Luke 15
[an error occurred while processing this directive] Parallel GRK [BSB CSB ESV HCS KJV ISV NAS NET NIV NLT GRK]
[an error occurred while processing this directive]Greek Study Bible
1[an error occurred while processing this directive]1Ἦσαν δὲ αὐτῷ ἐγγίζοντες πάντες οἱ τελῶναι καὶ οἱ ἁμαρτωλοὶ ἀκούειν αὐτοῦ
2[an error occurred while processing this directive]2καὶ διεγόγγυζον οἵ τε Φαρισαῖοι καὶ οἱ γραμματεῖς λέγοντες ὅτι Οὗτος ἁμαρτωλοὺς προσδέχεται καὶ συνεσθίει αὐτοῖς
3[an error occurred while processing this directive]3Εἶπεν δὲ πρὸς αὐτοὺς τὴν παραβολὴν ταύτην λέγων
4[an error occurred while processing this directive]4Τίς ἄνθρωπος ἐξ ὑμῶν ἔχων ἑκατὸν πρόβατα καὶ ἀπολέσας ἐξ αὐτῶν ἓν οὐ καταλείπει τὰ ἐνενήκοντα ἐννέα ἐν τῇ ἐρήμῳ καὶ πορεύεται ἐπὶ τὸ ἀπολωλὸς ἕως εὕρῃ αὐτό
5[an error occurred while processing this directive]5καὶ εὑρὼν ἐπιτίθησιν ἐπὶ τοὺς ὤμους αὐτοῦ χαίρων
6[an error occurred while processing this directive]6καὶ ἐλθὼν εἰς τὸν οἶκον συνκαλεῖ τοὺς φίλους καὶ τοὺς γείτονας λέγων αὐτοῖς Συνχάρητέ μοι ὅτι εὗρον τὸ πρόβατόν μου τὸ ἀπολωλός
7[an error occurred while processing this directive]7λέγω ὑμῖν ὅτι οὕτως χαρὰ ἐν τῷ οὐρανῷ ἔσται ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι ἐπὶ ἐνενήκοντα ἐννέα δικαίοις οἵτινες οὐ χρείαν ἔχουσιν μετανοίας
8[an error occurred while processing this directive]8 τίς γυνὴ δραχμὰς ἔχουσα δέκα ἐὰν ἀπολέσῃ δραχμὴν μίαν οὐχὶ ἅπτει λύχνον καὶ σαροῖ τὴν οἰκίαν καὶ ζητεῖ ἐπιμελῶς ἕως οὗ εὕρῃ
9[an error occurred while processing this directive]9καὶ εὑροῦσα συνκαλεῖ τὰς φίλας καὶ γείτονας λέγουσα Συνχάρητέ μοι ὅτι εὗρον τὴν δραχμὴν ἣν ἀπώλεσα
10[an error occurred while processing this directive]10οὕτως λέγω ὑμῖν γίνεται χαρὰ ἐνώπιον τῶν ἀγγέλων τοῦ Θεοῦ ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι
11[an error occurred while processing this directive]11Εἶπεν δέ Ἄνθρωπός τις εἶχεν δύο υἱούς
12[an error occurred while processing this directive]12καὶ εἶπεν νεώτερος αὐτῶν τῷ πατρί Πάτερ δός μοι τὸ ἐπιβάλλον μέρος τῆς οὐσίας δὲ διεῖλεν αὐτοῖς τὸν βίον
13[an error occurred while processing this directive]13Καὶ μετ’ οὐ πολλὰς ἡμέρας συναγαγὼν πάντα νεώτερος υἱὸς ἀπεδήμησεν εἰς χώραν μακράν καὶ ἐκεῖ διεσκόρπισεν τὴν οὐσίαν αὐτοῦ ζῶν ἀσώτως
14[an error occurred while processing this directive]14Δαπανήσαντος δὲ αὐτοῦ πάντα ἐγένετο λιμὸς ἰσχυρὰ κατὰ τὴν χώραν ἐκείνην καὶ αὐτὸς ἤρξατο ὑστερεῖσθαι
15[an error occurred while processing this directive]15καὶ πορευθεὶς ἐκολλήθη ἑνὶ τῶν πολιτῶν τῆς χώρας ἐκείνης καὶ ἔπεμψεν αὐτὸν εἰς τοὺς ἀγροὺς αὐτοῦ βόσκειν χοίρους
16[an error occurred while processing this directive]16καὶ ἐπεθύμει γεμίσαι τὴν κοιλίαν αὐτοῦ ἐκ τῶν κερατίων ὧν ἤσθιον οἱ χοῖροι καὶ οὐδεὶς ἐδίδου αὐτῷ
