1 Peter 3
[an error occurred while processing this directive] Parallel GRK [BSB CSB ESV HCS KJV ISV NAS NET NIV NLT GRK]
[an error occurred while processing this directive]Greek Study Bible
1[an error occurred while processing this directive]1Ὁμοίως [αἱ] γυναῖκες ὑποτασσόμεναι τοῖς ἰδίοις ἀνδράσιν ἵνα καὶ εἴ τινες ἀπειθοῦσιν τῷ λόγῳ διὰ τῆς τῶν γυναικῶν ἀναστροφῆς ἄνευ λόγου κερδηθήσονται
2[an error occurred while processing this directive]2ἐποπτεύσαντες τὴν ἐν φόβῳ ἁγνὴν ἀναστροφὴν ὑμῶν
3[an error occurred while processing this directive]3ὧν ἔστω οὐχ ἔξωθεν ἐμπλοκῆς τριχῶν καὶ περιθέσεως χρυσίων ἐνδύσεως ἱματίων κόσμος
4[an error occurred while processing this directive]4ἀλλ’ κρυπτὸς τῆς καρδίας ἄνθρωπος ἐν τῷ ἀφθάρτῳ τοῦ πραέως καὶ ἡσυχίου πνεύματος ἐστιν ἐνώπιον τοῦ Θεοῦ πολυτελές
5[an error occurred while processing this directive]5Οὕτως γάρ ποτε καὶ αἱ ἅγιαι γυναῖκες αἱ ἐλπίζουσαι εἰς Θεὸν ἐκόσμουν ἑαυτάς ὑποτασσόμεναι τοῖς ἰδίοις ἀνδράσιν
6[an error occurred while processing this directive]6ὡς Σάρρα ὑπήκουσεν τῷ Ἀβραάμ κύριον αὐτὸν καλοῦσα ἧς ἐγενήθητε τέκνα ἀγαθοποιοῦσαι καὶ μὴ φοβούμεναι μηδεμίαν πτόησιν
7[an error occurred while processing this directive]7Οἱ ἄνδρες ὁμοίως συνοικοῦντες κατὰ γνῶσιν ὡς ἀσθενεστέρῳ σκεύει τῷ γυναικείῳ ἀπονέμοντες τιμήν ὡς καὶ συνκληρονόμοις χάριτος ζωῆς εἰς τὸ μὴ ἐνκόπτεσθαι τὰς προσευχὰς ὑμῶν
8[an error occurred while processing this directive]8Τὸ δὲ τέλος πάντες ὁμόφρονες συμπαθεῖς φιλάδελφοι εὔσπλαγχνοι ταπεινόφρονες
9[an error occurred while processing this directive]9μὴ ἀποδιδόντες κακὸν ἀντὶ κακοῦ λοιδορίαν ἀντὶ λοιδορίας τοὐναντίον δὲ εὐλογοῦντες ὅτι εἰς τοῦτο ἐκλήθητε ἵνα εὐλογίαν κληρονομήσητε
10[an error occurred while processing this directive]10 γὰρ θέλων ζωὴν ἀγαπᾶν καὶ ἰδεῖν ἡμέρας ἀγαθὰς παυσάτω τὴν γλῶσσαν ἀπὸ κακοῦ καὶ χείλη τοῦ μὴ λαλῆσαι δόλον
11[an error occurred while processing this directive]11ἐκκλινάτω δὲ ἀπὸ κακοῦ καὶ ποιησάτω ἀγαθόν ζητησάτω εἰρήνην καὶ διωξάτω αὐτήν
12[an error occurred while processing this directive]12ὅτι ὀφθαλμοὶ Κυρίου ἐπὶ δικαίους καὶ ὦτα αὐτοῦ εἰς δέησιν αὐτῶν πρόσωπον δὲ Κυρίου ἐπὶ ποιοῦντας κακά
13[an error occurred while processing this directive]13Καὶ τίς κακώσων ὑμᾶς ἐὰν τοῦ ἀγαθοῦ ζηλωταὶ γένησθε
14[an error occurred while processing this directive]14Ἀλλ’ εἰ καὶ πάσχοιτε διὰ δικαιοσύνην μακάριοι Τὸν δὲ φόβον αὐτῶν μὴ φοβηθῆτε μηδὲ ταραχθῆτε
15[an error occurred while processing this directive]15Κύριον δὲ τὸν Χριστὸν ἁγιάσατε ἐν ταῖς καρδίαις ὑμῶν ἕτοιμοι ἀεὶ πρὸς ἀπολογίαν παντὶ τῷ αἰτοῦντι ὑμᾶς λόγον περὶ τῆς ἐν ὑμῖν ἐλπίδος ἀλλὰ μετὰ πραΰτητος καὶ φόβου
16[an error occurred while processing this directive]16συνείδησιν ἔχοντες ἀγαθήν ἵνα ἐν καταλαλεῖσθε καταισχυνθῶσιν οἱ ἐπηρεάζοντες ὑμῶν τὴν ἀγαθὴν ἐν Χριστῷ ἀναστροφήν
17[an error occurred while processing this directive]17κρεῖττον γὰρ ἀγαθοποιοῦντας εἰ θέλοι τὸ θέλημα τοῦ Θεοῦ πάσχειν κακοποιοῦντας
18[an error occurred while processing this directive]18ὅτι καὶ Χριστὸς ἅπαξ περὶ ἁμαρτιῶν ἔπαθεν* δίκαιος ὑπὲρ ἀδίκων ἵνα ὑμᾶς προσαγάγῃ τῷ Θεῷ θανατωθεὶς μὲν σαρκὶ ζωοποιηθεὶς δὲ πνεύματι
19[an error occurred while processing this directive]19ἐν καὶ τοῖς ἐν φυλακῇ πνεύμασιν πορευθεὶς ἐκήρυξεν
20[an error occurred while processing this directive]20ἀπειθήσασίν ποτε ὅτε ἀπεξεδέχετο τοῦ Θεοῦ μακροθυμία ἐν ἡμέραις Νῶε κατασκευαζομένης κιβωτοῦ εἰς ἣν ὀλίγοι τοῦτ’ ἔστιν ὀκτὼ ψυχαί διεσώθησαν δι’ ὕδατος
21[an error occurred while processing this directive]21 καὶ ὑμᾶς ἀντίτυπον νῦν σῴζει βάπτισμα οὐ σαρκὸς ἀπόθεσις ῥύπου ἀλλὰ συνειδήσεως ἀγαθῆς ἐπερώτημα εἰς Θεόν δι’ ἀναστάσεως Ἰησοῦ Χριστοῦ
22[an error occurred while processing this directive]22ὅς ἐστιν ἐν δεξιᾷ [τοῦ] Θεοῦ πορευθεὶς εἰς οὐρανόν ὑποταγέντων αὐτῷ ἀγγέλων καὶ ἐξουσιῶν καὶ δυνάμεων
[an error occurred while processing this directive]Greek and Hebrew Study Bible courtesy Bible Hub and the Discovery Bible team.
1 Peter 2
Top of Page
Top of Page