Matthew 5
Study Bible ABP ▾ 
The Sermon on the Mount

Ἰδὼν δὲ τοὺς ὄχλους ἀνέβη εἰς τὸ ὄρος καὶ καθίσαντος αὐτοῦ προσῆλθαν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ καὶ ἀνοίξας τὸ στόμα αὐτοῦ ἐδίδασκεν αὐτοὺς λέγων

The Beatitudes

Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι Ὅτι αὐτῶν ἐστιν βασιλεία τῶν οὐρανῶν

Μακάριοι οἱ πενθοῦντες Ὅτι αὐτοὶ παρακληθήσονται

Μακάριοι οἱ πραεῖς Ὅτι αὐτοὶ κληρονομήσουσιν τὴν γῆν

Μακάριοι οἱ πεινῶντες καὶ διψῶντες τὴν δικαιοσύνην Ὅτι αὐτοὶ χορτασθήσονται

Μακάριοι οἱ ἐλεήμονες Ὅτι αὐτοὶ ἐλεηθήσονται

Μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ Ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται

Μακάριοι οἱ εἰρηνοποιοί Ὅτι αὐτοὶ υἱοὶ Θεοῦ κληθήσονται

10 Μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης Ὅτι αὐτῶν ἐστιν βασιλεία τῶν οὐρανῶν

11 Μακάριοί ἐστε ὅταν ὀνειδίσωσιν ὑμᾶς καὶ διώξωσιν καὶ εἴπωσιν πᾶν πονηρὸν καθ’ ὑμῶν ψευδόμενοι ἕνεκεν ἐμοῦ 12 χαίρετε καὶ ἀγαλλιᾶσθε ὅτι μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς οὕτως γὰρ ἐδίωξαν τοὺς προφήτας τοὺς πρὸ ὑμῶν

Salt and Light

13 Ὑμεῖς ἐστε τὸ ἅλας τῆς γῆς ἐὰν δὲ τὸ ἅλας μωρανθῇ ἐν τίνι ἁλισθήσεται εἰς οὐδὲν ἰσχύει ἔτι εἰ μὴ βληθὲν ἔξω καταπατεῖσθαι ὑπὸ τῶν ἀνθρώπων

14 Ὑμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου οὐ δύναται πόλις κρυβῆναι ἐπάνω ὄρους κειμένη 15 οὐδὲ καίουσιν λύχνον καὶ τιθέασιν αὐτὸν ὑπὸ τὸν μόδιον ἀλλ’ ἐπὶ τὴν λυχνίαν καὶ λάμπει πᾶσιν τοῖς ἐν τῇ οἰκίᾳ 16 οὕτως λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων ὅπως ἴδωσιν ὑμῶν τὰ καλὰ ἔργα καὶ δοξάσωσιν τὸν πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς

Jesus Fulfills the Law

17 Μὴ νομίσητε ὅτι ἦλθον καταλῦσαι τὸν νόμον τοὺς προφήτας οὐκ ἦλθον καταλῦσαι ἀλλὰ πληρῶσαι 18 ἀμὴν γὰρ λέγω ὑμῖν ἕως ἂν παρέλθῃ οὐρανὸς καὶ γῆ ἰῶτα ἓν μία κεραία οὐ μὴ παρέλθῃ ἀπὸ τοῦ νόμου ἕως ἂν πάντα γένηται 19 Ὃς ἐὰν οὖν λύσῃ μίαν τῶν ἐντολῶν τούτων τῶν ἐλαχίστων καὶ διδάξῃ οὕτως τοὺς ἀνθρώπους ἐλάχιστος κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν ὃς δ’ ἂν ποιήσῃ καὶ διδάξῃ οὗτος μέγας κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν

20 λέγω γὰρ ὑμῖν ὅτι ἐὰν μὴ περισσεύσῃ ὑμῶν δικαιοσύνη πλεῖον τῶν γραμματέων καὶ Φαρισαίων οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν

Anger and Reconciliation

21 Ἠκούσατε ὅτι ἐρρέθη τοῖς ἀρχαίοις Οὐ φονεύσεις ὃς δ’ ἂν φονεύσῃ ἔνοχος ἔσται τῇ κρίσει 22 ἐγὼ δὲ λέγω ὑμῖν ὅτι πᾶς ὀργιζόμενος τῷ ἀδελφῷ αὐτοῦ ἔνοχος ἔσται τῇ κρίσει ὃς δ’ ἂν εἴπῃ τῷ ἀδελφῷ αὐτοῦ Ῥακά ἔνοχος ἔσται τῷ συνεδρίῳ ὃς δ’ ἂν εἴπῃ Μωρέ ἔνοχος ἔσται εἰς τὴν γέενναν τοῦ πυρός 23 Ἐὰν οὖν προσφέρῃς τὸ δῶρόν σου ἐπὶ τὸ θυσιαστήριον κἀκεῖ μνησθῇς ὅτι ἀδελφός σου ἔχει τι κατὰ σοῦ 24 ἄφες ἐκεῖ τὸ δῶρόν σου ἔμπροσθεν τοῦ θυσιαστηρίου καὶ ὕπαγε πρῶτον διαλλάγηθι τῷ ἀδελφῷ σου καὶ τότε ἐλθὼν πρόσφερε τὸ δῶρόν σου 25 ἴσθι εὐνοῶν τῷ ἀντιδίκῳ σου ταχὺ ἕως ὅτου εἶ μετ’ αὐτοῦ ἐν τῇ ὁδῷ μή‿ ποτέ σε παραδῷ ἀντίδικος τῷ κριτῇ καὶ κριτὴς τῷ ὑπηρέτῃ καὶ εἰς φυλακὴν βληθήσῃ 26 ἀμὴν λέγω σοι οὐ μὴ ἐξέλθῃς ἐκεῖθεν ἕως ἂν ἀποδῷς τὸν ἔσχατον κοδράντην

27 Ἠκούσατε ὅτι ἐρρέθη Οὐ μοιχεύσεις 28 ἐγὼ δὲ λέγω ὑμῖν ὅτι πᾶς βλέπων γυναῖκα πρὸς τὸ ἐπιθυμῆσαι αὐτὴν ἤδη ἐμοίχευσεν αὐτὴν ἐν τῇ καρδίᾳ αὐτοῦ 29 εἰ δὲ ὀφθαλμός σου δεξιὸς σκανδαλίζει σε ἔξελε αὐτὸν καὶ βάλε ἀπὸ σοῦ συμφέρει γάρ σοι ἵνα ἀπόληται ἓν τῶν μελῶν σου καὶ μὴ ὅλον τὸ σῶμά σου βληθῇ εἰς γέενναν 30 καὶ εἰ δεξιά σου χεὶρ σκανδαλίζει σε ἔκκοψον αὐτὴν καὶ βάλε ἀπὸ σοῦ συμφέρει γάρ σοι ἵνα ἀπόληται ἓν τῶν μελῶν σου καὶ μὴ ὅλον τὸ σῶμά σου εἰς γέενναν ἀπέλθῃ

31 Ἐρρέθη δέ Ὃς ἂν ἀπολύσῃ τὴν γυναῖκα αὐτοῦ δότω αὐτῇ ἀποστάσιον 32 ἐγὼ δὲ λέγω ὑμῖν ὅτι πᾶς ἀπολύων τὴν γυναῖκα αὐτοῦ παρεκτὸς λόγου πορνείας ποιεῖ αὐτὴν μοιχευθῆναι καὶ ὃς ἐὰν ἀπολελυμένην γαμήσῃ μοιχᾶται

