Par 

14 Καὶ προσελθὼν ἥψατο τῆς σοροῦ οἱ δὲ βαστάζοντες ἔστησαν καὶ εἶπεν Νεανίσκε σοὶ λέγω ἐγέρθητι

15 καὶ ἀνεκάθισεν νεκρὸς καὶ ἤρξατο λαλεῖν καὶ ἔδωκεν αὐτὸν τῇ μητρὶ αὐτοῦ

16 Ἔλαβεν δὲ φόβος πάντας καὶ ἐδόξαζον τὸν Θεὸν λέγοντες ὅτι Προφήτης μέγας ἠγέρθη ἐν ἡμῖν καὶ ὅτι Ἐπεσκέψατο Θεὸς τὸν λαὸν αὐτοῦ

17 καὶ ἐξῆλθεν λόγος οὗτος ἐν ὅλῃ τῇ Ἰουδαίᾳ περὶ αὐτοῦ καὶ πάσῃ τῇ περιχώρῳ

18 Καὶ ἀπήγγειλαν Ἰωάννῃ οἱ μαθηταὶ αὐτοῦ περὶ πάντων τούτων

19 καὶ προσκαλεσάμενος δύο τινὰς τῶν μαθητῶν αὐτοῦ Ἰωάννης ἔπεμψεν πρὸς τὸν Κύριον λέγων Σὺ εἶ ἐρχόμενος ἄλλον προσδοκῶμεν

20 Παραγενόμενοι δὲ πρὸς αὐτὸν οἱ ἄνδρες εἶπαν Ἰωάννης Βαπτιστὴς ἀπέστειλεν ἡμᾶς πρὸς σὲ λέγων Σὺ εἶ ἐρχόμενος ἄλλον προσδοκῶμεν

21 Ἐν ἐκείνῃ τῇ ὥρᾳ ἐθεράπευσεν πολλοὺς ἀπὸ νόσων καὶ μαστίγων καὶ πνευμάτων πονηρῶν καὶ τυφλοῖς πολλοῖς ἐχαρίσατο βλέπειν

22 καὶ ἀποκριθεὶς εἶπεν αὐτοῖς Πορευθέντες ἀπαγγείλατε Ἰωάννῃ εἴδετε καὶ ἠκούσατε τυφλοὶ ἀναβλέπουσιν χωλοὶ περιπατοῦσιν λεπροὶ καθαρίζονται καὶ κωφοὶ ἀκούουσιν νεκροὶ ἐγείρονται πτωχοὶ εὐαγγελίζονται

23 καὶ μακάριός ἐστιν ὃς ἐὰν μὴ σκανδαλισθῇ ἐν ἐμοί

24 Ἀπελθόντων δὲ τῶν ἀγγέλων Ἰωάννου ἤρξατο λέγειν πρὸς τοὺς ὄχλους περὶ Ἰωάννου Τί ἐξήλθατε εἰς τὴν ἔρημον θεάσασθαι κάλαμον ὑπὸ ἀνέμου σαλευόμενον

25 ἀλλὰ τί ἐξήλθατε ἰδεῖν ἄνθρωπον ἐν μαλακοῖς ἱματίοις ἠμφιεσμένον ἰδοὺ οἱ ἐν ἱματισμῷ ἐνδόξῳ καὶ τρυφῇ ὑπάρχοντες ἐν τοῖς βασιλείοις εἰσίν

26 Ἀλλὰ τί ἐξήλθατε ἰδεῖν προφήτην ναί λέγω ὑμῖν καὶ περισσότερον προφήτου

27 οὗτός ἐστιν περὶ οὗ γέγραπται Ἰδοὺ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου Ὃς κατασκευάσει τὴν ὁδόν σου ἔμπροσθέν σου

28 Λέγω ὑμῖν μείζων ἐν γεννητοῖς γυναικῶν Ἰωάννου οὐδείς ἐστιν δὲ μικρότερος ἐν τῇ βασιλείᾳ τοῦ Θεοῦ μείζων αὐτοῦ ἐστιν

29 Καὶ πᾶς λαὸς ἀκούσας καὶ οἱ τελῶναι ἐδικαίωσαν τὸν Θεόν βαπτισθέντες τὸ βάπτισμα Ἰωάννου

30 οἱ δὲ Φαρισαῖοι καὶ οἱ νομικοὶ τὴν βουλὴν τοῦ Θεοῦ ἠθέτησαν εἰς ἑαυτούς μὴ βαπτισθέντες ὑπ’ αὐτοῦ

31 Τίνι οὖν ὁμοιώσω τοὺς ἀνθρώπους τῆς γενεᾶς ταύτης καὶ τίνι εἰσὶν ὅμοιοι

32 ὅμοιοί εἰσιν παιδίοις τοῖς ἐν ἀγορᾷ καθημένοις καὶ προσφωνοῦσιν ἀλλήλοις λέγει Ηὐλήσαμεν ὑμῖν καὶ οὐκ ὠρχήσασθε Ἐθρηνήσαμεν καὶ οὐκ ἐκλαύσατε

