John 8
KJV Parallel GRK [BSB CSB ESV HCS KJV ISV NAS NET NIV NLT GRK]
King James BibleGreek Study Bible
1Jesus went unto the mount of Olives.1Ἰησοῦς δὲ ἐπορεύθη εἰς τὸ ὄρος τῶν ἐλαιῶν
2And early in the morning he came again into the temple, and all the people came unto him; and he sat down, and taught them.2Ὄρθρου δὲ πάλιν παρεγένετο εἰς τὸ ἱερόν καὶ πᾶς λαὸς ἤρχετο πρὸς αὐτόν καὶ καθίσας ἐδίδασκεν αὐτούς
3And the scribes and Pharisees brought unto him a woman taken in adultery; and when they had set her in the midst,3ἄγουσιν* δὲ οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι 〈πρὸς αὐτὸν〉 γυναῖκα ἐπὶ* μοιχείᾳ κατειλημμένην καὶ στήσαντες αὐτὴν ἐν μέσῳ
4They say unto him, Master, this woman was taken in adultery, in the very act.4λέγουσιν αὐτῷ Διδάσκαλε αὕτη γυνὴ κατείληπται* ἐπ’* αυτοφώρῳ* μοιχευομένη
5Now Moses in the law commanded us, that such should be stoned: but what sayest thou?5ἐν δὲ τῷ νόμῳ Μωϋσῆς* ἡμῖν ἐνετείλατο τὰς τοιαύτας λιθάζειν* σὺ οὖν τί λέγεις
6This they said, tempting him, that they might have to accuse him. But Jesus stooped down, and with his finger wrote on the ground, as though he heard them not.6Τοῦτο δὲ ἔλεγον πειράζοντες αὐτόν ἵνα ἔχωσιν* κατηγορεῖν αὐτοῦ δὲ Ἰησοῦς κάτω κύψας τῷ δακτύλῳ κατέγραφεν* εἰς τὴν γῆν
7So when they continued asking him, he lifted up himself, and said unto them, He that is without sin among you, let him first cast a stone at her.7Ὡς δὲ ἐπέμενον ἐρωτῶντες αὐτόν [ἀνέκυψεν καὶ εἶπεν αὐτοῖς] ἀναμάρτητος ὑμῶν πρῶτος 〈τὸν〉 λίθον «ἐπ’ αὐτῇ βαλέτω»
8And again he stooped down, and wrote on the ground.8καὶ πάλιν κάτω¦κύψας ἔγραφεν εἰς τὴν γῆν
9And they which heard it, being convicted by their own conscience, went out one by one, beginning at the eldest, even unto the last: and Jesus was left alone, and the woman standing in the midst.9Οἱ δὲ ἀκούσαντες 〈καὶ ὑπὸ τῆς συνειδήσεως ἐλεγχόμενοι〉 ἐξήρχοντο εἷς καθ‿ εἷς ἀρξάμενοι ἀπὸ τῶν πρεσβυτέρων 〈ἕως τῶν ἐσχάτων〉 καὶ κατελείφθη μόνος 〈ὁ Ἰησοῦς〉 καὶ γυνὴ ἐν μέσῳ οὖσα*
10When Jesus had lifted up himself, and saw none but the woman, he said unto her, Woman, where are those thine accusers? hath no man condemned thee?10ἀνακύψας δὲ Ἰησοῦς 〈καὶ μηδένα θεασάμενος πλὴν τὴς γυναικὸς〉 εἶπεν αὐτῇ 〈Ἡ〉 Γύναι* ποῦ εἰσιν 〈ἐκεῖνοι οἱ κατήγοροί σου〉 οὐδείς σε κατέκρινεν
11She said, No man, Lord. And Jesus said unto her, Neither do I condemn thee: go, and sin no more.11 δὲ εἶπεν Οὐδείς κύριε Εἶπεν* δὲ 〈αὐτῇ〉 Ἰησοῦς Οὐδὲ ἐγώ σε κατακρίνω πορεύου καὶ [ἀπὸ τοῦ νῦν] μηκέτι ἁμάρτανε
