Acts 24
BSB Parallel GRK [BSB CSB ESV HCS KJV ISV NAS NET NIV NLT GRK]
Berean Study BibleGreek Study Bible
1Five days later the high priest Ananias came down with some elders and a lawyer named Tertullus, who presented to the governor their case against Paul.1Μετὰ δὲ πέντε ἡμέρας κατέβη ἀρχιερεὺς Ἁνανίας μετὰ πρεσβυτέρων τινῶν καὶ ῥήτορος Τερτύλλου τινός οἵτινες ἐνεφάνισαν τῷ ἡγεμόνι κατὰ τοῦ Παύλου
2When Paul had been called in, Tertullus opened the prosecution: “Because of you, we have enjoyed a lasting peace, and your foresight has brought improvements to this nation.2Κληθέντος δὲ αὐτοῦ ἤρξατο κατηγορεῖν Τέρτυλλος λέγων Πολλῆς εἰρήνης τυγχάνοντες διὰ σοῦ καὶ διορθωμάτων γινομένων τῷ ἔθνει τούτῳ διὰ τῆς σῆς προνοίας
3In every way and everywhere, most excellent Felix, we acknowledge this with all gratitude.3πάντῃ τε καὶ πανταχοῦ ἀποδεχόμεθα κράτιστε Φῆλιξ μετὰ πάσης εὐχαριστίας
4But in order not to burden you any further, I beg your indulgence to hear us briefly.4ἵνα δὲ μὴ ἐπὶ πλεῖόν σε ἐνκόπτω παρακαλῶ ἀκοῦσαί σε ἡμῶν συντόμως τῇ σῇ ἐπιεικείᾳ
5We have found this man to be a pestilence, stirring up dissension among the Jews all over the world. He is a ringleader of the sect of the Nazarenes,5Εὑρόντες γὰρ τὸν ἄνδρα τοῦτον λοιμὸν καὶ κινοῦντα στάσεις πᾶσιν τοῖς Ἰουδαίοις τοῖς κατὰ τὴν οἰκουμένην πρωτοστάτην τε τῆς τῶν Ναζωραίων αἱρέσεως
6and he even tried to desecrate the temple; so we seized him.6ὃς καὶ τὸ ἱερὸν ἐπείρασεν βεβηλῶσαι ὃν καὶ ἐκρατήσαμεν {καὶ κατά τὸν ἡμέτερον νόμον ἠθελήσαμεν κρίνειν}
77{παρελθὼν δὲ Λυσίας χιλιαρχος μετὰ πολλῆς βίας ἐκ τῶν χειρῶν ἡμῶν ἀπήγαγε}
8By examining him yourself, you will be able to learn the truth about all our charges against him.”8{κελεύσας τοὺς κατηγόρους αὐτοῦ ἔρχεσθαι ἐπὶ σέ} παρ’ οὗ δυνήσῃ αὐτὸς ἀνακρίνας περὶ πάντων τούτων ἐπιγνῶναι ὧν ἡμεῖς κατηγοροῦμεν αὐτοῦ
9The Jews concurred, asserting that these charges were true.9Συνεπέθεντο δὲ καὶ οἱ Ἰουδαῖοι φάσκοντες ταῦτα οὕτως ἔχειν
10When the governor motioned for Paul to speak, he began his response: “Knowing that you have been a judge over this nation for many years, I gladly make my defense.10Ἀπεκρίθη τε Παῦλος νεύσαντος αὐτῷ τοῦ ἡγεμόνος λέγειν Ἐκ πολλῶν ἐτῶν ὄντα σε κριτὴν τῷ ἔθνει τούτῳ ἐπιστάμενος εὐθύμως τὰ περὶ ἐμαυτοῦ ἀπολογοῦμαι
11You can verify for yourself that no more than twelve days ago I went up to Jerusalem to worship.11δυναμένου σου ἐπιγνῶναι ὅτι οὐ πλείους εἰσίν μοι ἡμέραι δώδεκα ἀφ’ ἧς ἀνέβην προσκυνήσων εἰς Ἰερουσαλήμ
12Yet my accusers did not find me debating with anyone in the temple or riling up a crowd in the synagogues or in the city.12καὶ οὔτε ἐν τῷ ἱερῷ εὗρόν με πρός τινα διαλεγόμενον ἐπίστασιν ποιοῦντα ὄχλου οὔτε ἐν ταῖς συναγωγαῖς οὔτε κατὰ τὴν πόλιν
13Nor can they prove to you any of their charges against me.13οὐδὲ παραστῆσαι δύνανταί σοι περὶ ὧν νυνὶ κατηγοροῦσίν μου
14I do confess to you, however, that I worship the God of our fathers according to the Way, which they call a sect. I believe everything that is laid down by the Law and written in the Prophets,14Ὁμολογῶ δὲ τοῦτό σοι ὅτι κατὰ τὴν Ὁδὸν ἣν λέγουσιν αἵρεσιν οὕτως λατρεύω τῷ πατρῴῳ Θεῷ πιστεύων πᾶσι τοῖς κατὰ τὸν νόμον καὶ τοῖς ἐν τοῖς προφήταις γεγραμμένοις
