Acts 18
HCSB Parallel GRK [BSB CSB ESV HCS KJV ISV NAS NET NIV NLT GRK]
Holman Christian Standard BibleGreek Study Bible
1After this, he left Athens and went to Corinth,1Μετὰ ταῦτα χωρισθεὶς ἐκ τῶν Ἀθηνῶν ἦλθεν εἰς Κόρινθον
2where he found a Jewish man named Aquila, a native of Pontus, who had recently come from Italy with his wife Priscilla because Claudius had ordered all the Jews to leave Rome. Paul came to them, 2καὶ εὑρών τινα Ἰουδαῖον ὀνόματι Ἀκύλαν Ποντικὸν τῷ γένει προσφάτως ἐληλυθότα ἀπὸ τῆς Ἰταλίας καὶ Πρίσκιλλαν γυναῖκα αὐτοῦ διὰ τὸ διατεταχέναι Κλαύδιον χωρίζεσθαι πάντας τοὺς Ἰουδαίους ἀπὸ τῆς Ῥώμης προσῆλθεν αὐτοῖς
3and being of the same occupation, stayed with them and worked, for they were tentmakers by trade.3καὶ διὰ τὸ ὁμότεχνον εἶναι ἔμενεν παρ’ αὐτοῖς καὶ ἠργάζετο* ἦσαν γὰρ σκηνοποιοὶ τῇ τέχνῃ
4He reasoned in the synagogue every Sabbath and tried to persuade both Jews and Greeks. 4Διελέγετο δὲ ἐν τῇ συναγωγῇ κατὰ πᾶν σάββατον ἔπειθέν τε Ἰουδαίους καὶ Ἕλληνας
5When Silas and Timothy came down from Macedonia, Paul was occupied with preaching the message and solemnly testified to the Jews that Jesus is the Messiah.5Ὡς δὲ κατῆλθον ἀπὸ τῆς Μακεδονίας τε Σιλᾶς καὶ Τιμόθεος συνείχετο τῷ λόγῳ Παῦλος διαμαρτυρόμενος τοῖς Ἰουδαίοις εἶναι τὸν Χριστὸν Ἰησοῦν
6But when they resisted and blasphemed, he shook his robe and told them, "Your blood is on your own heads! I am innocent. From now on I will go to the Gentiles."6ἀντιτασσομένων δὲ αὐτῶν καὶ βλασφημούντων ἐκτιναξάμενος τὰ ἱμάτια εἶπεν πρὸς αὐτούς Τὸ αἷμα ὑμῶν ἐπὶ τὴν κεφαλὴν ὑμῶν καθαρὸς ἐγώ ἀπὸ τοῦ νῦν εἰς τὰ ἔθνη πορεύσομαι
7So he left there and went to the house of a man named Titius Justus, a worshiper of God, whose house was next door to the synagogue. 7Καὶ μεταβὰς ἐκεῖθεν εἰσῆλθεν* εἰς οἰκίαν τινὸς ὀνόματι Τιτίου Ἰούστου σεβομένου τὸν Θεόν οὗ οἰκία ἦν συνομοροῦσα τῇ συναγωγῇ
8Crispus, the leader of the synagogue, believed the Lord, along with his whole household. Many of the Corinthians, when they heard, believed and were baptized. 8Κρίσπος δὲ ἀρχισυνάγωγος ἐπίστευσεν τῷ Κυρίῳ σὺν ὅλῳ τῷ οἴκῳ αὐτοῦ καὶ πολλοὶ τῶν Κορινθίων ἀκούοντες ἐπίστευον καὶ ἐβαπτίζοντο
9Then the Lord said to Paul in a night vision, "Don't be afraid, but keep on speaking and don't be silent. 9Εἶπεν δὲ Κύριος ἐν νυκτὶ δι’ ὁράματος τῷ Παύλῳ Μὴ φοβοῦ ἀλλὰ λάλει καὶ μὴ σιωπήσῃς