33 Ἐλήλυθεν γὰρ Ἰωάννης Βαπτιστὴς μὴ ἐσθίων ἄρτον μήτε πίνων οἶνον καὶ λέγετε Δαιμόνιον ἔχει

34 ἐλήλυθεν Υἱὸς τοῦ ἀνθρώπου ἐσθίων καὶ πίνων καὶ λέγετε Ἰδοὺ ἄνθρωπος φάγος καὶ οἰνοπότης φίλος τελωνῶν καὶ ἁμαρτωλῶν

35 καὶ ἐδικαιώθη σοφία ἀπὸ πάντων τῶν τέκνων αὐτῆς

36 Ἠρώτα δέ τις αὐτὸν τῶν Φαρισαίων ἵνα φάγῃ μετ’ αὐτοῦ καὶ εἰσελθὼν εἰς τὸν οἶκον τοῦ Φαρισαίου κατεκλίθη

37 καὶ ἰδοὺ γυνὴ ἥτις ἦν ἐν τῇ πόλει ἁμαρτωλός καὶ ἐπιγνοῦσα ὅτι κατάκειται ἐν τῇ οἰκίᾳ τοῦ Φαρισαίου κομίσασα ἀλάβαστρον μύρου

38 καὶ στᾶσα ὀπίσω παρὰ τοὺς πόδας αὐτοῦ κλαίουσα τοῖς δάκρυσιν ἤρξατο βρέχειν τοὺς πόδας αὐτοῦ καὶ ταῖς θριξὶν τῆς κεφαλῆς αὐτῆς ἐξέμασσεν καὶ κατεφίλει τοὺς πόδας αὐτοῦ καὶ ἤλειφεν τῷ μύρῳ

39 Ἰδὼν δὲ Φαρισαῖος καλέσας αὐτὸν εἶπεν ἐν ἑαυτῷ λέγων Οὗτος εἰ ἦν (ὁ) προφήτης ἐγίνωσκεν ἂν τίς καὶ ποταπὴ γυνὴ ἥτις ἅπτεται αὐτοῦ ὅτι ἁμαρτωλός ἐστιν

40 Καὶ ἀποκριθεὶς Ἰησοῦς εἶπεν πρὸς αὐτόν Σίμων ἔχω σοί τι εἰπεῖν δέ Διδάσκαλε εἰπέ φησίν

41 Δύο χρεοφειλέται ἦσαν δανιστῇ τινι εἷς ὤφειλεν δηνάρια πεντακόσια δὲ ἕτερος πεντήκοντα

42 μὴ ἐχόντων αὐτῶν ἀποδοῦναι ἀμφοτέροις ἐχαρίσατο τίς οὖν αὐτῶν πλεῖον ἀγαπήσει αὐτόν

43 Ἀποκριθεὶς Σίμων εἶπεν Ὑπολαμβάνω ὅτι τὸ πλεῖον ἐχαρίσατο δὲ εἶπεν αὐτῷ Ὀρθῶς ἔκρινας

44 Καὶ στραφεὶς πρὸς τὴν γυναῖκα τῷ Σίμωνι ἔφη Βλέπεις ταύτην τὴν γυναῖκα εἰσῆλθόν σου εἰς τὴν οἰκίαν ὕδωρ μοι ἐπὶ πόδας οὐκ ἔδωκας αὕτη δὲ τοῖς δάκρυσιν ἔβρεξέν μου τοὺς πόδας καὶ ταῖς θριξὶν αὐτῆς ἐξέμαξεν

45 φίλημά μοι οὐκ ἔδωκας αὕτη δὲ ἀφ’ ἧς εἰσῆλθον οὐ διέλιπεν καταφιλοῦσά μου τοὺς πόδας

46 ἐλαίῳ τὴν κεφαλήν μου οὐκ ἤλειψας αὕτη δὲ μύρῳ ἤλειψεν τοὺς πόδας μου

47 οὗ χάριν λέγω σοι ἀφέωνται αἱ ἁμαρτίαι αὐτῆς αἱ πολλαί ὅτι ἠγάπησεν πολύ δὲ ὀλίγον ἀφίεται ὀλίγον ἀγαπᾷ

48 Εἶπεν δὲ αὐτῇ Ἀφέωνταί σου αἱ ἁμαρτίαι

49 Καὶ ἤρξαντο οἱ συνανακείμενοι λέγειν ἐν ἑαυτοῖς Τίς οὗτός ἐστιν ὃς καὶ ἁμαρτίας ἀφίησιν

50 Εἶπεν δὲ πρὸς τὴν γυναῖκα πίστις σου σέσωκέν σε πορεύου εἰς εἰρήνην

Luke 7:14-50, Hebrew & Greek Study Bible. Public domain.
Luke 6
Top of Page
Top of Page










Copied