15and I have the same hope in God that they themselves cherish, that there will be a resurrection of both the righteous and the wicked.15ἐλπίδα ἔχων εἰς τὸν Θεόν ἣν καὶ αὐτοὶ οὗτοι προσδέχονται ἀνάστασιν μέλλειν ἔσεσθαι δικαίων τε καὶ ἀδίκων
16In this hope, I strive always to maintain a clear conscience before God and man.16ἐν τούτῳ καὶ αὐτὸς ἀσκῶ ἀπρόσκοπον συνείδησιν ἔχειν πρὸς τὸν Θεὸν καὶ τοὺς ἀνθρώπους διὰ παντός
17After several years, then, I returned to Jerusalem to bring alms to my people and to present offerings.17Δι’ ἐτῶν δὲ πλειόνων ἐλεημοσύνας ποιήσων εἰς τὸ ἔθνος μου παρεγενόμην καὶ προσφοράς
18At the time they found me in the temple, I was ceremonially clean and was not inciting a crowd or an uproar. But there are some Jews from the province of Asia18ἐν αἷς εὗρόν με ἡγνισμένον ἐν τῷ ἱερῷ οὐ μετὰ ὄχλου οὐδὲ μετὰ θορύβου τινὲς δὲ ἀπὸ τῆς Ἀσίας Ἰουδαῖοι
19who ought to appear before you and bring charges, if they have anything against me.19οὓς ἔδει ἐπὶ σοῦ παρεῖναι καὶ κατηγορεῖν εἴ τι ἔχοιεν πρὸς ἐμέ
20Otherwise, let these men state for themselves any crime they found in me when I stood before the Sanhedrin,20 αὐτοὶ οὗτοι εἰπάτωσαν τί εὗρον ἀδίκημα στάντος μου ἐπὶ τοῦ συνεδρίου
21unless it was this one thing I called out as I stood in their presence: ‘It is concerning the resurrection of the dead that I am on trial before you today.’ ”21 περὶ μιᾶς ταύτης φωνῆς ἧς ἐκέκραξα ἐν αὐτοῖς ἑστὼς ὅτι Περὶ ἀναστάσεως νεκρῶν ἐγὼ κρίνομαι σήμερον ἐφ’ ὑμῶν
22Then Felix, who was well informed about the Way, adjourned the hearing and said, “When Lysias the commander comes, I will decide your case.”22Ἀνεβάλετο δὲ αὐτοὺς Φῆλιξ ἀκριβέστερον εἰδὼς τὰ περὶ τῆς Ὁδοῦ εἴπας Ὅταν Λυσίας χιλίαρχος καταβῇ διαγνώσομαι τὰ καθ’ ὑμᾶς
23He ordered the centurion to keep Paul under guard, but to allow him some freedom and permit his friends to minister to his needs.23διαταξάμενος τῷ ἑκατοντάρχῃ τηρεῖσθαι αὐτὸν ἔχειν τε ἄνεσιν καὶ μηδένα κωλύειν τῶν ἰδίων αὐτοῦ ὑπηρετεῖν αὐτῷ
24After several days, Felix returned with his wife Drusilla, who was a Jewess. He sent for Paul and listened to him speak about faith in Christ Jesus.24Μετὰ δὲ ἡμέρας τινὰς παραγενόμενος Φῆλιξ σὺν Δρουσίλλῃ τῇ ἰδίᾳ γυναικὶ οὔσῃ Ἰουδαίᾳ μετεπέμψατο τὸν Παῦλον καὶ ἤκουσεν αὐτοῦ περὶ τῆς εἰς Χριστὸν Ἰησοῦν πίστεως
25As Paul expounded on righteousness, self-control, and the coming judgment, Felix became frightened and said, “You may go for now. When I find the time, I will call for you.”25διαλεγομένου δὲ αὐτοῦ περὶ δικαιοσύνης καὶ ἐγκρατείας καὶ τοῦ κρίματος τοῦ μέλλοντος ἔμφοβος γενόμενος Φῆλιξ ἀπεκρίθη Τὸ νῦν ἔχον πορεύου καιρὸν δὲ μεταλαβὼν μετακαλέσομαί σε
26At the same time, he was hoping that Paul would offer him a bribe. So he sent for Paul frequently and talked with him.26ἅμα καὶ ἐλπίζων ὅτι χρήματα δοθήσεται αὐτῷ ὑπὸ τοῦ Παύλου διὸ καὶ πυκνότερον αὐτὸν μεταπεμπόμενος ὡμίλει αὐτῷ
27After two years had passed, Felix was succeeded by Porcius Festus. And wishing to do the Jews a favor, Felix left Paul in prison.27Διετίας δὲ πληρωθείσης ἔλαβεν διάδοχον Φῆλιξ Πόρκιον Φῆστον θέλων τε χάριτα καταθέσθαι τοῖς Ἰουδαίοις Φῆλιξ κατέλιπε τὸν Παῦλον δεδεμένον
The Berean Bible (Berean Study Bible (BSB) © 2016, 2018 by Bible Hub and Berean.Bible. Used by Permission. All rights Reserved.Greek and Hebrew Study Bible courtesy Bible Hub and the Discovery Bible team.
Acts 23
Top of Page
Top of Page