10For I am with you, and no one will lay a hand on you to hurt you, because I have many people in this city."10διότι ἐγώ εἰμι μετὰ σοῦ καὶ οὐδεὶς ἐπιθήσεταί σοι τοῦ κακῶσαί σε διότι λαός ἐστί μοι πολὺς ἐν τῇ πόλει ταύτῃ
11And he stayed there a year and six months, teaching the word of God among them. 11Ἐκάθισεν δὲ ἐνιαυτὸν καὶ μῆνας ἓξ διδάσκων ἐν αὐτοῖς τὸν λόγον τοῦ Θεοῦ
12While Gallio was proconsul of Achaia, the Jews made a united attack against Paul and brought him to the judge's bench."12Γαλλίωνος δὲ ἀνθυπάτου ὄντος τῆς Ἀχαΐας κατεπέστησαν ὁμοθυμαδὸν οἱ Ἰουδαῖοι τῷ Παύλῳ καὶ ἤγαγον αὐτὸν ἐπὶ τὸ βῆμα
13This man," they said, "persuades people to worship God contrary to the law!" 13λέγοντες ὅτι Παρὰ τὸν νόμον ἀναπείθει οὗτος τοὺς ἀνθρώπους σέβεσθαι τὸν Θεόν
14As Paul was about to open his mouth, Gallio said to the Jews, "If it were a matter of a crime or of moral evil, it would be reasonable for me to put up with you Jews. 14Μέλλοντος δὲ τοῦ Παύλου ἀνοίγειν τὸ στόμα εἶπεν Γαλλίων πρὸς τοὺς Ἰουδαίους Εἰ μὲν ἦν ἀδίκημά τι ῥᾳδιούργημα πονηρόν Ἰουδαῖοι κατὰ λόγον ἂν ἀνεσχόμην ὑμῶν
15But if these are questions about words, names, and your own law, see to it yourselves. I don't want to be a judge of such things."15εἰ δὲ ζητήματά ἐστιν περὶ λόγου καὶ ὀνομάτων καὶ νόμου τοῦ καθ’ ὑμᾶς ὄψεσθε αὐτοί κριτὴς ἐγὼ τούτων οὐ βούλομαι εἶναι
16So he drove them from the judge's bench. 16καὶ ἀπήλασεν αὐτοὺς ἀπὸ τοῦ βήματος
17Then they all seized Sosthenes, the leader of the synagogue, and beat him in front of the judge's bench. But none of these things concerned Gallio. 17Ἐπιλαβόμενοι δὲ πάντες Σωσθένην τὸν ἀρχισυνάγωγον ἔτυπτον ἔμπροσθεν τοῦ βήματος καὶ οὐδὲν τούτων τῷ Γαλλίωνι ἔμελεν
18So Paul, having stayed on for many days, said good-bye to the brothers and sailed away to Syria. Priscilla and Aquila were with him. He shaved his head at Cenchreae because he had taken a vow.18 δὲ Παῦλος ἔτι προσμείνας ἡμέρας ἱκανὰς τοῖς ἀδελφοῖς ἀποταξάμενος ἐξέπλει εἰς τὴν Συρίαν καὶ σὺν αὐτῷ Πρίσκιλλα καὶ Ἀκύλας κειράμενος ἐν Κενχρεαῖς τὴν κεφαλήν εἶχεν γὰρ εὐχήν
19When they reached Ephesus he left them there, but he himself entered the synagogue and engaged in discussion with the Jews. 19Κατήντησαν δὲ εἰς Ἔφεσον κἀκείνους κατέλιπεν αὐτοῦ αὐτὸς δὲ εἰσελθὼν εἰς τὴν συναγωγὴν διελέξατο τοῖς Ἰουδαίοις
20And though they asked him to stay for a longer time, he declined, 20ἐρωτώντων δὲ αὐτῶν ἐπὶ πλείονα χρόνον μεῖναι οὐκ ἐπένευσεν