12Then spake Jesus again unto them, saying, I am the light of the world: he that followeth me shall not walk in darkness, but shall have the light of life.12Πάλιν οὖν αὐτοῖς ἐλάλησεν Ἰησοῦς λέγων Ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου ἀκολουθῶν ἐμοὶ* οὐ μὴ περιπατήσῃ ἐν τῇ σκοτίᾳ ἀλλ’ ἕξει τὸ φῶς τῆς ζωῆς
13The Pharisees therefore said unto him, Thou bearest record of thyself; thy record is not true.13Εἶπον οὖν αὐτῷ οἱ Φαρισαῖοι Σὺ περὶ σεαυτοῦ μαρτυρεῖς μαρτυρία σου οὐκ ἔστιν ἀληθής
14Jesus answered and said unto them, Though I bear record of myself, yet my record is true: for I know whence I came, and whither I go; but ye cannot tell whence I come, and whither I go.14Ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτοῖς Κἂν ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ ἀληθής ἐστιν μαρτυρία μου ὅτι οἶδα πόθεν ἦλθον καὶ ποῦ ὑπάγω ὑμεῖς δὲ οὐκ οἴδατε πόθεν ἔρχομαι ποῦ ὑπάγω
15Ye judge after the flesh; I judge no man.15Ὑμεῖς κατὰ τὴν σάρκα κρίνετε ἐγὼ οὐ κρίνω οὐδένα
16And yet if I judge, my judgment is true: for I am not alone, but I and the Father that sent me.16καὶ ἐὰν κρίνω δὲ ἐγώ κρίσις ἐμὴ ἀληθινή ἐστιν ὅτι μόνος οὐκ εἰμί ἀλλ’ ἐγὼ καὶ πέμψας με ‹πατήρ›
17It is also written in your law, that the testimony of two men is true.17Καὶ ἐν τῷ νόμῳ δὲ τῷ ὑμετέρῳ γέγραπται ὅτι δύο ἀνθρώπων μαρτυρία ἀληθής ἐστιν
18I am one that bear witness of myself, and the Father that sent me beareth witness of me.18ἐγώ εἰμι μαρτυρῶν περὶ ἐμαυτοῦ καὶ μαρτυρεῖ περὶ ἐμοῦ πέμψας με Πατήρ
19Then said they unto him, Where is thy Father? Jesus answered, Ye neither know me, nor my Father: if ye had known me, ye should have known my Father also.19Ἔλεγον οὖν αὐτῷ Ποῦ ἐστιν Πατήρ σου Ἀπεκρίθη Ἰησοῦς Οὔτε ἐμὲ οἴδατε οὔτε τὸν Πατέρα μου εἰ ἐμὲ ᾔδειτε καὶ τὸν Πατέρα μου ἂν ᾔδειτε
20These words spake Jesus in the treasury, as he taught in the temple: and no man laid hands on him; for his hour was not yet come.20Ταῦτα τὰ ῥήματα ἐλάλησεν ἐν τῷ γαζοφυλακίῳ διδάσκων ἐν τῷ ἱερῷ καὶ οὐδεὶς ἐπίασεν αὐτόν ὅτι οὔπω ἐληλύθει ὥρα αὐτοῦ
21Then said Jesus again unto them, I go my way, and ye shall seek me, and shall die in your sins: whither I go, ye cannot come.21Εἶπεν οὖν πάλιν αὐτοῖς Ἐγὼ ὑπάγω καὶ ζητήσετέ με καὶ ἐν τῇ ἁμαρτίᾳ ὑμῶν ἀποθανεῖσθε ὅπου ἐγὼ ὑπάγω ὑμεῖς οὐ δύνασθε ἐλθεῖν
22Then said the Jews, Will he kill himself? because he saith, Whither I go, ye cannot come.22Ἔλεγον οὖν οἱ Ἰουδαῖοι Μήτι ἀποκτενεῖ ἑαυτὸν ὅτι λέγει Ὅπου ἐγὼ ὑπάγω ὑμεῖς οὐ δύνασθε ἐλθεῖν
23And he said unto them, Ye are from beneath; I am from above: ye are of this world; I am not of this world.23Καὶ ἔλεγεν αὐτοῖς Ὑμεῖς ἐκ τῶν κάτω ἐστέ ἐγὼ ἐκ τῶν ἄνω εἰμί ὑμεῖς ἐκ τούτου τοῦ κόσμου ἐστέ ἐγὼ οὐκ εἰμὶ ἐκ τοῦ κόσμου τούτου
