Mark 11
[an error occurred while processing this directive] Parallel GRK [BSB CSB ESV HCS KJV ISV NAS NET NIV NLT GRK]
[an error occurred while processing this directive]Greek Study Bible
1[an error occurred while processing this directive]1Καὶ ὅτε ἐγγίζουσιν εἰς Ἱεροσόλυμα εἰς Βηθφαγὴ καὶ Βηθανίαν πρὸς τὸ ὄρος τῶν Ἐλαιῶν ἀποστέλλει δύο τῶν μαθητῶν αὐτοῦ
2[an error occurred while processing this directive]2καὶ λέγει αὐτοῖς Ὑπάγετε εἰς τὴν κώμην τὴν κατέναντι ὑμῶν καὶ εὐθὺς εἰσπορευόμενοι εἰς αὐτὴν εὑρήσετε πῶλον δεδεμένον ἐφ’ ὃν οὐδεὶς οὔπω ἀνθρώπων ἐκάθισεν λύσατε αὐτὸν καὶ φέρετε
3[an error occurred while processing this directive]3καὶ ἐάν τις ὑμῖν εἴπῃ Τί ποιεῖτε τοῦτο εἴπατε ‹Ὅτι› Κύριος αὐτοῦ χρείαν ἔχει καὶ εὐθὺς αὐτὸν ἀποστέλλει πάλιν ὧδε
4[an error occurred while processing this directive]4Καὶ ἀπῆλθον καὶ εὗρον πῶλον δεδεμένον πρὸς θύραν ἔξω ἐπὶ τοῦ ἀμφόδου καὶ λύουσιν αὐτόν
5[an error occurred while processing this directive]5καί τινες τῶν ἐκεῖ ἑστηκότων ἔλεγον αὐτοῖς Τί ποιεῖτε λύοντες τὸν πῶλον
6[an error occurred while processing this directive]6Οἱ δὲ εἶπαν αὐτοῖς καθὼς εἶπεν Ἰησοῦς καὶ ἀφῆκαν αὐτούς
7[an error occurred while processing this directive]7καὶ φέρουσιν τὸν πῶλον πρὸς τὸν Ἰησοῦν καὶ ἐπιβάλλουσιν αὐτῷ τὰ ἱμάτια αὐτῶν καὶ ἐκάθισεν ἐπ’ αὐτόν
8[an error occurred while processing this directive]8Καὶ πολλοὶ τὰ ἱμάτια αὐτῶν ἔστρωσαν εἰς τὴν ὁδόν ἄλλοι δὲ στιβάδας κόψαντες ἐκ τῶν ἀγρῶν
9[an error occurred while processing this directive]9καὶ οἱ προάγοντες καὶ οἱ ἀκολουθοῦντες ἔκραζον Ὡσαννά Εὐλογημένος ἐρχόμενος ἐν ὀνόματι Κυρίου
10[an error occurred while processing this directive]10Εὐλογημένη ἐρχομένη βασιλεία τοῦ πατρὸς ἡμῶν Δαυίδ Ὡσαννὰ ἐν τοῖς ὑψίστοις
11[an error occurred while processing this directive]11Καὶ εἰσῆλθεν εἰς Ἱεροσόλυμα εἰς τὸ ἱερόν καὶ περιβλεψάμενος πάντα ὀψὲ ἤδη οὔσης τῆς ὥρας ἐξῆλθεν εἰς Βηθανίαν μετὰ τῶν δώδεκα
12[an error occurred while processing this directive]12Καὶ τῇ ἐπαύριον ἐξελθόντων αὐτῶν ἀπὸ Βηθανίας ἐπείνασεν
13[an error occurred while processing this directive]13καὶ ἰδὼν συκῆν ἀπὸ μακρόθεν ἔχουσαν φύλλα ἦλθεν εἰ ἄρα τι εὑρήσει ἐν αὐτῇ καὶ ἐλθὼν ἐπ’ αὐτὴν οὐδὲν εὗρεν εἰ μὴ φύλλα γὰρ καιρὸς οὐκ ἦν σύκων
14[an error occurred while processing this directive]14καὶ ἀποκριθεὶς εἶπεν αὐτῇ Μηκέτι εἰς τὸν αἰῶνα ἐκ σοῦ μηδεὶς καρπὸν φάγοι καὶ ἤκουον οἱ μαθηταὶ αὐτοῦ
15[an error occurred while processing this directive]15Καὶ ἔρχονται εἰς Ἱεροσόλυμα Καὶ εἰσελθὼν εἰς τὸ ἱερὸν ἤρξατο ἐκβάλλειν τοὺς πωλοῦντας καὶ τοὺς ἀγοράζοντας ἐν τῷ ἱερῷ καὶ τὰς τραπέζας τῶν κολλυβιστῶν καὶ τὰς καθέδρας τῶν πωλούντων τὰς περιστερὰς κατέστρεψεν
16[an error occurred while processing this directive]16καὶ οὐκ ἤφιεν ἵνα τις διενέγκῃ σκεῦος διὰ τοῦ ἱεροῦ
17[an error occurred while processing this directive]17καὶ ἐδίδασκεν καὶ ἔλεγεν αὐτοῖς Οὐ γέγραπται ὅτι οἶκός μου οἶκος προσευχῆς κληθήσεται πᾶσιν τοῖς ἔθνεσιν ὑμεῖς δὲ πεποιήκατε αὐτὸν Σπήλαιον λῃστῶν
