Acts 8
[an error occurred while processing this directive] Parallel GRK [BSB CSB ESV HCS KJV ISV NAS NET NIV NLT GRK]
[an error occurred while processing this directive]Greek Study Bible
1[an error occurred while processing this directive]1Σαῦλος δὲ ἦν συνευδοκῶν τῇ ἀναιρέσει αὐτοῦ Ἐγένετο δὲ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ διωγμὸς μέγας ἐπὶ τὴν ἐκκλησίαν τὴν ἐν Ἱεροσολύμοις πάντες δὲ διεσπάρησαν κατὰ τὰς χώρας τῆς Ἰουδαίας καὶ Σαμαρείας πλὴν τῶν ἀποστόλων
2[an error occurred while processing this directive]2συνεκόμισαν δὲ τὸν Στέφανον ἄνδρες εὐλαβεῖς καὶ ἐποίησαν κοπετὸν μέγαν ἐπ’ αὐτῷ
3[an error occurred while processing this directive]3Σαῦλος δὲ ἐλυμαίνετο τὴν ἐκκλησίαν κατὰ τοὺς οἴκους εἰσπορευόμενος σύρων τε ἄνδρας καὶ γυναῖκας παρεδίδου εἰς φυλακήν
4[an error occurred while processing this directive]4Οἱ μὲν οὖν διασπαρέντες διῆλθον εὐαγγελιζόμενοι τὸν λόγον
5[an error occurred while processing this directive]5Φίλιππος δὲ κατελθὼν εἰς τὴν πόλιν τῆς Σαμαρείας ἐκήρυσσεν αὐτοῖς τὸν Χριστόν
6[an error occurred while processing this directive]6προσεῖχον δὲ οἱ ὄχλοι τοῖς λεγομένοις ὑπὸ τοῦ Φιλίππου ὁμοθυμαδὸν ἐν τῷ ἀκούειν αὐτοὺς καὶ βλέπειν τὰ σημεῖα ἐποίει
7[an error occurred while processing this directive]7πολλοὶ γὰρ τῶν ἐχόντων πνεύματα ἀκάθαρτα βοῶντα φωνῇ μεγάλῃ ἐξήρχοντο πολλοὶ δὲ παραλελυμένοι καὶ χωλοὶ ἐθεραπεύθησαν
8[an error occurred while processing this directive]8ἐγένετο δὲ πολλὴ χαρὰ ἐν τῇ πόλει ἐκείνῃ
9[an error occurred while processing this directive]9Ἀνὴρ δέ τις ὀνόματι Σίμων προϋπῆρχεν ἐν τῇ πόλει μαγεύων καὶ ἐξιστάνων τὸ ἔθνος τῆς Σαμαρείας λέγων εἶναί τινα ἑαυτὸν μέγαν
10[an error occurred while processing this directive]10 προσεῖχον πάντες ἀπὸ μικροῦ ἕως μεγάλου λέγοντες Οὗτός ἐστιν δύναμις τοῦ Θεοῦ καλουμένη Μεγάλη
11[an error occurred while processing this directive]11προσεῖχον δὲ αὐτῷ διὰ τὸ ἱκανῷ χρόνῳ ταῖς μαγείαις* ἐξεστακέναι αὐτούς
12[an error occurred while processing this directive]12Ὅτε δὲ ἐπίστευσαν τῷ Φιλίππῳ εὐαγγελιζομένῳ περὶ τῆς βασιλείας τοῦ Θεοῦ καὶ τοῦ ὀνόματος Ἰησοῦ Χριστοῦ ἐβαπτίζοντο ἄνδρες τε καὶ γυναῖκες
13[an error occurred while processing this directive]13 δὲ Σίμων καὶ αὐτὸς ἐπίστευσεν καὶ βαπτισθεὶς ἦν προσκαρτερῶν τῷ Φιλίππῳ θεωρῶν τε σημεῖα καὶ δυνάμεις μεγάλας γινομένας ἐξίστατο
