάμην Ἐπαφρόδιτον τὸν ἀδελφὸν καὶ συνεργὸν καὶ συστρατιώτην μου ὑμῶν δὲ ἀπόστολον καὶ λειτουργὸν τῆς χρείας μου πέμψαι πρὸς ὑμᾶς
26[an error occurred while processing this directive]26ἐπειδὴ ἐπιποθῶν ἦν πάντας ὑμᾶς (ἰδεῖν) καὶ ἀδημονῶν διότι ἠκούσατε ὅτι ἠσθένησεν
27[an error occurred while processing this directive]27καὶ γὰρ ἠσθένησεν παραπλήσιον θανάτῳ ἀλλὰ Θεὸς ἠλέησεν αὐτόν οὐκ αὐτὸν δὲ μόνον ἀλλὰ καὶ ἐμέ ἵνα μὴ λύπην ἐπὶ λύπην σχῶ
28[an error occurred while processing this directive]28Σπουδαιοτέρως οὖν ἔπεμψα αὐτὸν ἵνα ἰδόντες αὐτὸν πάλιν χαρῆτε κἀγὼ ἀλυπότερος
29[an error occurred while processing this directive]29προσδέχεσθε οὖν αὐτὸν ἐν Κυρίῳ μετὰ πάσης χαρᾶς καὶ τοὺς τοιούτους ἐντίμους ἔχετε
30[an error occurred while processing this directive]30ὅτι διὰ τὸ ἔργον Χριστοῦ μέχρι θανάτου ἤγγισεν παραβολευσάμενος τῇ ψυχῇ ἵνα ἀναπληρώσῃ τὸ ὑμῶν ὑστέρημα τῆς πρός με λειτουργίας
[an error occurred while processing this directive]Greek and Hebrew Study Bible courtesy Bible Hub and the Discovery Bible team.
Philippians 1
Top of Page
Top of Page