Philippians 4
[an error occurred while processing this directive] Parallel GRK [BSB CSB ESV HCS KJV ISV NAS NET NIV NLT GRK]
[an error occurred while processing this directive]Greek Study Bible
1[an error occurred while processing this directive]1Ὥστε ἀδελφοί μου ἀγαπητοὶ καὶ ἐπιπόθητοι χαρὰ καὶ στέφανός μου οὕτως στήκετε ἐν Κυρίῳ ἀγαπητοί
2[an error occurred while processing this directive]2Εὐοδίαν παρακαλῶ καὶ Συντύχην παρακαλῶ τὸ αὐτὸ φρονεῖν ἐν Κυρίῳ
3[an error occurred while processing this directive]3ναὶ ἐρωτῶ καὶ σέ γνήσιε σύζυγε συλλαμβάνου* αὐταῖς αἵτινες ἐν τῷ εὐαγγελίῳ συνήθλησάν μοι μετὰ καὶ Κλήμεντος καὶ τῶν λοιπῶν συνεργῶν μου ὧν τὰ ὀνόματα ἐν βίβλῳ ζωῆς
4[an error occurred while processing this directive]4Χαίρετε ἐν Κυρίῳ πάντοτε πάλιν ἐρῶ χαίρετε
5[an error occurred while processing this directive]5τὸ ἐπιεικὲς ὑμῶν γνωσθήτω πᾶσιν ἀνθρώποις Κύριος ἐγγύς
6[an error occurred while processing this directive]6Μηδὲν μεριμνᾶτε ἀλλ’ ἐν παντὶ τῇ προσευχῇ καὶ τῇ δεήσει μετὰ εὐχαριστίας τὰ αἰτήματα ὑμῶν γνωριζέσθω πρὸς τὸν Θεόν
7[an error occurred while processing this directive]7καὶ εἰρήνη τοῦ Θεοῦ ὑπερέχουσα πάντα νοῦν φρουρήσει τὰς καρδίας ὑμῶν καὶ τὰ νοήματα ὑμῶν ἐν Χριστῷ Ἰησοῦ
8[an error occurred while processing this directive]8Τὸ λοιπόν ἀδελφοί ὅσα ἐστὶν ἀληθῆ ὅσα σεμνά ὅσα δίκαια ὅσα ἁγνά ὅσα προσφιλῆ ὅσα εὔφημα εἴ τις ἀρετὴ καὶ εἴ τις ἔπαινος ταῦτα λογίζεσθε
9[an error occurred while processing this directive]9 καὶ ἐμάθετε καὶ παρελάβετε καὶ ἠκούσατε καὶ εἴδετε ἐν ἐμοί ταῦτα πράσσετε καὶ Θεὸς τῆς εἰρήνης ἔσται μεθ’ ὑμῶν
10[an error occurred while processing this directive]10Ἐχάρην δὲ ἐν Κυρίῳ μεγάλως ὅτι ἤδη ποτὲ ἀνεθάλετε τὸ ὑπὲρ ἐμοῦ φρονεῖν ἐφ’ καὶ ἐφρονεῖτε ἠκαιρεῖσθε δέ
11[an error occurred while processing this directive]11οὐχ ὅτι καθ’ ὑστέρησιν λέγω ἐγὼ γὰρ ἔμαθον ἐν οἷς εἰμι αὐτάρκης εἶναι
12[an error occurred while processing this directive]12οἶδα καὶ ταπεινοῦσθαι οἶδα καὶ περισσεύειν ἐν παντὶ καὶ ἐν πᾶσιν μεμύημαι καὶ χορτάζεσθαι καὶ πεινᾶν καὶ περισσεύειν καὶ ὑστερεῖσθαι
13[an error occurred while processing this directive]13πάντα ἰσχύω ἐν τῷ ἐνδυναμοῦντί με
14[an error occurred while processing this directive]14Πλὴν καλῶς ἐποιήσατε συνκοινωνήσαντές μου τῇ θλίψει
15[an error occurred while processing this directive]15οἴδατε δὲ καὶ ὑμεῖς Φιλιππήσιοι ὅτι ἐν ἀρχῇ τοῦ εὐαγγελίου ὅτε ἐξῆλθον ἀπὸ Μακεδονίας οὐδεμία μοι ἐκκλησία ἐκοινώνησεν εἰς λόγον δόσεως καὶ λήμψεως εἰ μὴ ὑμεῖς μόνοι
16[an error occurred while processing this directive]16ὅτι καὶ ἐν Θεσσαλονίκῃ καὶ ἅπαξ καὶ δὶς εἰς τὴν χρείαν μοι ἐπέμψατε
17[an error occurred while processing this directive]17Οὐχ ὅτι ἐπιζητῶ τὸ δόμα ἀλλὰ ἐπιζητῶ τὸν καρπὸν τὸν πλεονάζοντα εἰς λόγον ὑμῶν
18[an error occurred while processing this directive]18ἀπέχω δὲ πάντα καὶ περισσεύω πεπλήρωμαι δεξάμενος παρὰ Ἐπαφροδίτου τὰ παρ’ ὑμῶν ὀσμὴν εὐωδίας θυσίαν δεκτήν εὐάρεστον τῷ Θεῷ
19[an error occurred while processing this directive]19 δὲ Θεός μου πληρώσει πᾶσαν χρείαν ὑμῶν κατὰ τὸ πλοῦτος αὐτοῦ ἐν δόξῃ ἐν Χριστῷ Ἰησοῦ
20[an error occurred while processing this directive]20τῷ δὲ Θεῷ καὶ Πατρὶ ἡμῶν δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων ἀμήν
21[an error occurred while processing this directive]21Ἀσπάσασθε πάντα ἅγιον ἐν Χριστῷ Ἰησοῦ Ἀσπάζονται ὑμᾶς οἱ σὺν ἐμοὶ ἀδελφοί
22[an error occurred while processing this directive]22Ἀσπάζονται ὑμᾶς πάντες οἱ ἅγιοι μάλιστα δὲ οἱ ἐκ τῆς Καίσαρος οἰκίας
23[an error occurred while processing this directive]23 χάρις τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ μετὰ τοῦ πνεύματος ὑμῶν ⧼Ἀμήν⧽
[an error occurred while processing this directive]Greek and Hebrew Study Bible courtesy Bible Hub and the Discovery Bible team.
Philippians 3
Top of Page
Top of Page