Mark 13
[an error occurred while processing this directive] Parallel GRK [BSB CSB ESV HCS KJV ISV NAS NET NIV NLT GRK]
[an error occurred while processing this directive]Greek Study Bible
1[an error occurred while processing this directive]1Καὶ ἐκπορευομένου αὐτοῦ ἐκ τοῦ ἱεροῦ λέγει αὐτῷ εἷς τῶν μαθητῶν αὐτοῦ Διδάσκαλε ἴδε ποταποὶ λίθοι καὶ ποταπαὶ οἰκοδομαί
2[an error occurred while processing this directive]2Καὶ Ἰησοῦς εἶπεν αὐτῷ Βλέπεις ταύτας τὰς μεγάλας οἰκοδομάς οὐ μὴ ἀφεθῇ ‹ὧδε› λίθος ἐπὶ λίθον ὃς οὐ μὴ καταλυθῇ
3[an error occurred while processing this directive]3Καὶ καθημένου αὐτοῦ εἰς τὸ ὄρος τῶν Ἐλαιῶν κατέναντι τοῦ ἱεροῦ ἐπηρώτα αὐτὸν κατ’ ἰδίαν Πέτρος καὶ Ἰάκωβος καὶ Ἰωάννης καὶ Ἀνδρέας
4[an error occurred while processing this directive]4Εἰπὸν ἡμῖν πότε ταῦτα ἔσται καὶ τί τὸ σημεῖον ὅταν μέλλῃ ταῦτα συντελεῖσθαι πάντα
5[an error occurred while processing this directive]5 δὲ Ἰησοῦς ἤρξατο λέγειν αὐτοῖς Βλέπετε μή τις ὑμᾶς πλανήσῃ
6[an error occurred while processing this directive]6πολλοὶ ἐλεύσονται ἐπὶ τῷ ὀνόματί μου λέγοντες ὅτι Ἐγώ εἰμι καὶ πολλοὺς πλανήσουσιν
7[an error occurred while processing this directive]7ὅταν δὲ ἀκούσητε πολέμους καὶ ἀκοὰς πολέμων μὴ θροεῖσθε δεῖ γενέσθαι ἀλλ’ οὔπω τὸ τέλος
8[an error occurred while processing this directive]8ἐγερθήσεται γὰρ ἔθνος ἐπ’ ἔθνος καὶ βασιλεία ἐπὶ βασιλείαν ἔσονται σεισμοὶ κατὰ τόπους ἔσονται λιμοί ἀρχὴ ὠδίνων ταῦτα
9[an error occurred while processing this directive]9Βλέπετε δὲ ὑμεῖς ἑαυτούς παραδώσουσιν ὑμᾶς εἰς συνέδρια καὶ εἰς συναγωγὰς δαρήσεσθε καὶ ἐπὶ ἡγεμόνων καὶ βασιλέων σταθήσεσθε ἕνεκεν ἐμοῦ εἰς μαρτύριον αὐτοῖς
10[an error occurred while processing this directive]10καὶ εἰς πάντα τὰ ἔθνη πρῶτον δεῖ κηρυχθῆναι τὸ εὐαγγέλιον
11[an error occurred while processing this directive]11καὶ ὅταν ἄγωσιν ὑμᾶς παραδιδόντες μὴ προμεριμνᾶτε τί λαλήσητε ἀλλ’ ἐὰν δοθῇ ὑμῖν ἐν ἐκείνῃ τῇ ὥρᾳ τοῦτο λαλεῖτε οὐ γάρ ἐστε ὑμεῖς οἱ λαλοῦντες ἀλλὰ τὸ Πνεῦμα τὸ Ἅγιον
12[an error occurred while processing this directive]12Καὶ παραδώσει ἀδελφὸς ἀδελφὸν εἰς θάνατον καὶ πατὴρ τέκνον καὶ ἐπαναστήσονται τέκνα ἐπὶ γονεῖς καὶ θανατώσουσιν αὐτούς
13[an error occurred while processing this directive]13καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου δὲ ὑπομείνας εἰς τέλος οὗτος σωθήσεται
14[an error occurred while processing this directive]14Ὅταν δὲ ἴδητε τὸ βδέλυγμα τῆς ἐρημώσεως ⧼τὸ ῥηθὲν ὑπὸ Δανιὴλ τοῦ προφήτου⧽ ἑστηκότα ὅπου οὐ δεῖ ἀναγινώσκων νοείτω τότε οἱ ἐν τῇ Ἰουδαίᾳ φευγέτωσαν εἰς τὰ ὄρη
15[an error occurred while processing this directive]15 [δὲ] ἐπὶ τοῦ δώματος μὴ καταβάτω μηδὲ εἰσελθάτω τι ἆραι ἐκ τῆς οἰκίας αὐτοῦ
16[an error occurred while processing this directive]16καὶ εἰς τὸν ἀγρὸν μὴ ἐπιστρεψάτω εἰς τὰ ὀπίσω ἆραι τὸ ἱμάτιον αὐτοῦ
17[an error occurred while processing this directive]17Οὐαὶ δὲ ταῖς ἐν γαστρὶ ἐχούσαις καὶ ταῖς θηλαζούσαις ἐν ἐκείναις ταῖς ἡμέραις
18[an error occurred while processing this directive]18προσεύχεσθε δὲ ἵνα μὴ γένηται χειμῶνος
