Luke 13
CSB Parallel GRK [BSB CSB ESV HCS KJV ISV NAS NET NIV NLT GRK]
Christian Standard BibleGreek Study Bible
1At that time, some people came and reported to him about the Galileans whose blood Pilate had mixed with their sacrifices.1Παρῆσαν δέ τινες ἐν αὐτῷ τῷ καιρῷ ἀπαγγέλλοντες αὐτῷ περὶ τῶν Γαλιλαίων ὧν τὸ αἷμα Πιλᾶτος ἔμιξεν μετὰ τῶν θυσιῶν αὐτῶν
2And he responded to them, “Do you think that these Galileans were more sinful than all the other Galileans because they suffered these things?2καὶ ἀποκριθεὶς εἶπεν αὐτοῖς Δοκεῖτε ὅτι οἱ Γαλιλαῖοι οὗτοι ἁμαρτωλοὶ παρὰ πάντας τοὺς Γαλιλαίους ἐγένοντο ὅτι ταῦτα πεπόνθασιν
3No, I tell you; but unless you repent, you will all perish as well.3οὐχί λέγω ὑμῖν ἀλλ’ ἐὰν μὴ μετανοῆτε πάντες ὁμοίως ἀπολεῖσθε
4Or those eighteen that the tower in Siloam fell on and killed ​--​do you think they were more sinful than all the other people who live in Jerusalem?4 ἐκεῖνοι οἱ δέκα‿ οκτὼ ἐφ’ οὓς ἔπεσεν πύργος ἐν τῷ Σιλωὰμ καὶ ἀπέκτεινεν αὐτούς δοκεῖτε ὅτι αὐτοὶ ὀφειλέται ἐγένοντο παρὰ πάντας τοὺς ἀνθρώπους τοὺς κατοικοῦντας Ἰερουσαλήμ
5No, I tell you; but unless you repent, you will all perish as well.”5οὐχί λέγω ὑμῖν ἀλλ’ ἐὰν μὴ μετανοῆτε* πάντες ὡσαύτως ἀπολεῖσθε
6And he told this parable: “A man had a fig tree that was planted in his vineyard. He came looking for fruit on it and found none.6Ἔλεγεν δὲ ταύτην τὴν παραβολήν Συκῆν εἶχέν τις πεφυτευμένην ἐν τῷ ἀμπελῶνι αὐτοῦ καὶ ἦλθεν ζητῶν καρπὸν ἐν αὐτῇ καὶ οὐχ εὗρεν
7He told the vineyard worker, ‘Listen, for three years I have come looking for fruit on this fig tree and haven’t found any. Cut it down! Why should it even waste the soil? ’7εἶπεν δὲ πρὸς τὸν ἀμπελουργόν Ἰδοὺ τρία ἔτη ἀφ’ οὗ ἔρχομαι ζητῶν καρπὸν ἐν τῇ συκῇ ταύτῃ καὶ οὐχ εὑρίσκω ἔκκοψον [οὖν] αὐτήν ἵνα‿ τί καὶ τὴν γῆν καταργεῖ
8“But he replied to him, ‘Sir, leave it this year also, until I dig around it and fertilize it.8 δὲ ἀποκριθεὶς λέγει αὐτῷ Κύριε ἄφες αὐτὴν καὶ τοῦτο τὸ ἔτος ἕως ὅτου σκάψω περὶ αὐτὴν καὶ βάλω κόπρια
9Perhaps it will produce fruit next year, but if not, you can cut it down.’ ”9κἂν μὲν ποιήσῃ καρπὸν εἰς τὸ μέλλον εἰ δὲ μή¦γε ἐκκόψεις αὐτήν
10As he was teaching in one of the synagogues on the Sabbath,10Ἦν δὲ διδάσκων ἐν μιᾷ τῶν συναγωγῶν ἐν τοῖς σάββασιν
11a woman was there who had been disabled by a spirit for over eighteen years. She was bent over and could not straighten up at all.11καὶ ἰδοὺ γυνὴ πνεῦμα ἔχουσα ἀσθενείας ἔτη δέκα‿ οκτώ καὶ ἦν συνκύπτουσα καὶ μὴ δυναμένη ἀνακύψαι εἰς τὸ παντελές
12When Jesus saw her, he called out to her, “Woman, you are free of your disability.”12ἰδὼν δὲ αὐτὴν Ἰησοῦς προσεφώνησεν καὶ εἶπεν αὐτῇ Γύναι ἀπολέλυσαι τῆς ἀσθενείας σου
13Then he laid his hands on her, and instantly she was restored and began to glorify God.13καὶ ἐπέθηκεν αὐτῇ τὰς χεῖρας καὶ παραχρῆμα ἀνωρθώθη καὶ ἐδόξαζεν τὸν Θεόν