17[an error occurred while processing this directive]17Εἰς ἑαυτὸν δὲ ἐλθὼν ἔφη Πόσοι μίσθιοι τοῦ πατρός μου περισσεύονται ἄρτων ἐγὼ δὲ λιμῷ ὧδε ἀπόλλυμαι
18[an error occurred while processing this directive]18ἀναστὰς πορεύσομαι πρὸς τὸν πατέρα μου καὶ ἐρῶ αὐτῷ Πάτερ ἥμαρτον εἰς τὸν οὐρανὸν καὶ ἐνώπιόν σου
19[an error occurred while processing this directive]19οὐκέτι εἰμὶ ἄξιος κληθῆναι υἱός σου ποίησόν με ὡς ἕνα τῶν μισθίων σου
20[an error occurred while processing this directive]20Καὶ ἀναστὰς ἦλθεν πρὸς τὸν πατέρα ἑαυτοῦ ἔτι δὲ αὐτοῦ μακρὰν ἀπέχοντος εἶδεν αὐτὸν πατὴρ αὐτοῦ καὶ ἐσπλαγχνίσθη καὶ δραμὼν ἐπέπεσεν ἐπὶ τὸν τράχηλον αὐτοῦ καὶ κατεφίλησεν αὐτόν
21[an error occurred while processing this directive]21Εἶπεν δὲ υἱὸς αὐτῷ Πάτερ ἥμαρτον εἰς τὸν οὐρανὸν καὶ ἐνώπιόν σου οὐκέτι εἰμὶ ἄξιος κληθῆναι υἱός σου (ποίησόν με ὡς ἕνα τῶν μισθίων σου)
22[an error occurred while processing this directive]22Εἶπεν δὲ πατὴρ πρὸς τοὺς δούλους αὐτοῦ Ταχὺ ἐξενέγκατε στολὴν τὴν πρώτην καὶ ἐνδύσατε αὐτόν καὶ δότε δακτύλιον εἰς τὴν χεῖρα αὐτοῦ καὶ ὑποδήματα εἰς τοὺς πόδας
23[an error occurred while processing this directive]23καὶ φέρετε τὸν μόσχον τὸν σιτευτόν θύσατε καὶ φαγόντες εὐφρανθῶμεν
24[an error occurred while processing this directive]24ὅτι οὗτος υἱός μου νεκρὸς ἦν καὶ ἀνέζησεν ἦν ἀπολωλὼς καὶ εὑρέθη καὶ ἤρξαντο εὐφραίνεσθαι
25[an error occurred while processing this directive]25Ἦν δὲ υἱὸς αὐτοῦ πρεσβύτερος ἐν ἀγρῷ καὶ ὡς ἐρχόμενος ἤγγισεν τῇ οἰκίᾳ ἤκουσεν συμφωνίας καὶ χορῶν
26[an error occurred while processing this directive]26καὶ προσκαλεσάμενος ἕνα τῶν παίδων ἐπυνθάνετο τί ἂν εἴη ταῦτα
27[an error occurred while processing this directive]27 δὲ εἶπεν αὐτῷ ὅτι ἀδελφός σου ἥκει καὶ ἔθυσεν πατήρ σου τὸν μόσχον τὸν σιτευτόν ὅτι ὑγιαίνοντα αὐτὸν ἀπέλαβεν
28[an error occurred while processing this directive]28Ὠργίσθη δὲ καὶ οὐκ ἤθελεν εἰσελθεῖν δὲ πατὴρ αὐτοῦ ἐξελθὼν παρεκάλει αὐτόν
29[an error occurred while processing this directive]29 δὲ ἀποκριθεὶς εἶπεν τῷ πατρὶ ‹αὐτοῦ› Ἰδοὺ τοσαῦτα ἔτη δουλεύω σοι καὶ οὐδέποτε ἐντολήν σου παρῆλθον καὶ ἐμοὶ οὐδέποτε ἔδωκας ἔριφον ἵνα μετὰ τῶν φίλων μου εὐφρανθῶ
30[an error occurred while processing this directive]30ὅτε δὲ υἱός σου οὗτος καταφαγών σου τὸν βίον μετὰ πορνῶν ἦλθεν ἔθυσας αὐτῷ τὸν σιτευτὸν μόσχον
31[an error occurred while processing this directive]31 δὲ εἶπεν αὐτῷ Τέκνον σὺ πάντοτε μετ’ ἐμοῦ εἶ καὶ πάντα τὰ ἐμὰ σά ἐστιν
32[an error occurred while processing this directive]32εὐφρανθῆναι δὲ καὶ χαρῆναι ἔδει ὅτι ἀδελφός σου οὗτος νεκρὸς ἦν καὶ ἔζησεν καὶ ἀπολωλὼς καὶ εὑρέθη
[an error occurred while processing this directive]Greek and Hebrew Study Bible courtesy Bible Hub and the Discovery Bible team.
Luke 14
Top of Page
Top of Page