John 7:1-42Hebrew & Greek Study Bible Hebrew & Greek Study Bible ▾ AMP · Amplified Bible ASV · American Standard Version BAB · Berean Annotated Bible BLB · Berean Literal Bible BSB · Berean Standard Bible BSB STRONGS · BSB with Strong's CPDV · Catholic Public Domain Version CSB · Christian Standard Bible DRB · Douay-Rheims Bible ERV · English Revised Version ESV · English Standard Version GWT · God's Word Translation HCSB · Holman Christian Standard Bible HCSB STRONGS · HCSB with Strong's ISV · Intl. Standard Version KJV · King James Version KJV STRONGS · KJV with Strong's LSB · Legacy Standard Bible LSV · Literal Standard Version MSB · Majority Standard Bible NABRE · New American Bible Revised NASB · New American Standard Bible NASB77 · New American Standard 1977 NASB95 · New American Standard 1995 NASB95 STRONGS · NASB95 with Strong's NET · New English Translation NHEB · New Heart English Bible NIV · New International Version NKJV · New King James Version NLT · New Living Translation NRSVCE · NRSV Catholic Edition SLT · Smith's Literal Translation STUDY · Hebrew & Greek Study Bible WBT · Webster's Bible Translation WEB · World English Bible YLT · Young's Literal Translation YLT STRONGS · YLT with Strong's Par ▾ 1 Καὶ μετὰ ταῦτα περιεπάτει ὁ Ἰησοῦς ἐν τῇ Γαλιλαίᾳ οὐ γὰρ ἤθελεν ἐν τῇ Ἰουδαίᾳ περιπατεῖν ὅτι ἐζήτουν αὐτὸν οἱ Ἰουδαῖοι ἀποκτεῖναι2 ἦν δὲ ἐγγὺς ἡ ἑορτὴ τῶν Ἰουδαίων ἡ σκηνοπηγία3 εἶπον οὖν πρὸς αὐτὸν οἱ ἀδελφοὶ αὐτοῦ Μετάβηθι ἐντεῦθεν καὶ ὕπαγε εἰς τὴν Ἰουδαίαν ἵνα καὶ οἱ μαθηταί σου θεωρήσουσιν «τὰ ἔργα» σοῦ ἃ ποιεῖς4 οὐδεὶς γάρ τι ἐν κρυπτῷ ποιεῖ καὶ ζητεῖ αὐτὸς ἐν παρρησίᾳ εἶναι εἰ ταῦτα ποιεῖς φανέρωσον σεαυτὸν τῷ κόσμῳ5 οὐδὲ γὰρ οἱ ἀδελφοὶ αὐτοῦ ἐπίστευον εἰς αὐτόν6 Λέγει οὖν αὐτοῖς ὁ Ἰησοῦς Ὁ καιρὸς ὁ ἐμὸς οὔπω πάρεστιν ὁ δὲ καιρὸς ὁ ὑμέτερος πάντοτέ ἐστιν ἕτοιμος7 οὐ δύναται ὁ κόσμος μισεῖν ὑμᾶς ἐμὲ δὲ μισεῖ ὅτι ἐγὼ μαρτυρῶ περὶ αὐτοῦ ὅτι τὰ ἔργα αὐτοῦ πονηρά ἐστιν8 ὑμεῖς ἀνάβητε εἰς τὴν ἑορτήν ἐγὼ οὐκ ἀναβαίνω εἰς τὴν ἑορτὴν ταύτην ὅτι ὁ ἐμὸς καιρὸς οὔπω πεπλήρωται9 Ταῦτα δὲ εἰπὼν αὐτὸς* ἔμεινεν ἐν τῇ Γαλιλαίᾳ10 Ὡς δὲ ἀνέβησαν οἱ ἀδελφοὶ αὐτοῦ εἰς τὴν ἑορτήν τότε καὶ αὐτὸς ἀνέβη οὐ φανερῶς ἀλλὰ ὡς ἐν κρυπτῷ11 Οἱ οὖν Ἰουδαῖοι ἐζήτουν αὐτὸν ἐν τῇ ἑορτῇ καὶ ἔλεγον Ποῦ ἐστιν ἐκεῖνος12 καὶ γογγυσμὸς περὶ αὐτοῦ ἦν πολὺς ἐν τοῖς ὄχλοις οἱ μὲν ἔλεγον ὅτι Ἀγαθός ἐστιν Ἄλλοι δὲ ἔλεγον Οὔ ἀλλὰ πλανᾷ τὸν ὄχλον13 Οὐδεὶς μέντοι παρρησίᾳ ἐλάλει περὶ αὐτοῦ διὰ τὸν φόβον τῶν Ἰουδαίων14 Ἤδη δὲ τῆς ἑορτῆς μεσούσης ἀνέβη Ἰησοῦς εἰς τὸ ἱερὸν καὶ ἐδίδασκεν15 ἐθαύμαζον οὖν οἱ Ἰουδαῖοι λέγοντες Πῶς οὗτος γράμματα οἶδεν μὴ μεμαθηκώς16 Ἀπεκρίθη οὖν αὐτοῖς ‹ὁ› Ἰησοῦς καὶ εἶπεν Ἡ Ἐμὴ διδαχὴ οὐκ ἔστιν ἐμὴ ἀλλὰ τοῦ πέμψαντός με17 ἐάν τις θέλῃ τὸ θέλημα αὐτοῦ ποιεῖν γνώσεται περὶ τῆς διδαχῆς πότερον ἐκ τοῦ Θεοῦ ἐστιν ἢ ἐγὼ ἀπ’ ἐμαυτοῦ λαλῶ18 ὁ ἀφ’ ἑαυτοῦ λαλῶν τὴν δόξαν τὴν ἰδίαν ζητεῖ ὁ δὲ ζητῶν τὴν δόξαν τοῦ πέμψαντος αὐτὸν οὗτος ἀληθής ἐστιν καὶ ἀδικία ἐν αὐτῷ οὐκ ἔστιν19 Οὐ Μωϋσῆς δέδωκεν* ὑμῖν τὸν νόμον καὶ οὐδεὶς ἐξ ὑμῶν ποιεῖ τὸν νόμον τί με ζητεῖτε ἀποκτεῖναι20 Ἀπεκρίθη ὁ ὄχλος Δαιμόνιον ἔχεις τίς σε ζητεῖ ἀποκτεῖναι21 Ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτοῖς Ἓν ἔργον ἐποίησα καὶ πάντες θαυμάζετε22 διὰ τοῦτο Μωϋσῆς δέδωκεν ὑμῖν τὴν περιτομήν οὐχ ὅτι ἐκ τοῦ Μωϋσέως ἐστὶν ἀλλ’ ἐκ τῶν πατέρων καὶ ἐν σαββάτῳ περιτέμνετε ἄνθρωπον23 εἰ περιτομὴν λαμβάνει (ὁ) ἄνθρωπος ἐν σαββάτῳ ἵνα μὴ λυθῇ ὁ νόμος Μωϋσέως ἐμοὶ χολᾶτε ὅτι ὅλον ἄνθρωπον ὑγιῆ ἐποίησα ἐν σαββάτῳ24 μὴ κρίνετε κατ’ ὄψιν ἀλλὰ τὴν δικαίαν κρίσιν κρίνετε*25 Ἔλεγον οὖν τινες ἐκ τῶν Ἱεροσολυμιτῶν Οὐχ οὗτός ἐστιν ὃν ζητοῦσιν ἀποκτεῖναι26 καὶ ἴδε παρρησίᾳ λαλεῖ καὶ οὐδὲν αὐτῷ λέγουσιν Μή‿ ποτε ἀληθῶς ἔγνωσαν οἱ ἄρχοντες ὅτι οὗτός ἐστιν ὁ Χριστός27 ἀλλὰ τοῦτον οἴδαμεν πόθεν ἐστίν ὁ δὲ Χριστὸς ὅταν ἔρχηται