| 1 |
Λέγω οὖν μὴ ἀπώσατο ὁ Θεὸς τὸν λαὸν αὐτοῦ μὴ γένοιτο καὶ γὰρ ἐγὼ Ἰσραηλίτης εἰμί ἐκ σπέρματος Ἀβραάμ φυλῆς Βενιαμίν |
I ask then, did God reject His people? Certainly not! I am an Israelite myself, a descendant of Abraham, from the tribe of Benjamin. |
|
| 2 |
οὐκ ἀπώσατο ὁ Θεὸς τὸν λαὸν αὐτοῦ ὃν προέγνω ἢ οὐκ οἴδατε ἐν Ἠλίᾳ τί λέγει ἡ γραφή ὡς ἐντυγχάνει τῷ Θεῷ κατὰ τοῦ Ἰσραήλ |
God did not reject His people, whom He foreknew. Do you not know what the Scripture says about Elijah, how he appealed to God against Israel: |
|
| 3 |
Κύριε τοὺς προφήτας σου ἀπέκτειναν τὰ θυσιαστήριά σου κατέσκαψαν κἀγὼ ὑπελείφθην μόνος καὶ ζητοῦσιν τὴν ψυχήν μου |
“Lord, they have killed Your prophets and torn down Your altars. I am the only one left, and they are seeking my life as well” |
|
| 4 |
Ἀλλὰ τί λέγει αὐτῷ ὁ χρηματισμός Κατέλιπον ἐμαυτῷ ἑπτακισχιλίους ἄνδρας οἵτινες οὐκ ἔκαμψαν γόνυ τῇ Βάαλ |
And what was the divine reply to him? “I have reserved for Myself seven thousand men who have not bowed the knee to Baal.” |
|
| 5 |
Οὕτως οὖν καὶ ἐν τῷ νῦν καιρῷ λεῖμμα* κατ’ ἐκλογὴν χάριτος γέγονεν |
In the same way, at the present time there is a remnant chosen by grace. |
|
| 6 |
εἰ δὲ χάριτι οὐκέτι ἐξ ἔργων ἐπεὶ ἡ χάρις οὐκέτι γίνεται χάρις ⧼Εἰ δὲ ἐξ ἔργων οὐκέτι ἐστὶν χάρις ἐπεὶ τὸ ἔργον οὐκέτι ἐστὶν ἔργον⧽ |
And if it is by grace, then it is no longer by works. Otherwise, grace would no longer be grace. |
|
| 7 |
Τί οὖν ὃ ἐπιζητεῖ Ἰσραήλ τοῦτο οὐκ ἐπέτυχεν ἡ δὲ ἐκλογὴ ἐπέτυχεν οἱ δὲ λοιποὶ ἐπωρώθησαν |
What then? What Israel was seeking, it failed to obtain, but the elect did. The others were hardened, |
|
| 8 |
καθὼς* γέγραπται Ἔδωκεν αὐτοῖς ὁ Θεὸς πνεῦμα κατανύξεως ὀφθαλμοὺς τοῦ μὴ βλέπειν καὶ ὦτα τοῦ μὴ ἀκούειν ἕως τῆς σήμερον ἡμέρας |
as it is written: “God gave them a spirit of stupor, eyes that could not see, and ears that could not hear, to this very day.” |
|
| 9 |
Καὶ Δαυὶδ λέγει Γενηθήτω ἡ τράπεζα αὐτῶν εἰς παγίδα καὶ εἰς θήραν καὶ εἰς σκάνδαλον καὶ εἰς ἀνταπόδομα αὐτοῖς |
And David says: “May their table become a snare and a trap, a stumbling block and a retribution to them. |
|
| 10 |
σκοτισθήτωσαν οἱ ὀφθαλμοὶ αὐτῶν τοῦ μὴ βλέπειν καὶ τὸν νῶτον αὐτῶν διὰ παντὸς σύνκαμψον |
May their eyes be darkened so they cannot see, and their backs be bent forever.” |
|
| 11 |
Λέγω οὖν μὴ ἔπταισαν ἵνα πέσωσιν μὴ γένοιτο ἀλλὰ τῷ αὐτῶν παραπτώματι ἡ σωτηρία τοῖς ἔθνεσιν εἰς τὸ παραζηλῶσαι αὐτούς |
I ask then, did they stumble so as to fall beyond recovery? Certainly not! However, because of their trespass, salvation has come to the Gentiles to make Israel jealous. |
|
| 12 |