33 Πάλιν ἠκούσατε ὅτι ἐρρέθη τοῖς ἀρχαίοις Οὐκ ἐπιορκήσεις ἀποδώσεις δὲ τῷ Κυρίῳ τοὺς ὅρκους σου 34 ἐγὼ δὲ λέγω ὑμῖν μὴ ὀμόσαι ὅλως μήτε ἐν τῷ οὐρανῷ ὅτι θρόνος ἐστὶν τοῦ Θεοῦ 35 μήτε ἐν τῇ γῇ ὅτι ὑποπόδιόν ἐστιν τῶν ποδῶν αὐτοῦ μήτε εἰς Ἱεροσόλυμα ὅτι πόλις ἐστὶν τοῦ μεγάλου Βασιλέως 36 μήτε ἐν τῇ κεφαλῇ σου ὀμόσῃς ὅτι οὐ δύνασαι μίαν τρίχα λευκὴν ποιῆσαι μέλαιναν 37 ἔστω δὲ λόγος ὑμῶν Ναὶ ναί οὒ Οὔ τὸ δὲ περισσὸν τούτων ἐκ τοῦ πονηροῦ ἐστιν

Love Your Enemies

38 Ἠκούσατε ὅτι ἐρρέθη Ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ καὶ ὀδόντα ἀντὶ ὀδόντος 39 ἐγὼ δὲ λέγω ὑμῖν μὴ ἀντιστῆναι τῷ πονηρῷ ἀλλ’ ὅστις σε ῥαπίζει εἰς τὴν δεξιὰν σιαγόνα σου στρέψον αὐτῷ καὶ τὴν ἄλλην 40 καὶ τῷ θέλοντί σοι κριθῆναι καὶ τὸν χιτῶνά σου λαβεῖν ἄφες αὐτῷ καὶ τὸ ἱμάτιον 41 καὶ ὅστις σε ἀγγαρεύσει μίλιον ἕν ὕπαγε μετ’ αὐτοῦ δύο 42 τῷ αἰτοῦντί σε δός καὶ τὸν θέλοντα ἀπὸ σοῦ δανίσασθαι μὴ ἀποστραφῇς

43 Ἠκούσατε ὅτι ἐρρέθη Ἀγαπήσεις τὸν πλησίον σου καὶ μισήσεις τὸν ἐχθρόν σου 44 ἐγὼ δὲ λέγω ὑμῖν ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν καὶ προσεύχεσθε ὑπὲρ τῶν διωκόντων ὑμᾶς ⧼εὐλογεῖτε τοὺς καταρωμένους ὑμᾶς καλῶς ποιεῖτε τοῖς ἐπηρεαζόντων ὑμᾶς καὶ μισοῦσιν ὑμᾶς⧽ 45 ὅπως γένησθε υἱοὶ τοῦ Πατρὸς ὑμῶν τοῦ ἐν οὐρανοῖς ὅτι τὸν ἥλιον αὐτοῦ ἀνατέλλει ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς καὶ βρέχει ἐπὶ δικαίους καὶ ἀδίκους 46 ἐὰν γὰρ ἀγαπήσητε τοὺς ἀγαπῶντας ὑμᾶς τίνα μισθὸν ἔχετε οὐχὶ καὶ οἱ τελῶναι τὸ αὐτὸ ποιοῦσιν 47 καὶ ἐὰν ἀσπάσησθε τοὺς ἀδελφοὺς ὑμῶν μόνον τί περισσὸν ποιεῖτε οὐχὶ καὶ οἱ ἐθνικοὶ τὸ αὐτὸ ποιοῦσιν 48 Ἔσεσθε οὖν ὑμεῖς τέλειοι ὡς Πατὴρ ὑμῶν οὐράνιος τέλειός ἐστιν

Study Bible by Bible Hub in cooperation with Helps Ministries. For comparative study, where possible, chapter and verse numbers are mapped to the traditional convention used by modern English texts.

Section Headings Courtesy INT Bible © 2012, Used by Permission

Bible Hub


Matthew 4
Top of Page
Top of Page