1 Peter 2
[an error occurred while processing this directive] Parallel GRK [BSB CSB ESV HCS KJV ISV NAS NET NIV NLT GRK]
[an error occurred while processing this directive]Greek Study Bible
1[an error occurred while processing this directive]1Ἀποθέμενοι οὖν πᾶσαν κακίαν καὶ πάντα δόλον καὶ ὑποκρίσεις καὶ φθόνους καὶ πάσας καταλαλιάς
2[an error occurred while processing this directive]2ὡς ἀρτιγέννητα βρέφη τὸ λογικὸν ἄδολον γάλα ἐπιποθήσατε ἵνα ἐν αὐτῷ αὐξηθῆτε εἰς σωτηρίαν
3[an error occurred while processing this directive]3εἰ ἐγεύσασθε ὅτι χρηστὸς Κύριος
4[an error occurred while processing this directive]4Πρὸς ὃν προσερχόμενοι λίθον ζῶντα ὑπὸ ἀνθρώπων μὲν ἀποδεδοκιμασμένον παρὰ δὲ Θεῷ ἐκλεκτὸν ἔντιμον
5[an error occurred while processing this directive]5καὶ αὐτοὶ ὡς λίθοι ζῶντες οἰκοδομεῖσθε οἶκος πνευματικὸς εἰς ἱεράτευμα ἅγιον ἀνενέγκαι πνευματικὰς θυσίας εὐπροσδέκτους [τῷ] Θεῷ διὰ Ἰησοῦ Χριστοῦ
6[an error occurred while processing this directive]6διότι περιέχει ἐν γραφῇ Ἰδοὺ τίθημι ἐν Σιὼν λίθον ἐκλεκτὸν ἀκρογωνιαῖον ἔντιμον καὶ πιστεύων ἐπ’ αὐτῷ οὐ μὴ καταισχυνθῇ
7[an error occurred while processing this directive]7Ὑμῖν οὖν τιμὴ τοῖς πιστεύουσιν ἀπιστοῦσιν δὲ Λίθος ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας
8[an error occurred while processing this directive]8Καὶ Λίθος προσκόμματος καὶ πέτρα σκανδάλου Οἳ προσκόπτουσιν τῷ λόγῳ ἀπειθοῦντες εἰς καὶ ἐτέθησαν
9[an error occurred while processing this directive]9Ὑμεῖς δὲ γένος ἐκλεκτόν βασίλειον ἱεράτευμα ἔθνος ἅγιον λαὸς εἰς περιποίησιν ὅπως τὰς ἀρετὰς ἐξαγγείλητε τοῦ ἐκ σκότους ὑμᾶς καλέσαντος εἰς τὸ θαυμαστὸν αὐτοῦ φῶς
10[an error occurred while processing this directive]10οἵ ποτε οὐ λαὸς νῦν δὲ λαὸς Θεοῦ οἱ οὐκ ἠλεημένοι νῦν δὲ ἐλεηθέντες
11[an error occurred while processing this directive]11Ἀγαπητοί παρακαλῶ ὡς παροίκους καὶ παρεπιδήμους ἀπέχεσθαι τῶν σαρκικῶν ἐπιθυμιῶν αἵτινες στρατεύονται κατὰ τῆς ψυχῆς
12[an error occurred while processing this directive]12τὴν ἀναστροφὴν ὑμῶν ἐν τοῖς ἔθνεσιν ἔχοντες καλήν ἵνα ἐν καταλαλοῦσιν ὑμῶν ὡς κακοποιῶν ἐκ τῶν καλῶν ἔργων ἐποπτεύοντες δοξάσωσιν τὸν Θεὸν ἐν ἡμέρᾳ ἐπισκοπῆς
13[an error occurred while processing this directive]13Ὑποτάγητε πάσῃ ἀνθρωπίνῃ κτίσει διὰ τὸν Κύριον εἴτε βασιλεῖ ὡς ὑπερέχοντι
14[an error occurred while processing this directive]14εἴτε ἡγεμόσιν ὡς δι’ αὐτοῦ πεμπομένοις εἰς ἐκδίκησιν κακοποιῶν ἔπαινον δὲ ἀγαθοποιῶν
15[an error occurred while processing this directive]15ὅτι οὕτως ἐστὶν τὸ θέλημα τοῦ Θεοῦ ἀγαθοποιοῦντας φιμοῦν τὴν τῶν ἀφρόνων ἀνθρώπων ἀγνωσίαν
16[an error occurred while processing this directive]16ὡς ἐλεύθεροι καὶ μὴ ὡς ἐπικάλυμμα ἔχοντες τῆς κακίας τὴν ἐλευθερίαν ἀλλ’ ὡς Θεοῦ δοῦλοι
17[an error occurred while processing this directive]17Πάντας τιμήσατε τὴν ἀδελφότητα ἀγαπᾶτε τὸν Θεὸν φοβεῖσθε τὸν βασιλέα τιμᾶτε
18[an error occurred while processing this directive]18Οἱ οἰκέται ὑποτασσόμενοι ἐν παντὶ φόβῳ τοῖς δεσπόταις οὐ μόνον τοῖς ἀγαθοῖς καὶ ἐπιεικέσιν ἀλλὰ καὶ τοῖς σκολιοῖς
19[an error occurred while processing this directive]19τοῦτο γὰρ χάρις εἰ διὰ συνείδησιν Θεοῦ ὑποφέρει τις λύπας πάσχων ἀδίκως
20[an error occurred while processing this directive]20ποῖον γὰρ κλέος εἰ ἁμαρτάνοντες καὶ κολαφιζόμενοι ὑπομενεῖτε ἀλλ’ εἰ ἀγαθοποιοῦντες καὶ πάσχοντες ὑπομενεῖτε τοῦτο χάρις παρὰ Θεῷ
21[an error occurred while processing this directive]21Εἰς τοῦτο γὰρ ἐκλήθητε ὅτι καὶ Χριστὸς ἔπαθεν ὑπὲρ ὑμῶν ὑμῖν ὑπολιμπάνων ὑπογραμμὸν ἵνα ἐπακολουθήσητε τοῖς ἴχνεσιν αὐτοῦ
22[an error occurred while processing this directive]22Ὃς ἁμαρτίαν οὐκ ἐποίησεν οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ
23[an error occurred while processing this directive]23ὃς λοιδορούμενος οὐκ ἀντελοιδόρει πάσχων οὐκ ἠπείλει παρεδίδου δὲ τῷ κρίνοντι δικαίως
24[an error occurred while processing this directive]24ὃς τὰς ἁμαρτίας ἡμῶν αὐτὸς ἀνήνεγκεν ἐν τῷ σώματι αὐτοῦ ἐπὶ τὸ ξύλον ἵνα ταῖς ἁμαρτίαις ἀπογενόμενοι τῇ δικαιοσύνῃ ζήσωμεν Οὗ τῷ μώλωπι ἰάθητε
25[an error occurred while processing this directive]25Ἦτε γὰρ ὡς πρόβατα πλανώμενοι ἀλλὰ ἐπεστράφητε νῦν ἐπὶ τὸν Ποιμένα καὶ Ἐπίσκοπον τῶν ψυχῶν ὑμῶν
[an error occurred while processing this directive]Greek and Hebrew Study Bible courtesy Bible Hub and the Discovery Bible team.
1 Peter 1
Top of Page
Top of Page