19[an error occurred while processing this directive]19ἔσονται γὰρ αἱ ἡμέραι ἐκεῖναι θλῖψις οἵα οὐ γέγονεν τοιαύτη ἀπ’ ἀρχῆς κτίσεως ἣν ἔκτισεν Θεὸς ἕως τοῦ νῦν καὶ οὐ μὴ γένηται
20[an error occurred while processing this directive]20καὶ εἰ μὴ ἐκολόβωσεν Κύριος τὰς ἡμέρας οὐκ ἂν ἐσώθη πᾶσα σάρξ ἀλλὰ διὰ τοὺς ἐκλεκτοὺς οὓς ἐξελέξατο ἐκολόβωσεν τὰς ἡμέρας
21[an error occurred while processing this directive]21Καὶ τότε ἐάν τις ὑμῖν εἴπῃ Ἴδε ὧδε Χριστός Ἴδε ἐκεῖ μὴ πιστεύετε
22[an error occurred while processing this directive]22ἐγερθήσονται γὰρ* ψευδόχριστοι καὶ ψευδοπροφῆται καὶ δώσουσιν* σημεῖα καὶ τέρατα πρὸς τὸ ἀποπλανᾶν εἰ δυνατὸν τοὺς ἐκλεκτούς
23[an error occurred while processing this directive]23ὑμεῖς δὲ βλέπετε προείρηκα ὑμῖν πάντα
24[an error occurred while processing this directive]24Ἀλλὰ ἐν ἐκείναις ταῖς ἡμέραις μετὰ τὴν θλῖψιν ἐκείνην ἥλιος σκοτισθήσεται Καὶ σελήνη οὐ δώσει τὸ φέγγος αὐτῆς
25[an error occurred while processing this directive]25Καὶ οἱ ἀστέρες ἔσονται ἐκ τοῦ οὐρανοῦ πίπτοντες Καὶ αἱ δυνάμεις αἱ ἐν τοῖς οὐρανοῖς σαλευθήσονται
26[an error occurred while processing this directive]26Καὶ τότε ὄψονται τὸν Υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐν νεφέλαις μετὰ δυνάμεως πολλῆς καὶ δόξης
27[an error occurred while processing this directive]27καὶ τότε ἀποστελεῖ τοὺς ἀγγέλους καὶ ἐπισυνάξει τοὺς ἐκλεκτοὺς αὐτοῦ ἐκ τῶν τεσσάρων ἀνέμων ἀπ’ ἄκρου γῆς ἕως ἄκρου οὐρανοῦ
28[an error occurred while processing this directive]28Ἀπὸ δὲ τῆς συκῆς μάθετε τὴν παραβολήν ὅταν ἤδη κλάδος αὐτῆς ἁπαλὸς γένηται καὶ ἐκφύῃ τὰ φύλλα γινώσκετε ὅτι ἐγγὺς τὸ θέρος ἐστίν
29[an error occurred while processing this directive]29οὕτως καὶ ὑμεῖς ὅταν ἴδητε ταῦτα γινόμενα γινώσκετε ὅτι ἐγγύς ἐστιν ἐπὶ θύραις
30[an error occurred while processing this directive]30ἀμὴν λέγω ὑμῖν ὅτι οὐ μὴ παρέλθῃ γενεὰ αὕτη μέχρις οὗ ταῦτα πάντα γένηται
31[an error occurred while processing this directive]31 οὐρανὸς καὶ γῆ παρελεύσονται οἱ δὲ λόγοι μου οὐ ‹μὴ› παρελεύσονται
32[an error occurred while processing this directive]32Περὶ δὲ τῆς ἡμέρας ἐκείνης τῆς ὥρας οὐδεὶς οἶδεν οὐδὲ οἱ ἄγγελοι ἐν οὐρανῷ οὐδὲ Υἱός εἰ μὴ Πατήρ
33[an error occurred while processing this directive]33Βλέπετε ἀγρυπνεῖτε οὐκ οἴδατε γὰρ πότε καιρός ἐστιν
34[an error occurred while processing this directive]34Ὡς ἄνθρωπος ἀπόδημος ἀφεὶς τὴν οἰκίαν αὐτοῦ καὶ δοὺς τοῖς δούλοις αὐτοῦ τὴν ἐξουσίαν ἑκάστῳ τὸ ἔργον αὐτοῦ καὶ τῷ θυρωρῷ ἐνετείλατο ἵνα γρηγορῇ
35[an error occurred while processing this directive]35γρηγορεῖτε οὖν οὐκ οἴδατε γὰρ πότε κύριος τῆς οἰκίας ἔρχεται ὀψὲ μεσονύκτιον ἀλεκτοροφωνίας πρωΐ
36[an error occurred while processing this directive]36μὴ ἐλθὼν ἐξαίφνης εὕρῃ ὑμᾶς καθεύδοντας
37[an error occurred while processing this directive]37 δὲ ὑμῖν λέγω πᾶσιν λέγω γρηγορεῖτε
[an error occurred while processing this directive]Greek and Hebrew Study Bible courtesy Bible Hub and the Discovery Bible team.
Mark 12
Top of Page
Top of Page