Philippians 2
Study Bible ABP ▾ 
Being One in Christ

Εἴ τις οὖν παράκλησις ἐν Χριστῷ εἴ τι παραμύθιον ἀγάπης εἴ τις κοινωνία Πνεύματος εἴ τις σπλάγχνα καὶ οἰκτιρμοί πληρώσατέ μου τὴν χαρὰν ἵνα τὸ αὐτὸ φρονῆτε τὴν αὐτὴν ἀγάπην ἔχοντες σύμψυχοι τὸ ἓν φρονοῦντες μηδὲν κατ’ ἐριθείαν μηδὲ κατὰ κενοδοξίαν ἀλλὰ τῇ ταπεινοφροσύνῃ ἀλλήλους ἡγούμενοι ὑπερέχοντας ἑαυτῶν μὴ τὰ ἑαυτῶν ἕκαστοι σκοποῦντες ἀλλὰ καὶ τὰ ἑτέρων ἕκαστοι

The Attitude of Christ

Τοῦτο φρονεῖτε ἐν ὑμῖν καὶ ἐν Χριστῷ Ἰησοῦ Ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ ἀλλὰ ἑαυτὸν ἐκένωσεν μορφὴν δούλου λαβών ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος ἐταπείνωσεν ἑαυτὸν γενόμενος ὑπήκοος μέχρι θανάτου θανάτου δὲ σταυροῦ Διὸ καὶ Θεὸς αὐτὸν ὑπερύψωσεν καὶ ἐχαρίσατο αὐτῷ τὸ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα 10 ἵνα ἐν τῷ ὀνόματι Ἰησοῦ πᾶν γόνυ κάμψῃ ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων 11 καὶ πᾶσα γλῶσσα ἐξομολογήσηται ὅτι ΚΥΡΙΟΣ ΙΗΣΟΥΣ ΧΡΙΣΤΟΣ εἰς δόξαν Θεοῦ Πατρός

Shining as Stars

12 Ὥστε ἀγαπητοί μου καθὼς πάντοτε ὑπηκούσατε μὴ ὡς ἐν τῇ παρουσίᾳ μου μόνον ἀλλὰ νῦν πολλῷ μᾶλλον ἐν τῇ ἀπουσίᾳ μου μετὰ φόβου καὶ τρόμου τὴν ἑαυτῶν σωτηρίαν κατεργάζεσθε 13 Θεὸς γάρ ἐστιν ἐνεργῶν ἐν ὑμῖν καὶ τὸ θέλειν καὶ τὸ ἐνεργεῖν ὑπὲρ τῆς εὐδοκίας

14 Πάντα ποιεῖτε χωρὶς γογγυσμῶν καὶ διαλογισμῶν 15 ἵνα γένησθε ἄμεμπτοι καὶ ἀκέραιοι τέκνα Θεοῦ ἄμωμα μέσον γενεᾶς σκολιᾶς καὶ διεστραμμένης ἐν οἷς φαίνεσθε ὡς φωστῆρες ἐν κόσμῳ 16 λόγον ζωῆς ἐπέχοντες εἰς καύχημα ἐμοὶ εἰς ἡμέραν Χριστοῦ ὅτι οὐκ εἰς κενὸν ἔδραμον οὐδὲ εἰς κενὸν ἐκοπίασα 17 Ἀλλὰ εἰ καὶ σπένδομαι ἐπὶ τῇ θυσίᾳ καὶ λειτουργίᾳ τῆς πίστεως ὑμῶν χαίρω καὶ συνχαίρω πᾶσιν ὑμῖν 18 τὸ δὲ αὐτὸ καὶ ὑμεῖς χαίρετε καὶ συνχαίρετέ μοι

Timothy and Epaphroditus

19 Ἐλπίζω δὲ ἐν Κυρίῳ Ἰησοῦ Τιμόθεον ταχέως πέμψαι ὑμῖν ἵνα κἀγὼ εὐψυχῶ γνοὺς τὰ περὶ ὑμῶν 20 οὐδένα γὰρ ἔχω ἰσόψυχον ὅστις γνησίως τὰ περὶ ὑμῶν μεριμνήσει 21 οἱ πάντες γὰρ τὰ ἑαυτῶν ζητοῦσιν οὐ τὰ Χριστοῦ Ἰησοῦ 22 τὴν δὲ δοκιμὴν αὐτοῦ γινώσκετε ὅτι ὡς πατρὶ τέκνον σὺν ἐμοὶ ἐδούλευσεν εἰς τὸ εὐαγγέλιον 23 Τοῦτον μὲν οὖν ἐλπίζω πέμψαι ὡς ἂν ἀφίδω τὰ περὶ ἐμὲ ἐξαυτῆς 24 πέποιθα δὲ ἐν Κυρίῳ ὅτι καὶ αὐτὸς ταχέως ἐλεύσομαι

Epaphroditus Commended

25 Ἀναγκαῖον δὲ ἡγησάμην Ἐπαφρόδιτον τὸν ἀδελφὸν καὶ συνεργὸν καὶ συστρατιώτην μου ὑμῶν δὲ ἀπόστολον καὶ λειτουργὸν τῆς χρείας μου πέμψαι πρὸς ὑμᾶς 26 ἐπειδὴ ἐπιποθῶν ἦν πάντας ὑμᾶς (ἰδεῖν) καὶ ἀδημονῶν διότι ἠκούσατε ὅτι ἠσθένησεν 27 καὶ γὰρ ἠσθένησεν παραπλήσιον θανάτῳ ἀλλὰ Θεὸς ἠλέησεν αὐτόν οὐκ αὐτὸν δὲ μόνον ἀλλὰ καὶ ἐμέ ἵνα μὴ λύπην ἐπὶ λύπην σχῶ 28 Σπουδαιοτέρως οὖν ἔπεμψα αὐτὸν ἵνα ἰδόντες αὐτὸν πάλιν χαρῆτε κἀγὼ ἀλυπότερος 29 προσδέχεσθε οὖν αὐτὸν ἐν Κυρίῳ μετὰ πάσης χαρᾶς καὶ τοὺς τοιούτους ἐντίμους ἔχετε 30 ὅτι διὰ τὸ ἔργον Χριστοῦ μέχρι θανάτου ἤγγισεν παραβολευσάμενος τῇ ψυχῇ ἵνα ἀναπληρώσῃ τὸ ὑμῶν ὑστέρημα τῆς πρός με λειτουργίας

Study Bible by Bible Hub in cooperation with Helps Ministries. For comparative study, where possible, chapter and verse numbers are mapped to the traditional convention used by modern English texts.

Section Headings Courtesy INT Bible © 2012, Used by Permission

Bible Hub


Philippians 1
Top of Page
Top of Page