14[an error occurred while processing this directive]14Ἀκούσαντες δὲ οἱ ἐν Ἱεροσολύμοις ἀπόστολοι ὅτι δέδεκται Σαμάρεια τὸν λόγον τοῦ Θεοῦ ἀπέστειλαν πρὸς αὐτοὺς Πέτρον καὶ Ἰωάννην
15[an error occurred while processing this directive]15οἵτινες καταβάντες προσηύξαντο περὶ αὐτῶν ὅπως λάβωσιν Πνεῦμα Ἅγιον
16[an error occurred while processing this directive]16οὐδέπω γὰρ ἦν ἐπ’ οὐδενὶ αὐτῶν ἐπιπεπτωκός μόνον δὲ βεβαπτισμένοι ὑπῆρχον εἰς τὸ ὄνομα τοῦ κυρίου Ἰησοῦ
17[an error occurred while processing this directive]17τότε ἐπετίθεσαν τὰς χεῖρας ἐπ’ αὐτούς καὶ ἐλάμβανον Πνεῦμα Ἅγιον
18[an error occurred while processing this directive]18Ἰδὼν δὲ Σίμων ὅτι διὰ τῆς ἐπιθέσεως τῶν χειρῶν τῶν ἀποστόλων δίδοται τὸ Πνεῦμα προσήνεγκεν αὐτοῖς χρήματα
19[an error occurred while processing this directive]19λέγων Δότε κἀμοὶ τὴν ἐξουσίαν ταύτην ἵνα ἐὰν ἐπιθῶ τὰς χεῖρας λαμβάνῃ Πνεῦμα Ἅγιον
20[an error occurred while processing this directive]20Πέτρος δὲ εἶπεν πρὸς αὐτόν Τὸ ἀργύριόν σου σὺν σοὶ εἴη εἰς ἀπώλειαν ὅτι τὴν δωρεὰν τοῦ Θεοῦ ἐνόμισας διὰ χρημάτων κτᾶσθαι
21[an error occurred while processing this directive]21οὐκ ἔστιν σοι μερὶς οὐδὲ κλῆρος ἐν τῷ λόγῳ τούτῳ γὰρ καρδία σου οὐκ ἔστιν εὐθεῖα ἔναντι τοῦ Θεοῦ
22[an error occurred while processing this directive]22μετανόησον οὖν ἀπὸ τῆς κακίας σου ταύτης καὶ δεήθητι τοῦ Κυρίου εἰ ἄρα ἀφεθήσεταί σοι ἐπίνοια τῆς καρδίας σου
23[an error occurred while processing this directive]23εἰς γὰρ χολὴν πικρίας καὶ σύνδεσμον ἀδικίας ὁρῶ σε ὄντα
24[an error occurred while processing this directive]24Ἀποκριθεὶς δὲ Σίμων εἶπεν Δεήθητε ὑμεῖς ὑπὲρ ἐμοῦ πρὸς τὸν Κύριον ὅπως μηδὲν ἐπέλθῃ ἐπ’ ἐμὲ ὧν εἰρήκατε
25[an error occurred while processing this directive]25Οἱ μὲν οὖν διαμαρτυράμενοι καὶ λαλήσαντες τὸν λόγον τοῦ Κυρίου ὑπέστρεφον εἰς Ἱεροσόλυμα πολλάς τε κώμας τῶν Σαμαριτῶν εὐηγγελίζοντο
26[an error occurred while processing this directive]26Ἄγγελος δὲ Κυρίου ἐλάλησεν πρὸς Φίλιππον λέγων Ἀνάστηθι καὶ πορεύου κατὰ μεσημβρίαν ἐπὶ τὴν ὁδὸν τὴν καταβαίνουσαν ἀπὸ Ἰερουσαλὴμ εἰς Γάζαν αὕτη ἐστὶν ἔρημος
27[an error occurred while processing this directive]27καὶ ἀναστὰς ἐπορεύθη καὶ ἰδοὺ ἀνὴρ Αἰθίοψ εὐνοῦχος δυνάστης Κανδάκης βασιλίσσης Αἰθιόπων ὃς ἦν ἐπὶ πάσης τῆς γάζης αὐτῆς ὃς ἐληλύθει προσκυνήσων εἰς Ἰερουσαλήμ