14But the leader of the synagogue, indignant because Jesus had healed on the Sabbath, responded by telling the crowd, “There are six days when work should be done; therefore come on those days and be healed and not on the Sabbath day.”14Ἀποκριθεὶς δὲ ἀρχισυνάγωγος ἀγανακτῶν ὅτι τῷ σαββάτῳ ἐθεράπευσεν Ἰησοῦς ἔλεγεν τῷ ὄχλῳ ὅτι Ἓξ ἡμέραι εἰσὶν ἐν αἷς δεῖ ἐργάζεσθαι ἐν αὐταῖς οὖν ἐρχόμενοι θεραπεύεσθε καὶ μὴ τῇ ἡμέρᾳ τοῦ σαββάτου
15But the Lord answered him and said, “Hypocrites! Doesn’t each one of you untie his ox or donkey from the feeding trough on the Sabbath and lead it to water?15Ἀπεκρίθη δὲ αὐτῷ Κύριος καὶ εἶπεν Ὑποκριταί ἕκαστος ὑμῶν τῷ σαββάτῳ οὐ λύει τὸν βοῦν αὐτοῦ τὸν ὄνον ἀπὸ τῆς φάτνης καὶ ἀπαγαγὼν ποτίζει
16Satan has bound this woman, a daughter of Abraham, for eighteen years ​--​shouldn’t she be untied from this bondage on the Sabbath day? ”16ταύτην δὲ θυγατέρα Ἀβραὰμ οὖσαν ἣν ἔδησεν Σατανᾶς ἰδοὺ δέκα καὶ ὀκτὼ ἔτη οὐκ ἔδει λυθῆναι ἀπὸ τοῦ δεσμοῦ τούτου τῇ ἡμέρᾳ τοῦ σαββάτου
17When he had said these things, all his adversaries were humiliated, but the whole crowd was rejoicing over all the glorious things he was doing.17Καὶ ταῦτα λέγοντος αὐτοῦ κατῃσχύνοντο πάντες οἱ ἀντικείμενοι αὐτῷ καὶ πᾶς ὄχλος ἔχαιρεν ἐπὶ πᾶσιν τοῖς ἐνδόξοις τοῖς γινομένοις ὑπ’ αὐτοῦ
18He said, therefore, “What is the kingdom of God like, and what can I compare it to?18Ἔλεγεν οὖν Τίνι ὁμοία ἐστὶν βασιλεία τοῦ Θεοῦ καὶ τίνι ὁμοιώσω αὐτήν
19It’s like a mustard seed that a man took and sowed in his garden. It grew and became a tree, and the birds of the sky nested in its branches.”19ὁμοία ἐστὶν κόκκῳ σινάπεως ὃν λαβὼν ἄνθρωπος ἔβαλεν εἰς κῆπον ἑαυτοῦ καὶ ηὔξησεν καὶ ἐγένετο εἰς δένδρον καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατεσκήνωσεν ἐν τοῖς κλάδοις αὐτοῦ
20Again he said, “What can I compare the kingdom of God to?20Καὶ πάλιν εἶπεν Τίνι ὁμοιώσω τὴν βασιλείαν τοῦ Θεοῦ
21It’s like leaven that a woman took and mixed into fifty pounds of flour until all of it was leavened.”21ὁμοία ἐστὶν ζύμῃ ἣν λαβοῦσα γυνὴ ἔκρυψεν εἰς ἀλεύρου σάτα τρία ἕως οὗ ἐζυμώθη ὅλον
22He went through one town and village after another, teaching and making his way to Jerusalem.22Καὶ διεπορεύετο κατὰ πόλεις καὶ κώμας διδάσκων καὶ πορείαν ποιούμενος εἰς Ἱεροσόλυμα
23“Lord,” someone asked him, “are only a few people going to be saved? ” He said to them,23Εἶπεν δέ τις αὐτῷ Κύριε εἰ ὀλίγοι οἱ σῳζόμενοι δὲ εἶπεν πρὸς αὐτούς
24“Make every effort to enter through the narrow door, because I tell you, many will try to enter and won’t be able24Ἀγωνίζεσθε εἰσελθεῖν διὰ τῆς στενῆς θύρας ὅτι πολλοί λέγω ὑμῖν ζητήσουσιν εἰσελθεῖν καὶ οὐκ ἰσχύσουσιν
25once the homeowner gets up and shuts the door. Then you will stand outside and knock on the door, saying, ‘Lord, open up for us! ’ He will answer you, ‘I don’t know you or where you’re from.’25ἀφ’ οὗ ἂν ἐγερθῇ οἰκοδεσπότης καὶ ἀποκλείσῃ τὴν θύραν καὶ ἄρξησθε ἔξω ἑστάναι καὶ κρούειν τὴν θύραν λέγοντες Κύριε ἄνοιξον ἡμῖν Καὶ ἀποκριθεὶς ἐρεῖ ὑμῖν Οὐκ οἶδα ὑμᾶς πόθεν ἐστέ
