Philippians 3
[an error occurred while processing this directive] Parallel GRK [BSB CSB ESV HCS KJV ISV NAS NET NIV NLT GRK]
[an error occurred while processing this directive]Greek Study Bible
1[an error occurred while processing this directive]1Τὸ λοιπόν ἀδελφοί μου χαίρετε ἐν Κυρίῳ τὰ αὐτὰ γράφειν ὑμῖν ἐμοὶ μὲν οὐκ ὀκνηρόν ὑμῖν δὲ ἀσφαλές
2[an error occurred while processing this directive]2Βλέπετε τοὺς κύνας βλέπετε τοὺς κακοὺς ἐργάτας βλέπετε τὴν κατατομήν
3[an error occurred while processing this directive]3ἡμεῖς γάρ ἐσμεν περιτομή οἱ Πνεύματι Θεοῦ λατρεύοντες καὶ καυχώμενοι ἐν Χριστῷ Ἰησοῦ καὶ οὐκ ἐν σαρκὶ πεποιθότες
4[an error occurred while processing this directive]4καίπερ ἐγὼ ἔχων πεποίθησιν καὶ ἐν σαρκί Εἴ τις δοκεῖ ἄλλος πεποιθέναι ἐν σαρκί ἐγὼ μᾶλλον
5[an error occurred while processing this directive]5περιτομῇ ὀκταήμερος ἐκ γένους Ἰσραήλ φυλῆς Βενιαμίν Ἑβραῖος ἐξ Ἑβραίων κατὰ νόμον Φαρισαῖος
6[an error occurred while processing this directive]6κατὰ ζῆλος διώκων τὴν ἐκκλησίαν κατὰ δικαιοσύνην τὴν ἐν νόμῳ γενόμενος ἄμεμπτος
7[an error occurred while processing this directive]7Ἀλλὰ ἅτινα ἦν μοι κέρδη ταῦτα ἥγημαι διὰ τὸν Χριστὸν ζημίαν
8[an error occurred while processing this directive]8ἀλλὰ μὲν‿ οὖν‿ γε καὶ ἡγοῦμαι πάντα ζημίαν εἶναι διὰ τὸ ὑπερέχον τῆς γνώσεως Χριστοῦ Ἰησοῦ τοῦ Κυρίου μου δι’ ὃν τὰ πάντα ἐζημιώθην καὶ ἡγοῦμαι σκύβαλα ἵνα Χριστὸν κερδήσω
9[an error occurred while processing this directive]9καὶ εὑρεθῶ ἐν αὐτῷ μὴ ἔχων ἐμὴν δικαιοσύνην τὴν ἐκ νόμου ἀλλὰ τὴν διὰ πίστεως Χριστοῦ τὴν ἐκ Θεοῦ δικαιοσύνην ἐπὶ τῇ πίστει
10[an error occurred while processing this directive]10τοῦ γνῶναι αὐτὸν καὶ τὴν δύναμιν τῆς ἀναστάσεως αὐτοῦ καὶ [τὴν] κοινωνίαν [τῶν] παθημάτων αὐτοῦ συμμορφιζόμενος τῷ θανάτῳ αὐτοῦ
11[an error occurred while processing this directive]11εἴ πως καταντήσω εἰς τὴν ἐξανάστασιν τὴν ἐκ νεκρῶν
12[an error occurred while processing this directive]12Οὐχ ὅτι ἤδη ἔλαβον ἤδη τετελείωμαι διώκω δὲ εἰ καὶ καταλάβω ἐφ’ καὶ κατελήμφθην ὑπὸ Χριστοῦ Ἰησοῦ
13[an error occurred while processing this directive]13ἀδελφοί ἐγὼ ἐμαυτὸν οὐ* λογίζομαι κατειληφέναι ἓν δέ τὰ μὲν ὀπίσω ἐπιλανθανόμενος τοῖς δὲ ἔμπροσθεν ἐπεκτεινόμενος
14[an error occurred while processing this directive]14κατὰ σκοπὸν διώκω εἰς τὸ βραβεῖον τῆς ἄνω κλήσεως τοῦ Θεοῦ ἐν Χριστῷ Ἰησοῦ
15[an error occurred while processing this directive]15Ὅσοι οὖν τέλειοι τοῦτο φρονῶμεν καὶ εἴ τι ἑτέρως φρονεῖτε καὶ τοῦτο Θεὸς ὑμῖν ἀποκαλύψει
16[an error occurred while processing this directive]16πλὴν εἰς ἐφθάσαμεν τῷ αὐτῷ στοιχεῖν ⧼κανόνι τὸ αὐτὸ φρονεῖν⧽
17[an error occurred while processing this directive]17Συμμιμηταί μου γίνεσθε ἀδελφοί καὶ σκοπεῖτε τοὺς οὕτω* περιπατοῦντας καθὼς ἔχετε τύπον ἡμᾶς
18[an error occurred while processing this directive]18πολλοὶ γὰρ περιπατοῦσιν οὓς πολλάκις ἔλεγον ὑμῖν νῦν δὲ καὶ κλαίων λέγω τοὺς ἐχθροὺς τοῦ σταυροῦ τοῦ Χριστοῦ
19[an error occurred while processing this directive]19ὧν τὸ τέλος ἀπώλεια ὧν θεὸς κοιλία καὶ δόξα ἐν τῇ αἰσχύνῃ αὐτῶν οἱ τὰ ἐπίγεια φρονοῦντες
20[an error occurred while processing this directive]20Ἡμῶν γὰρ τὸ πολίτευμα ἐν οὐρανοῖς ὑπάρχει ἐξ οὗ καὶ Σωτῆρα ἀπεκδεχόμεθα Κύριον Ἰησοῦν Χριστόν
21[an error occurred while processing this directive]21ὃς μετασχηματίσει τὸ σῶμα τῆς ταπεινώσεως ἡμῶν σύμμορφον τῷ σώματι τῆς δόξης αὐτοῦ κατὰ τὴν ἐνέργειαν τοῦ δύνασθαι αὐτὸν καὶ ὑποτάξαι αὑτῷ τὰ πάντα
[an error occurred while processing this directive]Greek and Hebrew Study Bible courtesy Bible Hub and the Discovery Bible team.
Philippians 2
Top of Page
Top of Page