εἰ δὲ τὸ παράπτωμα αὐτῶν πλοῦτος κόσμου καὶ τὸ ἥττημα αὐτῶν πλοῦτος ἐθνῶν πόσῳ μᾶλλον τὸ πλήρωμα αὐτῶν |
But if their trespass means riches for the world, and their failure means riches for the Gentiles, how much greater riches will their fullness bring! |
|
| 13 |
Ὑμῖν δὲ λέγω τοῖς ἔθνεσιν ἐφ’ ὅσον μὲν οὖν εἰμι ἐγὼ ἐθνῶν ἀπόστολος τὴν διακονίαν μου δοξάζω |
I am speaking to you Gentiles. Inasmuch as I am the apostle to the Gentiles, I magnify my ministry |
|
| 14 |
εἴ πως παραζηλώσω μου τὴν σάρκα καὶ σώσω τινὰς ἐξ αὐτῶν |
in the hope that I may provoke my own people to jealousy and save some of them. |
|
| 15 |
εἰ γὰρ ἡ ἀποβολὴ αὐτῶν καταλλαγὴ κόσμου τίς ἡ πρόσλημψις εἰ μὴ ζωὴ ἐκ νεκρῶν |
For if their rejection is the reconciliation of the world, what will their acceptance be but life from the dead? |
|
| 16 |
εἰ δὲ ἡ ἀπαρχὴ ἁγία καὶ τὸ φύραμα καὶ εἰ ἡ ῥίζα ἁγία καὶ οἱ κλάδοι |
If the first part of the dough is holy, so is the whole batch; if the root is holy, so are the branches. |
|
| 17 |
Εἰ δέ τινες τῶν κλάδων ἐξεκλάσθησαν σὺ δὲ ἀγριέλαιος ὢν ἐνεκεντρίσθης ἐν αὐτοῖς καὶ συνκοινωνὸς τῆς ῥίζης τῆς πιότητος τῆς ἐλαίας ἐγένου |
Now if some branches have been broken off, and you, a wild olive shoot, have been grafted in among the others to share in the nourishment of the olive root, |
|
| 18 |
μὴ κατακαυχῶ τῶν κλάδων εἰ δὲ κατακαυχᾶσαι οὐ σὺ τὴν ῥίζαν βαστάζεις ἀλλὰ ἡ ῥίζα σέ |
do not boast over those branches. If you do, remember this: You do not support the root, but the root supports you. |
|
| 19 |
Ἐρεῖς οὖν Ἐξεκλάσθησαν κλάδοι ἵνα ἐγὼ ἐγκεντρισθῶ |
You will say then, “Branches were broken off so that I could be grafted in. |
|
| 20 |
καλῶς τῇ ἀπιστίᾳ ἐξεκλάσθησαν σὺ δὲ τῇ πίστει ἕστηκας μὴ ὑψηλὰ φρόνει ἀλλὰ φοβοῦ |
That is correct: They were broken off because of unbelief, but you stand by faith. Do not be arrogant, but be afraid. |
|
| 21 |
εἰ γὰρ ὁ Θεὸς τῶν κατὰ φύσιν κλάδων οὐκ ἐφείσατο [μή πως] οὐδὲ σοῦ φείσεται |
For if God did not spare the natural branches, He will certainly not spare you either. |
|
| 22 |
ἴδε οὖν χρηστότητα καὶ ἀποτομίαν Θεοῦ ἐπὶ μὲν τοὺς πεσόντας ἀποτομία ἐπὶ δὲ σὲ χρηστότης Θεοῦ ἐὰν ἐπιμένῃς τῇ χρηστότητι ἐπεὶ καὶ σὺ ἐκκοπήσῃ |
Take notice, therefore, of the kindness and severity of God: severity to those who fell, but kindness to you, if you continue in His kindness. Otherwise you also will be cut off. |
|
| 23 |
κἀκεῖνοι δέ ἐὰν μὴ ἐπιμένωσιν τῇ ἀπιστίᾳ ἐνκεντρισθήσονται δυνατὸς γάρ ἐστιν ὁ Θεὸς πάλιν ἐνκεντρίσαι αὐτούς |
And if they do not persist in unbelief, they will be grafted in, for God is able to graft them in again. |
|
| 24 |