26Then you will say, ‘We ate and drank in your presence, and you taught in our streets.’26Τότε ἄρξεσθε λέγειν Ἐφάγομεν ἐνώπιόν σου καὶ ἐπίομεν καὶ ἐν ταῖς πλατείαις ἡμῶν ἐδίδαξας
27But he will say, ‘I tell you, I don’t know you or where you’re from. Get away from me, all you evildoers! ’27Καὶ ἐρεῖ Λέγων ὑμῖν Οὐκ οἶδα [ὑμᾶς] πόθεν ἐστέ ἀπόστητε ἀπ’ ἐμοῦ πάντες ἐργάται ἀδικίας
28There will be weeping and gnashing of teeth in that place, when you see Abraham, Isaac, Jacob, and all the prophets in the kingdom of God, but yourselves thrown out.28Ἐκεῖ ἔσται κλαυθμὸς καὶ βρυγμὸς τῶν ὀδόντων ὅταν ὄψησθε Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ καὶ πάντας τοὺς προφήτας ἐν τῇ βασιλείᾳ τοῦ Θεοῦ ὑμᾶς δὲ ἐκβαλλομένους ἔξω
29They will come from east and west, from north and south, to share the banquet in the kingdom of God.29καὶ ἥξουσιν ἀπὸ ἀνατολῶν καὶ δυσμῶν καὶ ἀπὸ βορρᾶ καὶ νότου καὶ ἀνακλιθήσονται ἐν τῇ βασιλείᾳ τοῦ Θεοῦ
30Note this: Some who are last will be first, and some who are first will be last.”30καὶ ἰδοὺ εἰσὶν ἔσχατοι οἳ ἔσονται πρῶτοι καὶ εἰσὶν πρῶτοι οἳ ἔσονται ἔσχατοι
31At that time some Pharisees came and told him, “Go, get out of here. Herod wants to kill you.”31Ἐν αὐτῇ τῇ ὥρᾳ προσῆλθάν τινες Φαρισαῖοι λέγοντες αὐτῷ Ἔξελθε καὶ πορεύου ἐντεῦθεν ὅτι Ἡρῴδης θέλει σε ἀποκτεῖναι
32He said to them, “Go tell that fox, ‘Look, I’m driving out demons and performing healings today and tomorrow, and on the third day I will complete my work.’32Καὶ εἶπεν αὐτοῖς Πορευθέντες εἴπατε τῇ ἀλώπεκι ταύτῃ Ἰδοὺ ἐκβάλλω δαιμόνια καὶ ἰάσεις ἀποτελῶ σήμερον καὶ αὔριον καὶ τῇ τρίτῃ τελειοῦμαι
33Yet it is necessary that I travel today, tomorrow, and the next day, because it is not possible for a prophet to perish outside of Jerusalem.33πλὴν δεῖ με σήμερον καὶ αὔριον καὶ τῇ ἐχομένῃ πορεύεσθαι ὅτι οὐκ ἐνδέχεται προφήτην ἀπολέσθαι ἔξω Ἰερουσαλήμ
34“Jerusalem, Jerusalem, who kills the prophets and stones those who are sent to her. How often I wanted to gather your children together, as a hen gathers her chicks under her wings, but you were not willing!34Ἰερουσαλὴμ Ἰερουσαλήμ ἀποκτείνουσα τοὺς προφήτας καὶ λιθοβολοῦσα τοὺς ἀπεσταλμένους πρὸς αὐτήν ποσάκις ἠθέλησα ἐπισυνάξαι τὰ τέκνα σου ὃν τρόπον ὄρνις τὴν ἑαυτῆς νοσσιὰν ὑπὸ τὰς πτέρυγας καὶ οὐκ ἠθελήσατε
35See, your house is abandoned to you. I tell you, you will not see me until the time comes when you say, ‘ Blessed is he who comes in the name of the Lord ’! ”35ἰδοὺ ἀφίεται ὑμῖν οἶκος ὑμῶν λέγω δὲ ὑμῖν οὐ μὴ ἴδητέ με ἕως ἥξει ὅτε εἴπητε Εὐλογημένος ἐρχόμενος ἐν ὀνόματι Κυρίου
The Christian Standard Bible. Copyright © 2017 by Holman Bible Publishers. Used by permission.Greek and Hebrew Study Bible courtesy Bible Hub and the Discovery Bible team.
Luke 12
Top of Page
Top of Page