18[an error occurred while processing this directive]18Καὶ ἤκουσαν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς καὶ ἐζήτουν πῶς αὐτὸν ἀπολέσωσιν ἐφοβοῦντο γὰρ αὐτόν πᾶς γὰρ ὄχλος ἐξεπλήσσετο ἐπὶ τῇ διδαχῇ αὐτοῦ
19[an error occurred while processing this directive]19Καὶ ὅταν ὀψὲ ἐγένετο ἐξεπορεύοντο ἔξω τῆς πόλεως
20[an error occurred while processing this directive]20Καὶ παραπορευόμενοι πρωῒ εἶδον τὴν συκῆν ἐξηραμμένην ἐκ ῥιζῶν
21[an error occurred while processing this directive]21καὶ ἀναμνησθεὶς Πέτρος λέγει αὐτῷ Ῥαββί ἴδε συκῆ ἣν κατηράσω ἐξήρανται
22[an error occurred while processing this directive]22Καὶ ἀποκριθεὶς Ἰησοῦς λέγει αὐτοῖς Ἔχετε πίστιν θεοῦ
23[an error occurred while processing this directive]23ἀμὴν λέγω ὑμῖν ὅτι ὃς ἂν εἴπῃ τῷ ὄρει τούτῳ Ἄρθητι καὶ βλήθητι εἰς τὴν θάλασσαν καὶ μὴ διακριθῇ ἐν τῇ καρδίᾳ αὐτοῦ ἀλλὰ πιστεύῃ ὅτι λαλεῖ γίνεται ἔσται αὐτῷ
24[an error occurred while processing this directive]24διὰ τοῦτο λέγω ὑμῖν πάντα ὅσα προσεύχεσθε καὶ αἰτεῖσθε πιστεύετε ὅτι ἐλάβετε καὶ ἔσται ὑμῖν
25[an error occurred while processing this directive]25Καὶ ὅταν στήκετε προσευχόμενοι ἀφίετε εἴ τι ἔχετε κατά τινος ἵνα καὶ Πατὴρ ὑμῶν ἐν τοῖς οὐρανοῖς ἀφῇ ὑμῖν τὰ παραπτώματα ὑμῶν
26[an error occurred while processing this directive]26⧼Εἰ δὲ ὑμεῖς οὖκ ἀφίετε οὐδὲ πατὴρ ὑμῶν ἐν τοῖς οὐρανοῖς ἀφήσει τὰ παραπτώματα ὑμῶν⧽
27[an error occurred while processing this directive]27Καὶ ἔρχονται πάλιν εἰς Ἱεροσόλυμα καὶ ἐν τῷ ἱερῷ περιπατοῦντος αὐτοῦ ἔρχονται πρὸς αὐτὸν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς καὶ οἱ πρεσβύτεροι
28[an error occurred while processing this directive]28καὶ ἔλεγον αὐτῷ Ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς τίς σοι ἔδωκεν τὴν ἐξουσίαν ταύτην ἵνα ταῦτα ποιῇς
29[an error occurred while processing this directive]29 δὲ Ἰησοῦς εἶπεν αὐτοῖς Ἐπερωτήσω ὑμᾶς ἕνα λόγον καὶ ἀποκρίθητέ μοι καὶ ἐρῶ ὑμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ
30[an error occurred while processing this directive]30τὸ βάπτισμα τὸ Ἰωάννου ἐξ οὐρανοῦ ἦν ἐξ ἀνθρώπων ἀποκρίθητέ μοι
31[an error occurred while processing this directive]31Καὶ διελογίζοντο πρὸς ἑαυτοὺς λέγοντες ‹Τί εἴπωμεν› Ἐὰν εἴπωμεν Ἐξ οὐρανοῦ ἐρεῖ Διὰ τί οὖν οὐκ ἐπιστεύσατε αὐτῷ
32[an error occurred while processing this directive]32ἀλλὰ εἴπωμεν Ἐξ ἀνθρώπων ἐφοβοῦντο τὸν ὄχλον ἅπαντες γὰρ εἶχον τὸν Ἰωάννην ὄντως ὅτι προφήτης ἦν
33[an error occurred while processing this directive]33καὶ ἀποκριθέντες τῷ Ἰησοῦ λέγουσιν Οὐκ οἴδαμεν Καὶ Ἰησοῦς λέγει αὐτοῖς Οὐδὲ ἐγὼ λέγω ὑμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ
[an error occurred while processing this directive]Greek and Hebrew Study Bible courtesy Bible Hub and the Discovery Bible team.
Mark 10
Top of Page
Top of Page