εἰ γὰρ σὺ ἐκ τῆς κατὰ φύσιν ἐξεκόπης ἀγριελαίου καὶ παρὰ φύσιν ἐνεκεντρίσθης εἰς καλλιέλαιον πόσῳ μᾶλλον οὗτοι οἱ κατὰ φύσιν ἐνκεντρισθήσονται τῇ ἰδίᾳ ἐλαίᾳ |
For if you were cut from a wild olive tree, and contrary to nature were grafted into one that is cultivated, how much more readily will these, the natural branches, be grafted into their own olive tree! |
|
| 25 |
Οὐ γὰρ θέλω ὑμᾶς ἀγνοεῖν ἀδελφοί τὸ μυστήριον τοῦτο ἵνα μὴ ἦτε ἐν ἑαυτοῖς φρόνιμοι ὅτι πώρωσις ἀπὸ μέρους τῷ Ἰσραὴλ γέγονεν ἄχρι οὗ τὸ πλήρωμα τῶν ἐθνῶν εἰσέλθῃ |
I do not want you to be ignorant of this mystery, brothers, so that you will not be conceited: A hardening in part has come to Israel, until the full number of the Gentiles has come in. |
|
| 26 |
καὶ οὕτως πᾶς Ἰσραὴλ σωθήσεται καθὼς γέγραπται Ἥξει ἐκ Σιὼν ὁ Ῥυόμενος ἀποστρέψει ἀσεβείας ἀπὸ Ἰακώβ |
And so all Israel will be saved, as it is written: “The Deliverer will come from Zion; He will remove godlessness from Jacob. |
|
| 27 |
καὶ αὕτη αὐτοῖς ἡ παρ’ ἐμοῦ διαθήκη ὅταν ἀφέλωμαι τὰς ἁμαρτίας αὐτῶν |
And this is My covenant with them when I take away their sins.” |
|
| 28 |
Κατὰ μὲν τὸ εὐαγγέλιον ἐχθροὶ δι’ ὑμᾶς κατὰ δὲ τὴν ἐκλογὴν ἀγαπητοὶ διὰ τοὺς πατέρας |
Regarding the gospel, they are enemies on your account; but regarding election, they are loved on account of the patriarchs. |
|
| 29 |
ἀμεταμέλητα γὰρ τὰ χαρίσματα καὶ ἡ κλῆσις τοῦ Θεοῦ |
For God’s gifts and His call are irrevocable. |
|
| 30 |
Ὥσπερ γὰρ ὑμεῖς ποτε ἠπειθήσατε τῷ Θεῷ νῦν δὲ ἠλεήθητε τῇ τούτων ἀπειθείᾳ |
Just as you who formerly disobeyed God have now received mercy through their disobedience, |
|
| 31 |
οὕτως καὶ οὗτοι νῦν ἠπείθησαν τῷ ὑμετέρῳ ἐλέει ἵνα καὶ αὐτοὶ νῦν ἐλεηθῶσιν |
so they too have now disobeyed, in order that they too may now receive mercy through the mercy shown to you. |
|
| 32 |
συνέκλεισεν γὰρ ὁ Θεὸς τοὺς πάντας εἰς ἀπείθειαν ἵνα τοὺς πάντας ἐλεήσῃ |
For God has consigned everyone to disobedience so that He may have mercy on everyone. |
|
| 33 |
Ὦ βάθος πλούτου καὶ σοφίας καὶ γνώσεως Θεοῦ ὡς ἀνεξεραύνητα τὰ κρίματα αὐτοῦ καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ |
O, the depth of the riches of the wisdom and knowledge of God! How unsearchable are His judgments, and untraceable His ways! |
|
| 34 |
Τίς γὰρ ἔγνω νοῦν Κυρίου ἢ τίς σύμβουλος αὐτοῦ ἐγένετο |
“Who has known the mind of the Lord? Or who has been His counselor?” |
|
| 35 |
Ἢ τίς προέδωκεν αὐτῷ καὶ ἀνταποδοθήσεται αὐτῷ |
“Who has first given to God, that God should repay him?” |
|
| 36 |
ὅτι ἐξ αὐτοῦ καὶ δι’ αὐτοῦ καὶ εἰς αὐτὸν τὰ πάντα αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας ἀμήν |
For from Him and through Him and to Him are all things. To Him be the glory forever! Amen. |
|