24I said therefore unto you, that ye shall die in your sins: for if ye believe not that I am he, ye shall die in your sins.24εἶπον οὖν ὑμῖν ὅτι ἀποθανεῖσθε ἐν ταῖς ἁμαρτίαις ὑμῶν ἐὰν γὰρ μὴ πιστεύσητε ὅτι ἐγώ εἰμι ἀποθανεῖσθε ἐν ταῖς ἁμαρτίαις ὑμῶν
25Then said they unto him, Who art thou? And Jesus saith unto them, Even the same that I said unto you from the beginning.25Ἔλεγον οὖν αὐτῷ Σὺ τίς εἶ Εἶπεν αὐτοῖς Ἰησοῦς Τὴν ἀρχὴν ὅ¦τι καὶ λαλῶ ὑμῖν
26I have many things to say and to judge of you: but he that sent me is true; and I speak to the world those things which I have heard of him.26πολλὰ ἔχω περὶ ὑμῶν λαλεῖν καὶ κρίνειν ἀλλ’ πέμψας με ἀληθής ἐστιν κἀγὼ ἤκουσα παρ’ αὐτοῦ ταῦτα λαλῶ εἰς τὸν κόσμον
27They understood not that he spake to them of the Father.27Οὐκ ἔγνωσαν ὅτι τὸν Πατέρα αὐτοῖς ἔλεγεν
28Then said Jesus unto them, When ye have lifted up the Son of man, then shall ye know that I am he, and that I do nothing of myself; but as my Father hath taught me, I speak these things.28εἶπεν οὖν [αὐτοῖς] Ἰησοῦς Ὅταν ὑψώσητε τὸν Υἱὸν τοῦ ἀνθρώπου τότε γνώσεσθε ὅτι ἐγώ εἰμι καὶ ἀπ’ ἐμαυτοῦ ποιῶ οὐδέν ἀλλὰ καθὼς ἐδίδαξέν με Πατὴρ ταῦτα λαλῶ
29And he that sent me is with me: the Father hath not left me alone; for I do always those things that please him.29καὶ πέμψας με μετ’ ἐμοῦ ἐστιν οὐκ ἀφῆκέν με μόνον ὅτι ἐγὼ τὰ ἀρεστὰ αὐτῷ ποιῶ πάντοτε
30As he spake these words, many believed on him.30Ταῦτα αὐτοῦ λαλοῦντος πολλοὶ ἐπίστευσαν εἰς αὐτόν
31Then said Jesus to those Jews which believed on him, If ye continue in my word, then are ye my disciples indeed;31Ἔλεγεν οὖν Ἰησοῦς πρὸς τοὺς πεπιστευκότας αὐτῷ Ἰουδαίους Ἐὰν ὑμεῖς μείνητε ἐν τῷ λόγῳ τῷ ἐμῷ ἀληθῶς μαθηταί μού ἐστε
32And ye shall know the truth, and the truth shall make you free.32καὶ γνώσεσθε τὴν ἀλήθειαν καὶ ἀλήθεια ἐλευθερώσει ὑμᾶς
33They answered him, We be Abraham's seed, and were never in bondage to any man: how sayest thou, Ye shall be made free?33Ἀπεκρίθησαν πρὸς αὐτόν Σπέρμα Ἀβραάμ ἐσμεν καὶ οὐδενὶ δεδουλεύκαμεν πώποτε πῶς σὺ λέγεις ὅτι Ἐλεύθεροι γενήσεσθε
34Jesus answered them, Verily, verily, I say unto you, Whosoever committeth sin is the servant of sin.34Ἀπεκρίθη αὐτοῖς Ἰησοῦς Ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι πᾶς ποιῶν τὴν ἁμαρτίαν δοῦλός ἐστιν τῆς ἁμαρτίας
35And the servant abideth not in the house for ever: but the Son abideth ever.35 δὲ δοῦλος οὐ μένει ἐν τῇ οἰκίᾳ εἰς τὸν αἰῶνα υἱὸς μένει εἰς τὸν αἰῶνα
36If the Son therefore shall make you free, ye shall be free indeed.36ἐὰν οὖν Υἱὸς ὑμᾶς ἐλευθερώσῃ ὄντως ἐλεύθεροι ἔσεσθε