21but he said good-bye and stated, "I'll come back to you again, if God wills." Then he set sail from Ephesus. 21ἀλλὰ ἀποταξάμενος καὶ εἰπών ⧼Δεῖ με πάντως τὴν ἑορτὴν τὴν ἐρχομένην ποιῆσαι εἰς Ἱεροσόλυμα⧽ Πάλιν ἀνακάμψω πρὸς ὑμᾶς τοῦ Θεοῦ θέλοντος ἀνήχθη ἀπὸ τῆς Ἐφέσου
22On landing at Caesarea, he went up and greeted the church and went down to Antioch.22καὶ κατελθὼν εἰς Καισάρειαν ἀναβὰς καὶ ἀσπασάμενος τὴν ἐκκλησίαν κατέβη εἰς Ἀντιόχειαν
23And after spending some time there, he set out, traveling through one place after another in the Galatian territory and Phrygia, strengthening all the disciples. 23Καὶ ποιήσας χρόνον τινὰ ἐξῆλθεν διερχόμενος καθεξῆς τὴν Γαλατικὴν χώραν καὶ Φρυγίαν στηρίζων πάντας τοὺς μαθητάς
24A Jew named Apollos, a native Alexandrian, an eloquent man who was powerful in the use of the Scriptures, arrived in Ephesus. 24Ἰουδαῖος δέ τις Ἀπολλῶς ὀνόματι Ἀλεξανδρεὺς τῷ γένει ἀνὴρ λόγιος κατήντησεν εἰς Ἔφεσον δυνατὸς ὢν ἐν ταῖς γραφαῖς
25This man had been instructed in the way of the Lord; and being fervent in spirit, he spoke and taught the things about Jesus accurately, although he knew only John's baptism.25οὗτος ἦν κατηχημένος τὴν ὁδὸν τοῦ Κυρίου καὶ ζέων τῷ πνεύματι ἐλάλει καὶ ἐδίδασκεν ἀκριβῶς τὰ περὶ τοῦ Ἰησοῦ ἐπιστάμενος μόνον τὸ βάπτισμα Ἰωάννου
26He began to speak boldly in the synagogue. After Priscilla and Aquila heard him, they took him home and explained the way of God to him more accurately.26οὗτός τε ἤρξατο παρρησιάζεσθαι ἐν τῇ συναγωγῇ ἀκούσαντες δὲ αὐτοῦ Πρίσκιλλα καὶ Ἀκύλας προσελάβοντο αὐτὸν καὶ ἀκριβέστερον αὐτῷ ἐξέθεντο τὴν ὁδὸν τοῦ Θεοῦ
27When he wanted to cross over to Achaia, the brothers wrote to the disciples urging them to welcome him. After he arrived, he greatly helped those who had believed through grace.27Βουλομένου δὲ αὐτοῦ διελθεῖν εἰς τὴν Ἀχαΐαν προτρεψάμενοι οἱ ἀδελφοὶ ἔγραψαν τοῖς μαθηταῖς ἀποδέξασθαι αὐτόν ὃς παραγενόμενος συνεβάλετο πολὺ τοῖς πεπιστευκόσιν διὰ τῆς χάριτος
28For he vigorously refuted the Jews in public, demonstrating through the Scriptures that Jesus is the Messiah. 28εὐτόνως γὰρ τοῖς Ἰουδαίοις διακατηλέγχετο δημοσίᾳ ἐπιδεικνὺς διὰ τῶν γραφῶν εἶναι τὸν Χριστὸν Ἰησοῦν
Holman Christian Standard Bible®, Copyright © 1999, 2000, 2002, 2003, 2009 by Holman Bible Publishers. Used by permission.Greek and Hebrew Study Bible courtesy Bible Hub and the Discovery Bible team.
Acts 17
Top of Page
Top of Page