28[an error occurred while processing this directive]28ἦν τε* ὑποστρέφων καὶ καθήμενος ἐπὶ τοῦ ἅρματος αὐτοῦ καὶ ἀνεγίνωσκεν τὸν προφήτην Ἠσαΐαν
29[an error occurred while processing this directive]29Εἶπεν δὲ τὸ Πνεῦμα τῷ Φιλίππῳ Πρόσελθε καὶ κολλήθητι τῷ ἅρματι τούτῳ
30[an error occurred while processing this directive]30Προσδραμὼν δὲ Φίλιππος ἤκουσεν αὐτοῦ ἀναγινώσκοντος Ἠσαΐαν τὸν προφήτην καὶ εἶπεν Ἆρά γε γινώσκεις ἀναγινώσκεις
31[an error occurred while processing this directive]31 δὲ εἶπεν Πῶς γὰρ ἂν δυναίμην ἐὰν μή τις ὁδηγήσει με παρεκάλεσέν τε τὸν Φίλιππον ἀναβάντα καθίσαι σὺν αὐτῷ
32[an error occurred while processing this directive]32 δὲ περιοχὴ τῆς γραφῆς ἣν ἀνεγίνωσκεν ἦν αὕτη Ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείραντος* αὐτὸν ἄφωνος οὕτως οὐκ ἀνοίγει τὸ στόμα αὐτοῦ
33[an error occurred while processing this directive]33Ἐν τῇ ταπεινώσει [αὐτοῦ] κρίσις αὐτοῦ ἤρθη τὴν γενεὰν αὐτοῦ τίς διηγήσεται ὅτι αἴρεται ἀπὸ τῆς γῆς ζωὴ αὐτοῦ
34[an error occurred while processing this directive]34Ἀποκριθεὶς δὲ εὐνοῦχος τῷ Φιλίππῳ εἶπεν Δέομαί σου περὶ τίνος προφήτης λέγει τοῦτο περὶ ἑαυτοῦ περὶ ἑτέρου τινός
35[an error occurred while processing this directive]35Ἀνοίξας δὲ Φίλιππος τὸ στόμα αὐτοῦ καὶ ἀρξάμενος ἀπὸ τῆς γραφῆς ταύτης εὐηγγελίσατο αὐτῷ τὸν Ἰησοῦν
36[an error occurred while processing this directive]36Ὡς δὲ ἐπορεύοντο κατὰ τὴν ὁδόν ἦλθον ἐπί τι ὕδωρ καί φησιν εὐνοῦχος Ἰδοὺ ὕδωρ τί κωλύει με βαπτισθῆναι
37[an error occurred while processing this directive]37{εἰπε δὲ Φίλιππος Εἰ πιστεύεις ἐξ ὅλης τὴς καρδίας ἔξεστιν ἀποκριθεὶς δὲ εἷπε Πιστεύω τὸν ὑιὸν τοῦ Θεοῦ ἐιναι τὸν Ἰησοῦν Χριστόν}
38[an error occurred while processing this directive]38καὶ ἐκέλευσεν στῆναι τὸ ἅρμα καὶ κατέβησαν ἀμφότεροι εἰς τὸ ὕδωρ τε Φίλιππος καὶ εὐνοῦχος καὶ ἐβάπτισεν αὐτόν
39[an error occurred while processing this directive]39Ὅτε δὲ ἀνέβησαν ἐκ τοῦ ὕδατος Πνεῦμα Κυρίου ἥρπασεν τὸν Φίλιππον καὶ οὐκ εἶδεν αὐτὸν οὐκέτι εὐνοῦχος ἐπορεύετο γὰρ τὴν ὁδὸν αὐτοῦ χαίρων
40[an error occurred while processing this directive]40Φίλιππος δὲ εὑρέθη εἰς Ἄζωτον καὶ διερχόμενος εὐηγγελίζετο τὰς πόλεις πάσας ἕως τοῦ ἐλθεῖν αὐτὸν εἰς Καισάρειαν
[an error occurred while processing this directive]Greek and Hebrew Study Bible courtesy Bible Hub and the Discovery Bible team.
Acts 7
Top of Page
Top of Page