37I know that ye are Abraham's seed; but ye seek to kill me, because my word hath no place in you.37Οἶδα ὅτι σπέρμα Ἀβραάμ ἐστε ἀλλὰ ζητεῖτέ με ἀποκτεῖναι ὅτι λόγος ἐμὸς οὐ χωρεῖ ἐν ὑμῖν
38I speak that which I have seen with my Father: and ye do that which ye have seen with your father.38 ἐγὼ ἑώρακα παρὰ τῷ Πατρὶ λαλῶ καὶ ὑμεῖς οὖν ἠκούσατε παρὰ τοῦ πατρὸς ποιεῖτε
39They answered and said unto him, Abraham is our father. Jesus saith unto them, If ye were Abraham's children, ye would do the works of Abraham.39Ἀπεκρίθησαν καὶ εἶπαν αὐτῷ πατὴρ ἡμῶν Ἀβραάμ ἐστιν Λέγει αὐτοῖς Ἰησοῦς Εἰ τέκνα τοῦ Ἀβραάμ ἐστε τὰ ἔργα τοῦ Ἀβραὰμ ἐποιεῖτε*
40But now ye seek to kill me, a man that hath told you the truth, which I have heard of God: this did not Abraham.40νῦν δὲ ζητεῖτέ με ἀποκτεῖναι ἄνθρωπον ὃς τὴν ἀλήθειαν ὑμῖν λελάληκα ἣν ἤκουσα παρὰ τοῦ Θεοῦ τοῦτο Ἀβραὰμ οὐκ ἐποίησεν
41Ye do the deeds of your father. Then said they to him, We be not born of fornication; we have one Father, even God.41ὑμεῖς ποιεῖτε τὰ ἔργα τοῦ πατρὸς ὑμῶν Εἶπαν [οὖν] αὐτῷ Ἡμεῖς ἐκ πορνείας ‹οὐ γεγεννήμεθα› ἕνα Πατέρα ἔχομεν τὸν Θεόν
42Jesus said unto them, If God were your Father, ye would love me: for I proceeded forth and came from God; neither came I of myself, but he sent me.42Εἶπεν αὐτοῖς Ἰησοῦς Εἰ Θεὸς Πατὴρ ὑμῶν ἦν ἠγαπᾶτε ἂν ἐμέ ἐγὼ γὰρ ἐκ τοῦ Θεοῦ ἐξῆλθον καὶ ἥκω οὐδὲ γὰρ ἀπ’ ἐμαυτοῦ ἐλήλυθα ἀλλ’ ἐκεῖνός με ἀπέστειλεν
43Why do ye not understand my speech? even because ye cannot hear my word.43Διὰ τί τὴν λαλιὰν τὴν ἐμὴν οὐ γινώσκετε ὅτι οὐ δύνασθε ἀκούειν τὸν λόγον τὸν ἐμόν
44Ye are of your father the devil, and the lusts of your father ye will do. He was a murderer from the beginning, and abode not in the truth, because there is no truth in him. When he speaketh a lie, he speaketh of his own: for he is a liar, and the father of it.44ὑμεῖς ἐκ τοῦ πατρὸς τοῦ διαβόλου ἐστὲ καὶ τὰς ἐπιθυμίας τοῦ πατρὸς ὑμῶν θέλετε ποιεῖν ἐκεῖνος ἀνθρωποκτόνος ἦν ἀπ’ ἀρχῆς καὶ ἐν τῇ ἀληθείᾳ οὐκ ἔστηκεν ὅτι οὐκ ἔστιν ἀλήθεια ἐν αὐτῷ ὅταν λαλῇ τὸ ψεῦδος ἐκ τῶν ἰδίων λαλεῖ ὅτι ψεύστης ἐστὶν καὶ πατὴρ αὐτοῦ
45And because I tell you the truth, ye believe me not.45ἐγὼ δὲ ὅτι τὴν ἀλήθειαν λέγω οὐ πιστεύετέ μοι
46Which of you convinceth me of sin? And if I say the truth, why do ye not believe me?46Τίς ἐξ ὑμῶν ἐλέγχει με περὶ ἁμαρτίας εἰ ἀλήθειαν λέγω διὰ τί ὑμεῖς οὐ πιστεύετέ μοι
47He that is of God heareth God's words: ye therefore hear them not, because ye are not of God.47 ὢν ἐκ τοῦ Θεοῦ τὰ ῥήματα τοῦ Θεοῦ ἀκούει διὰ τοῦτο ὑμεῖς οὐκ ἀκούετε ὅτι ἐκ τοῦ Θεοῦ οὐκ ἐστέ