οὐδεὶς γινώσκει πόθεν ἐστίν28 Ἔκραξεν οὖν ἐν τῷ ἱερῷ διδάσκων ὁ Ἰησοῦς καὶ λέγων Κἀμὲ οἴδατε καὶ οἴδατε πόθεν εἰμί καὶ ἀπ’ ἐμαυτοῦ οὐκ ἐλήλυθα ἀλλ’ ἔστιν ἀληθινὸς ὁ πέμψας με ὃν ὑμεῖς οὐκ οἴδατε29 ἐγὼ οἶδα αὐτόν ὅτι παρ’ αὐτοῦ εἰμι κἀκεῖνός με ἀπέστειλεν30 Ἐζήτουν οὖν αὐτὸν πιάσαι καὶ οὐδεὶς ἐπέβαλεν ἐπ’ αὐτὸν τὴν χεῖρα ὅτι οὔπω ἐληλύθει ἡ ὥρα αὐτοῦ31 Ἐκ τοῦ ὄχλου δὲ πολλοὶ ἐπίστευσαν εἰς αὐτόν καὶ ἔλεγον Ὁ Χριστὸς ὅταν ἔλθῃ μὴ πλείονα σημεῖα ποιήσει ὧν οὗτος ἐποίησεν32 Ἤκουσαν οἱ Φαρισαῖοι τοῦ ὄχλου γογγύζοντος περὶ αὐτοῦ ταῦτα καὶ ἀπέστειλαν οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι ὑπηρέτας ἵνα πιάσωσιν αὐτόν33 εἶπεν οὖν ὁ Ἰησοῦς Ἔτι χρόνον μικρὸν μεθ’ ὑμῶν εἰμι καὶ ὑπάγω πρὸς τὸν πέμψαντά με34 ζητήσετέ με καὶ οὐχ εὑρήσετέ [με] καὶ ὅπου εἰμὶ ἐγὼ ὑμεῖς οὐ δύνασθε ἐλθεῖν35 Εἶπον οὖν οἱ Ἰουδαῖοι πρὸς ἑαυτούς Ποῦ οὗτος μέλλει πορεύεσθαι ὅτι ἡμεῖς οὐχ εὑρήσομεν αὐτόν μὴ εἰς τὴν Διασπορὰν τῶν Ἑλλήνων μέλλει πορεύεσθαι καὶ διδάσκειν τοὺς Ἕλληνας36 τίς ἐστιν ὁ λόγος οὗτος ὃν εἶπεν Ζητήσετέ με καὶ οὐχ εὑρήσετέ [με] καὶ Ὅπου εἰμὶ ἐγὼ ὑμεῖς οὐ δύνασθε ἐλθεῖν37 Ἐν δὲ τῇ ἐσχάτῃ ἡμέρᾳ τῇ μεγάλῃ τῆς ἑορτῆς εἱστήκει ὁ Ἰησοῦς καὶ ἔκραξεν λέγων Ἐάν τις διψᾷ ἐρχέσθω πρός με καὶ πινέτω38 ὁ πιστεύων εἰς ἐμέ καθὼς εἶπεν ἡ γραφή Ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος39 τοῦτο δὲ εἶπεν περὶ τοῦ Πνεύματος οὗ ἔμελλον λαμβάνειν οἱ πιστεύσαντες εἰς αὐτόν οὔπω γὰρ ἦν Πνεῦμα ὅτι Ἰησοῦς οὐδέπω ἐδοξάσθη40 Ἐκ τοῦ ὄχλου οὖν ἀκούσαντες τῶν λόγων τούτων ἔλεγον (ὅτι) Οὗτός ἐστιν ἀληθῶς ὁ προφήτης41 Ἄλλοι ἔλεγον Οὗτός ἐστιν ὁ Χριστός Οἱ δὲ ἔλεγον Μὴ γὰρ ἐκ τῆς Γαλιλαίας ὁ Χριστὸς ἔρχεται42 οὐχ ἡ γραφὴ εἶπεν ὅτι ἐκ τοῦ σπέρματος Δαυὶδ καὶ ἀπὸ Βηθλεὲμ τῆς κώμης ὅπου ἦν Δαυὶδ ἔρχεται ὁ Χριστός Full chapter Show Verses 43 - 53 → Parallel translations Study & commentary Cross-references John 7:1-42, Hebrew & Greek Study Bible. Public domain.