48Then answered the Jews, and said unto him, Say we not well that thou art a Samaritan, and hast a devil?48Ἀπεκρίθησαν οἱ Ἰουδαῖοι καὶ εἶπαν αὐτῷ Οὐ καλῶς λέγομεν ἡμεῖς ὅτι Σαμαρίτης εἶ σὺ καὶ δαιμόνιον ἔχεις
49Jesus answered, I have not a devil; but I honour my Father, and ye do dishonour me.49Ἀπεκρίθη Ἰησοῦς Ἐγὼ δαιμόνιον οὐκ ἔχω ἀλλὰ τιμῶ τὸν Πατέρα μου καὶ ὑμεῖς ἀτιμάζετέ με
50And I seek not mine own glory: there is one that seeketh and judgeth.50ἐγὼ δὲ οὐ ζητῶ τὴν δόξαν μου ἔστιν ζητῶν καὶ κρίνων
51Verily, verily, I say unto you, If a man keep my saying, he shall never see death.51ἀμὴν ἀμὴν λέγω ὑμῖν ἐάν τις τὸν ἐμὸν λόγον τηρήσῃ θάνατον οὐ μὴ θεωρήσῃ εἰς τὸν αἰῶνα
52Then said the Jews unto him, Now we know that thou hast a devil. Abraham is dead, and the prophets; and thou sayest, If a man keep my saying, he shall never taste of death.52[Εἶπον οὖν] αὐτῷ οἱ Ἰουδαῖοι Νῦν ἐγνώκαμεν ὅτι δαιμόνιον ἔχεις Ἀβραὰμ ἀπέθανεν καὶ οἱ προφῆται καὶ σὺ λέγεις Ἐάν τις τὸν λόγον μου τηρήσῃ οὐ μὴ γεύσηται θανάτου εἰς τὸν αἰῶνα
53Art thou greater than our father Abraham, which is dead? and the prophets are dead: whom makest thou thyself?53μὴ σὺ μείζων εἶ τοῦ πατρὸς ἡμῶν Ἀβραάμ ὅστις ἀπέθανεν καὶ οἱ προφῆται ἀπέθανον τίνα σεαυτὸν ποιεῖς
54Jesus answered, If I honour myself, my honour is nothing: it is my Father that honoureth me; of whom ye say, that he is your God:54Ἀπεκρίθη Ἰησοῦς Ἐὰν ἐγὼ δοξάσω ἐμαυτόν δόξα μου οὐδέν ἐστιν ἔστιν Πατήρ μου δοξάζων με ὃν ὑμεῖς λέγετε ὅτι Θεὸς ἡμῶν ἐστιν
55Yet ye have not known him; but I know him: and if I should say, I know him not, I shall be a liar like unto you: but I know him, and keep his saying.55καὶ οὐκ ἐγνώκατε αὐτόν ἐγὼ δὲ οἶδα αὐτόν κἂν εἴπω ὅτι οὐκ οἶδα αὐτόν ἔσομαι ὅμοιος ὑμῖν ψεύστης ἀλλὰ οἶδα αὐτὸν καὶ τὸν λόγον αὐτοῦ τηρῶ
56Your father Abraham rejoiced to see my day: and he saw it, and was glad.56Ἀβραὰμ πατὴρ ὑμῶν ἠγαλλιάσατο ἵνα ἴδῃ τὴν ἡμέραν τὴν ἐμήν καὶ εἶδεν καὶ ἐχάρη
57Then said the Jews unto him, Thou art not yet fifty years old, and hast thou seen Abraham?57Εἶπον* οὖν οἱ Ἰουδαῖοι πρὸς αὐτόν Πεντήκοντα ἔτη οὔπω ἔχεις καὶ Ἀβραὰμ ἑώρακας
58Jesus said unto them, Verily, verily, I say unto you, Before Abraham was, I am.58Εἶπεν αὐτοῖς Ἰησοῦς Ἀμὴν ἀμὴν λέγω ὑμῖν πρὶν Ἀβραὰμ γενέσθαι ἐγὼ εἰμί
59Then took they up stones to cast at him: but Jesus hid himself, and went out of the temple, going through the midst of them, and so passed by.59Ἦραν οὖν λίθους ἵνα βάλωσιν ἐπ’ αὐτόν Ἰησοῦς δὲ ἐκρύβη καὶ ἐξῆλθεν ἐκ τοῦ ἱεροῦ ⧼διελθὼν διὰ μέσου αὐτῶν καὶ παρῆγεν οὕτως⧽
King James Bible, text courtesy of BibleProtector.com.Greek and Hebrew Study Bible courtesy Bible Hub and the Discovery Bible team.
John 7
Top of Page
Top of Page